← アフロディシアスのアレクサンドロス

アリストテレス『ソフィスト的論駁について』注解

§53.35-54.36

複合質問から生じる見かけの論駁と真の論駁

アリストテレスの『ソフィスト的論駁について』第5章(167b38)を注釈し、複数の問いを一つにする誤謬において単なる肯定・否定から見かけの論駁が生じる場合と、前提を付加して真の論駁が生じる場合(盲目性の定義の多義性と時間的限定の無視)を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.29#2

εἰ γὰρ ἐρωτηθείς τις, πότερον ἡ σωφροσύνη καὶ ἡ ἀκολασία ἀγαθόν ἐστιν ἢ φαῦλον, εἴπῃ ὅτι ἀγαθόν, συμβήσεται τὴν ἀκολασίαν μὴ οὖσαν τῶν ἀγαθῶν εἶναι ἀγαθόν· εἰ δ’ ἀποφήσει, συμβήσεται πάλιν τὴν σωφροσύνην οὖσαν τῶν ἀγαθῶν μὴ εἶναι ἀγαθόν. καὶ ποτὲ μὲν οὕτως φησὶ γίνεσθαι φαινόμενον ἔλεγχον ἐκ τοῦ μόνον φῆσαι ἢ ἀποφῆσαι ἐν τῇ ἐρωτήσει τῇ τὰ πλείω ὡς ἓν πυνθανομένῃ· τὸ γὰρ φάναι τῶν μὴ ἀγαθῶν τι εἶναι ἀγαθὸν ἢ τῶν ἀγαθῶν τι μὴ ἀγαθὸν ψεῦδος. ποτὲ δὲ συμβήσεται καὶ ἔλεγχον γενέσθαι ἀληθινὸν προσληφθέντων τινῶν· οἷον εἴ τις ἔροιτο ‘ἆρά γε ὃ ἐφ’ ἑνός, τοῦτο καὶ ἐπὶ πολλῶν;’ καὶ τοῦτο λαβὼν προσλάβοι ‘ἐπεὶ τυφλόν ἐστι τὸ μὴ ἔχον ὄψιν πεφυκὸς δὲ ἔχειν, καὶ τυφλὰ ἔσται τὰ μὴ ἔχοντα ὄψιν πεφυκότα δὲ ἔχειν, καὶ εἰ λευκόν ἐστι τὸ ἔχον χρῶμα διακριτικὸν ὄψεως, καὶ λευκὰ ἔσται τὰ ἔχοντα χρῶμα διακριτικὸν ὄψεως’. καὶ γὰρ ἐπὶ τούτων οὐ μία ἐστὶν ἡ ἐρώτησις· τὸ γὰρ ‘ἆρά γε, εἰ τυφλόν ἐστι τὸ μὴ ἔχον ὄψιν πεφυκὸς δὲ ἔχειν, καὶ τυφλὰ ἔσται τὰ μὴ ἔχοντα ὄψιν πεφυκότα δὲ ἔχειν;’ οὐκ ἔστιν ἓν ἐρώτημα. ἐπειδὴ γὰρ ἐκεῖνό ἐστι τυφλὸν ὃ πεφυκὸς ὄψιν ἔχειν οὐκ ἔχει, οἷον τὸ διὰ πήρωσιν μὴ ἔχον ὄψιν, τὸ δὲ μήπω πεφυκὸς ἔχειν ὄψιν, ὡς τὸ σκυλάκιον, καταχρηστικῶς φαμεν τυφλόν (οὔπω γὰρ τοῦτο πέφυκεν ἔχειν ὄψιν), πῶς οὐκ ἂν εἴη διάφορα ἐρωτῶν ὁ λέγων ‘ἆρά γε, εἰ τυφλόν ἐστι τὸ μὴ ἔχον ὄψιν πεφυκὸς δὲ ἔχειν, καὶ τυφλὰ ἔσται τὰ μὴ ἔχοντα ὄψιν πεφυκότα δὲ ἔχειν’; εἰ γὰρ τὸ μὲν ἕν ἐστι τυφλὸν διὰ πήρωσιν, ὃ καὶ τυφλὸν εἰπεῖν ἀληθές ἐστι, τὰ δὲ διὰ τὸ μήπω πεφυκέναι ἔχειν, ἃ καὶ καταχρώμενοί φαμεν τυφλά, ὡς ἐπὶ τῶν σκυλακίων (οὐ γὰρ ἀληθές ἐστιν εἰπεῖν ὅτι τυφλά), δύο οὖν οὐσῶν τῶν ἐρωτήσεων οὐ μία ἔσται πρὸς ταῦτα ἀπόκρισις.1 εἰ δέ τις συναρπασθείη ὑπὸ τῆς ἐρωτήσεως καὶ ὥσπερ μιᾶς αὐτῆς οὔσης εἴπῃ ὅτι ναί, τυφλά ἐστιν, ὅταν τὰ μὲν σκυλάκια βλέπῃ τὸ δὲ μή (οὐ γὰρ δυνατόν ἐστι τὸ πεπηρωμένον βλέψαι), ἔσονται ἢ πάντα ὁρῶντα ἢ πάντα τυφλά. ‘διὰ τίνα γὰρ λόγον’, εἴποι ἂν ὁ σοφιστὴς πρὸς τὸν ἀποκρινόμενον, ‘τὰ μὲν ἔσται ὁρῶντα, τὸ δὲ μὴ ὁρῶν; ἐπεὶ γὰρ ἀμφότερα ἔφησας εἶναι τυφλὰ μὴ ἔχοντα ὄψιν πεφυκότα δὲ ἔχειν, ἢ ἀμφότερα ἀνάγκη ὁρᾶν ἢ μηδέτερον’. τὸ δὲ τοιοῦτον σόφισμα οὐ μόνον γέγονε παρὰ τὸ τὰ δύο ἐρωτήματα ὡς ἓν ἐρωτηθῆναι ἀλλὰ καὶ παρὰ τὴν ἔλλειψιν τοῦ κυρίως καὶ ἀληθῶς ἐλέγχου· εἴρηκε γὰρ ἐν αὐτῷ μετὰ τῶν ἄλλων καὶ τὸ ὅτι δεῖ λαβεῖν “ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ”, τουτέστι τὸ ἐρωτώμενον μὴ εἶναι τοιοῦτον ὡς τὸν μὲν ἐρωτῶντα ἄλλου χρόνου λαμβάνειν τὸ ὑποκείμενον, τὸν δὲ ἀποκρινόμενον ἑτέρου. τοῦτο δέ ἐστι καὶ ἐνταῦθα· οὐ γὰρ πᾶν τὸ πεφυκὸς ἔχειν ὄψιν καὶ μὴ ἔχον τυφλόν ἐστιν, ἀλλὰ τὸ μὴ ἔχον ὅτε πέφυκεν ἔχειν.2

なぜならもし誰かが、「節制と放縦は善であるか悪徳であるか」と問われて、「善である」と言うならば、善きものに属さない放縦が善であるということになろう。しかしもし否定するならば、今度は善きものに属する節制が善ではないということになろう。そしてある時には、複数を一つであるかのように問う発問において、ただ肯定または否定することから、このように見かけの論駁が生じる、と彼は言う。なぜなら善でないもののいずれかを善であると言うこと、あるいは善であるもののいずれかを善でないと言うことは偽だからである。しかしまたある時には、ある前提が付加されることによって、真実の論駁が生じることにもなるであろう。例えば誰かが「単数において成り立つことは、複数においても成り立つか」と問い、これを獲得した上で、「視覚を持たないが生得的に持つようになっているものが盲目であるから、視覚を持たないが生得的に持つようになっているものどもも盲目であろうし、また視覚を分解する色を持つものが白であるなら、視覚を分解する色を持つものどもも白であろう」と付け加えるとするならそうである。なぜならこれらにおいても問いは一つではないからである。というのも、「視覚を持たないが生得的に持つようになっているものが盲目であるなら、視覚を持たないが生得的に持つようになっているものどもも盲目であろうか」という[問い]は一つの発問ではないからである。なぜなら、視覚を持つよう生得的に定められているのに持たないもの、例えば欠損によって視覚を持たないものが盲目なのであり、他方、子犬のように、まだ視覚を持つよう生得的に至っていないものを、われわれは転用して盲目と言う(なぜならこれはまだ視覚を持つよう生得的に至っていないからである)のだから、「視覚を持たないが生得的に持つようになっているものが盲目であるなら、視覚を持たないが生得的に持つようになっているものどもも盲目であろうか」と言う者は、どうして異なる事柄を問うていることにならないであろうか。なぜなら、一方は欠損によって盲目であって、それを盲目と言うことは真実であるが、他方はまだ持てるよう生得的に至っていないことによるものであって、子犬たちの場合のようにわれわれが転用して盲目と言うものだからである(盲目であると言うことは真実ではないからである)。それゆえ発問が二つである以上、これらに対する答えは一つではないであろう。しかしもし誰かが問いに言いくるめられて、それが一つであるかのように「はい、盲目です」と言うならば、子犬たちが見えるようになり、他方は見えないとき(欠損したものが視力を得ることは不可能であるから)、すべてが見ているか、あるいはすべてが盲目であるかのいずれかになろう。なぜならソフィストは答える者に対してこう言うであろう。「いかなる理由によって、あるものは見ていることになり、他方は見ていないことになろうか。なぜなら君は両方が、視覚を持たないが生得的に持つようになっている盲目なものであると言ったのだから、両方が見ているか、あるいはどちらも見えていないかのいずれかが必然である」と。そしてこのような誤謬論は、二つの発問が一つとして問われたことによるだけでなく、本来の意味での真実の論駁の欠落にもよるのである。なぜなら彼はその中で他のこととともに、「同様に、かつ同一の時において」[考慮することを]前提としなければならない、と述べていたからである。すなわち、問われているものは、問う者が主語をある時について取り、答える者が別の時について取るようなものであってはならないということである。そしてこれはここでも当てはまる。なぜなら、生得的に視覚を持つようになっているのに持たないもののすべてが盲目なのではなく、生得的に持つようになっているその時に持たないものが盲目だからである。

構文注2 件
  1. 1.29εἰ γὰρ τὸ μὲν ἕν ἐστι τυφλὸν διὰ πήρωσιν, ὃ καὶ τυφλὸν εἰπεῖν ἀληθές ἐστι, τὰ δὲ διὰ τὸ μήπω πεφυκέναι ἔχειν, ἃ καὶ καταχρώμενοί φαμεν τυφλά, ὡς ἐπὶ τῶν σκυλακίων (οὐ γὰρ ἀληθές ἐστιν εἰπεῖν ὅτι τυφλά), δύο οὖν οὐσῶν τῶν ἐρωτήσεων οὐ μία ἔσται πρὸς ταῦτα ἀπόκρισις.

    構文の骨格は εἰ γὰρ τὸ μὲν ἕν ἐστι... τὰ δὲ [ἐστὶ]... οὐ μία ἔσται... ἀπόκρισις である。条件節(εἰ γὰρ...)の内部に τὸ μέν と τὰ δέ の対立節が置かれ、さらに理由の展開中に οὖν(したがって、それゆえ)を伴う絶対属格句 δύο οὖν οὐσῶν τῶν ἐρωτήσεων が挿入されて、帰結節 οὐ μία ἔσται πρὸς ταῦτα ἀπόκρισις へと至る。

  2. 1.29ἀλλὰ τὸ μὴ ἔχον ὅτε πέφυκεν ἔχειν

    οὐ γὰρ πᾶν τὸ πεφυκὸς... τυφλόν ἐστιν に呼応する対比句であり、述語名詞・補語の構造をなす。ἀλλὰ [τυφλόν ἐστι] τὸ μὴ ἔχον ὅτε πέφυκεν ἔχειν と補われており、関係副詞節 ὅτε πέφυκεν ἔχειν は分詞 μὴ ἔχον を時間的に限定している(「持つよう生得的に定められているその時に持たないもの」)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:53.35-54.36