← アフロディシアスのアレクサンドロス

アリストテレス『ソフィスト的論駁について』注解

§171.22-172.26

泥棒が悪を欲するという詭弁と不当な死をめぐる誤謬

アリストテレスのテキスト(180b17)に基づき、泥棒は自らの悪を欲しているという詭弁の構成とその解決(悪であっても善として欲すること、財貨の取得それ自体)を解説し、続けて「不当に死ぬこと」と「法の規定による正義と本性的正義」をめぐる諸詭弁を整理する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.146#1

" Ὁμοίως δὲ καὶ ὁ τοῦ κλέπτου λόγος." Δεῖ πρότερον τὴν ἀγωγὴν τοῦ σοφίσματος ἐκθέσθαι· οὕτω γὰρ καὶ ἡ λύσις, ἣν αὐτὸς ἐπήγαγε καὶ ὑπέγραψε, δήλη ἔσται. ἔστι δὲ ἡ ἀγωγὴ τοῦ παραλογισμοῦ αὕτη· ἆρά γε βούλεταί τις τὸ ἑαυτοῦ κακόν; οὔ· τί δέ, τὸ κλέπτειν κακόν; ναί· βούλεται δὲ ὁ κλέπτης κλέπτειν; ναί· τὸ ἑαυτοῦ ἄρα βούλεται κακόν. λαβεῖν δὲ ἀντὶ τοῦ κλέπτειν ἐνταῦθα εἴληπται ἐν οἷς λέγει οὐ γάρ, εἰ κακόν1 ἐστιν ὁ κλέπτης, καὶ τὸ λαβεῖν ἐστι κακόν. τὸ δὲ ὅτι κακὸν τὸ κλέπτειν κατεσκεύαζον οἱ σοφισταὶ δεικνύντες κακὸν τὸν κλέπτην. ἐδείκνυον δὲ αὐτὸν κακὸν ἐκ τοῦ ὁρισμοῦ τοῦ κλέπτου, ὃν αὐτὸς κλέπτου λόγον εἶπεν· εἰ γὰρ κλέπτης ἐστί, φασίν, ὁ βουλόμενος τὰ ἀλλότρια λάθρᾳ λαμβάνειν, τοῦτο δὲ κακόν, καὶ ὁ κλέπτης ἄρα κακόν· ὥστε καὶ τὸ κλέπτειν κακόν· ὥστε βούλεται ὁ κλέπτης τὸ ἑαυτοῦ κακόν. τοῦτο λύων Ἀριστοτέλης ἐπήγαγε τὸ οὐ γάρ, εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ λαβεῖν ἐστι κακόν, δυνάμει λέγων ‘οὐ γάρ, εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ κλέπτειν ὡς κακὸν βούλεται, ἀλλ’ ὡς ἀγαθόν’· παντὸς γάρ, οὗ τις ἐφίεται, ὡς ἀγαθοῦ ἐφίεται, κἂν κακόν ἐστιν· ὥστε καὶ ὁ κλέπτης οὐχ ὡς κακὸν ἀλλ’ ὡς ἀγαθὸν βούλεται τὸ κλέπτειν· οὐκ ἄρα τὸ ἑαυτοῦ βούλεται κακόν. ὅτι δὲ τὸ τὰ ἀλλότρια λαμβάνειν ἀγαθὰ οὐκ ἔστι κακὸν τῷ λαμβάνοντι οὐδ’ ὡς κακὰ σπουδάζει λαβεῖν ἀλλ’ ὡς ἑαυτοῦ ἀγαθά, κατεσκεύασε διὰ τῆς τῶν κακῶν ἀποβολῆς, δυνάμει λέγων ‘ὥσπερ τὸ ἀποβαλεῖν τὴν νόσον καίτοι κακὸν οὖσαν οὐκ ἔστι κακόν, οὕτως οὐδὲ τὸ λαμβάνειν ἀγαθὰ χρήματα τὰ ἀλλότρια κακόν ἐστι τῷ λαμβάνοντι’. ὧν γὰρ ἡ ἀποβολή, ὡς ἐν τοῖς Τοπικοῖς εἴρηται, κακόν, τούτων ἡ λῆψις ἀγαθόν·2 ἀλλὰ μὴν ἡ ἀποβολὴ τοῦ χρήματος κακόν· ἡ λῆψις ἄρα ἀγαθόν· τὸ κλέπτειν ἄρα ἀγαθόν. ῥητέον δὲ πρὸς τοῦτο ‘ἄρα οὐχὶ πᾶσα λῆψις ἀγαθὸν ἀλλὰ τοιάδε’. τὸ δὲ ἐφεξῆς σόφισμα τοιοῦτόν ἐστιν. εἰ τὸ ἀποθανεῖν ἀδίκως αἱρετώτερον3 τοῦ δικαίως ἀποθανεῖν (ὥσπερ καὶ ὁ Σωκράτης πρὸς τὸν εἰπόντα ‘ὦ Σώκρατες, ἀδίκως ἀποθνήσκεις’ εἴρηκε ‘σὺ δὲ ἄρα ἠβούλου με δικαίως ἀποθανεῖν’· ὁ γὰρ δικαίως ἀποθνήσκων ὡς φονεὺς ἢ ὡς κακοῦργος τοῦτο πάσχει· ὁ δὲ ἀδίκως πάσχων δίκαιος, καθάπερ καὶ ὁ Σωκράτης), εἰ οὖν τὸ ἀδίκως, φασὶν οἱ σοφισταί, ἀποθνήσκειν τοῦ δικαίως αἱρετώτερον, καὶ τὸ ἄδικον τοῦ δικαίου αἱρετώτερον. τὴν δὲ τοῦ σοφίσματος τούτου λύσιν παρακατιὼν ἐρεῖ. τοῦ δὲ συμπεραινομένου σοφίσματος τὸ αὐτὸ εἶναι δίκαιον καὶ οὐ δίκαιον μετ’ ὀλίγον τὴν ἀγωγὴν φανερῶς ἐκθήσομεν. χρεὼν δέ ἐστι πρότερον πρὸς σαφήνειαν τοῦ λεγομένου τοῦ ἐν τῷ πέμπτῳ τῶν Ἠθικῶν εἰρημένου ἀναμνησθῆναι, ὅπερ ἐστὶ τὸ ἄλλο μὲν εἶναι τὸ φύσει δίκαιον, ἄλλο δὲ τὸ κατὰ δόξαν τοῦ κρίναντος, ἄλλο δὲ τὸ κατὰ τὴν διάταξιν τοῦ νόμου περατωθέν. ὥστε ἐνδέχεται τὸ αὐτὸ καὶ δίκαιον εἶναι καὶ ἄδικον· τὸ γὰρ κατὰ νόμον δίκαιον οὐκ ἀνάγκη καὶ φύσει ἢ τῇ δόξῃ τοῦ κρίναντος δίκαιον εἶναι, ἀλλ’ ἐνδέχεται μὲν ὡς πρὸς τὴν φύσιν εἶναι ἄδικον, καθὸ δὲ γέγονεν ὡς οἱ νόμοι διατάττονται, εἶναι δίκαιον.

「泥棒についての議論も同様である。」 まずこの詭弁の推論過程を提示せねばならない。そうすれば、彼自身[アリストテレス]が付け加え素描した解決も明白になるであろうから。この誤推論の推論過程は次のようなものである。「人は自分にとっての悪を欲するか」「否」。「では、盗むことは悪か」「然り」。「泥棒は盗むことを欲するか」「然り」。「したがって、[泥棒は]自分にとっての悪を欲している」。ここで「取る」という語は、彼が「泥棒が悪であるとしても、取ることもまた悪であるわけではない」と述べている箇所において、「盗む」の代わりに用いられている。ソフィストたちは、泥棒が悪であることを示すことによって盗むことが悪であると論証していた。そして彼らは、彼自身が泥棒の言明[=定義]と呼んだ泥棒の定義に基づいて泥棒が悪であることを示していた。なぜなら彼らが言うには、「他人のものを密かに取ることを欲する者が泥棒であり、これは悪であるとするならば、泥棒もまた悪である。それゆえ、盗むこともまた悪である。したがって、泥棒は自分にとっての悪を欲している」からである。アリストテレスはこれを解決して、「泥棒が悪であるとしても、取ることもまた悪であるわけではない」と言い添えたが、これは事実上「泥棒が悪であるとしても、盗むことを悪として欲しているのではなく善として欲している」と言っているのである。なぜなら、およそ人が求めるあらゆるものは、たとえ悪であるとしても善として求めるからである。それゆえ泥棒もまた、盗むことを悪としてではなく善として欲しているのである。したがって、自分にとっての悪を欲しているのではない。また、他人の財貨を取ることが取る者にとって悪ではなく、悪として取ろうと努めているのでもなく自分自身の善として努めているということは、諸悪の除去を通じて彼[アリストテレス]が論証した。「病を、悪であるにもかかわらず除去することが悪ではないのと同様に、他人の善い財貨を取ることもまた、取る者にとって悪ではない」と事実上述べることによって。なぜなら、『トピカ』で言われているように、それらの廃棄が悪であるようなものについては、その取得は善であるからである。しかるに財貨の廃棄は悪である。それゆえ[財貨の]取得は善である。したがって、盗むことは善である。これに対しては、「ならば、あらゆる取得が善なのではなく、このような取得[が善]なのである」と言うべきである。また、それに続く詭弁は次のようなものである。「もし不当に死ぬことが正当に死ぬことよりも望ましいならば(ちょうどソクラテスも『おおソクラテスよ、お前は不当に死ぬのだ』と言った者に対して、『ではお前は、私が正当に死ぬことを欲していたのか』と言ったように。なぜなら、正当に死ぬ者は殺人犯あるいは悪人としてこの受難を蒙るのに対し、不当に蒙る者はソクラテスのように正しい者だからである)、ソフィストたちが言うには、もし不当に死ぬことが正当に[死ぬこと]よりも望ましいならば、不正なこともまた正しいことよりも望ましい」。この詭弁の解決については、彼[アリストテレス]が少し下ったところで語るであろう。また、同じものが正しくもあり正しくもないと結論づけられる詭弁の推論過程は、少し後で明白に提示することにしよう。しかしその前に、語られている事柄の明確さのために、『倫理学』第5巻で語られたことを想起せねばならない。それはすなわち、本性上正しいことと、裁定者の意見によることと、法の規定に従って完了されたこととは別である、ということである。それゆえ、同じものが正しくもあり不正でもあることがありうる。というのも、法に従って正しいことが、本性上も、あるいは裁定者の意見においても正しいことは必然ではなく、むしろ本性に関しては不正でありながら、法律が規定するように生じたことに関しては正しいということがありうるからである。

構文注3 件
  1. 1.146λαβεῖν δὲ ἀντὶ τοῦ κλέπτειν ἐνταῦθα εἴληπται ἐν οἷς λέγει οὐ γάρ, εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ λαβεῖν ἐστι κακόν.

    主節の骨格は「λαβεῖν δὲ ἀντὶ τοῦ κλέπτειν ἐνταῦθα εἴληπται(ここで『取る』は『盗む』の代わりに取られている)」であり、前置詞句「ἐν οἷς λέγει...」はアリストテレスの原文の句「οὐ γάρ, εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ λαβεῖν ἐστι κακόν」を引用してその箇所を示している。

  2. 1.146ὧν γὰρ ἡ ἀποβολή, ὡς ἐν τοῖς Τοπικοῖς εἴρηται, κακόν, τούτων ἡ λῆψις ἀγαθόν

    関係節「ὧν ... ἡ ἀποβολὴ ... κακόν」が主節の指示代名詞「τούτων」に先行する関係詞構文。ὧν は属格で ἀποβολή に係り、「それらのものの廃棄/喪失が悪であるような(事物の)」を意味する。

  3. 1.146εἰ τὸ ἀποθανεῖν ἀδίκως αἱρετώτερον τοῦ δικαίως ἀποθανεῖν [...] εἰ οὖν τὸ ἀδίκως, φασὶν οἱ σοφισταί, ἀποθνήσκειν τοῦ δικαίως αἱρετώτερον, καὶ τὸ ἄδικον τοῦ δικαίου αἱρετώτερον.

    長い挿入句(ソクラテスの故事「ὥσπερ καὶ ὁ Σωκράτης...」)によって条件節の提示が中断されたため、「εἰ οὖν ...」によって条件節が再開され(resumptive εἰ οὖν)、帰結節「καὶ τὸ ἄδικον τοῦ δικαίου αἱρετώτερον」へと導かれている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlgX01.humanitext-grc1:171.22-172.26