- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:87.24-88.24
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスが358b34において海水の塩辛さと濃さが土的なものの混合によることを示す論証(蝋の器による淡水化、塩水に卵が浮く現象、死海やカオニアの泉、植物の灰からの製塩の事例)をアレクサンドロスが解説する。
" Ὅτι δ’ ἐστὶν ἐν μίξει τινὸς τὸ ἁλμυρόν." Πίστιν κομίζει τοῦ κατὰ μῖξίν τινος τὸν ἁλμυρὸν χυμὸν γίνεσθαι τὸ διὰ τῶν κηρίνων ἀγγείων τῶν εἰς τὴν θάλασσαν τιθεμένων τὸ εἰσιόν τε καὶ ἰκμάζον καὶ διηθούμενον ἀπ’ αὐτῆς ὕδωρ πότιμον εἶναι τῷ τὸ γεῶδες καὶ τὸ ποιοῦν τῇ μίξει ἁλμυρὸν τὸν χυμὸν διὰ τὴν παχύτητα ἀποκρίνεσθαι. τὸ γὰρ αὐτὸ τοῦτο μεμιγμένον αἴτιον καὶ τοῦ βάρους τῇ θαλάσσῃ καὶ τῆς παχύτητος. καὶ γὰρ ἱσταμένη τοῦ γλυκέος βαρυτέρα καὶ διὰ βαρύτητα καὶ διὰ παχύτητα φέρει τὰ πλοῖα, ἃ τὸ ἴσον γλυκὺ ὕδωρ οὐχ οἷόν τε φέρειν. τοῦ δὲ διὰ τὴν μῖξιν τοῦ τὸν χυμὸν ποιοῦντος παχύτερον γίνεσθαί τε καὶ εἶναι τὸ τῆς θαλάττης ὕδωρ τεκμήριον παρέθετο τὸ ἄν τις ὕδωρ ἁλμυρὸν ποιήσῃ1 ἅλας αὐτῷ μίξας, οὕτω παχύνεσθαι, ὡς τὰ ᾠὰ ἐπιπλεῖν ἐπ’ αὐτοῦ. σχεδὸν γὰρ ἔοικεν ἡ θάλασσα πηλῷ διὰ τὸ πολὺ τὸ σωματῶδες ἔχειν μεμιγμένον. λέγει δὲ καὶ τοὺς ταριχεύοντάς τι μιγνύναι ἅλας τῷ ὕδατι, καὶ σημεῖον τοῦ κεκρᾶσθαι τὴν ἅλμην καὶ καλῶς πεποιῆσθαι τὸ τὰ ᾠὰ πλήρη ὄντα ἐπιπλεῖν. μαρτυρίαν δὲ τοῦ κατὰ μῖξίν τινος γεώδους τόν τε χυμὸν ἁλμυρὸν γίνεσθαι καὶ παχύτερον ἅμα καὶ σωματωδέστερον τὸ ὕδωρ καὶ ἀπὸ ἱστοριῶν τινων παρατίθεται τήν τε ἐν Παλαιστίνοις λεγομένην λίμνην, ἣν ἅμα μὲν ἁλμυρὰν οὕτως εἶναι, ὡς μηδ’ ἰχθύν τινα ἐν αὐτῇ γίνεσθαι, ἅμα δὲ παχεῖαν οὕτως, ὡς μηδὲ εἰ συνδεθέν τι ζῷον τῶν βαρυτάτων εἰς αὐτὴν ἐμβληθῇ, καταφέρεσθαι αὐτὸ καὶ καταδύεσθαι, ἀλλὰ ἐπιπλεῖν·2 τὸ δ’ αὐτὸ τοῦτο ὕδωρ ῥύπτειν τὰ ἱμάτια, ἂν διασείσῃ τις ἐν αὐτῷ αὐτὰ βρέξας. ἀλλὰ καὶ ἐν Χαονίᾳ τις κρήνη πλατυτέρου ὕδατός ἐστιν, οὗ ἀφεψηθέντος καὶ ψυχθέντος καὶ ἀπατμίσαντος, ἅλες γίνονται. ὡς δ’ ἐν Χαονίᾳ τὸ ὕδωρ τὸ ἀπὸ τῆς λίμνης ἀφεψηθὲν καὶ ψυχθὲν ἅλες γίνεται διὰ τὸ εἶναι πλατύτερον καὶ ἔχειν γεῶδές τι μεμιγμένον, οὕτως φησὶ καὶ ἐν Ὀμβρικοῖς γίνεσθαι ἅλας· σχοίνους γὰρ εἶναι καὶ καλάμους πεφυκότας ἔν τινι τόπῳ, ὧν κατακαύσαντες τὴν τέφραν ἐμβάλλουσιν εἰς ὕδωρ καὶ ἀφέψουσιν· τὸ δ’ ὕδωρ ὅταν ψυχθῇ, ἁλῶν γίνεται πλῆθος. διὰ δὲ τούτου πιστοῦται ὅτι καὶ τὸ ἀπὸ τῆς λίμνης ὕδωρ τῆς ἐν Χαονίᾳ τὸ πλατὺ ἀφεψηθὲν καὶ ψυχθὲν ἅλες ἐγίνετο διὰ τὸ μεμῖχθαί τι ἐν τῷ ὕδατι, ὃ σημεῖον τοῦ ἐν τῷ πλατεῖ τε καὶ ἁλμυρῷ ὕδατι μεμῖχθαί τι.
「塩辛いものは何らかのものの混合のうちにあるということ。」 塩辛い味が何らかのものの混合によって生じることの確証として、彼[アリストテレス]は、海の中に沈められた蝋の器を通じて、そこへ浸入し染み込んで濾過される海からの水が飲用可能であるという事実を提示している。これは、土的なもの、すなわち混合によってその味を塩辛くしているものが、その濃さのために分離されるからである。なぜなら、混ざり合っているこの同じものが、海にとって重さと濃さの両方の原因だからである。現に[海水は]計量されると甘い[淡水]よりも重く、重さと濃さによって、同量の淡水が支えることのできない船を支える。そして、味を作り出しているものの混合ゆえに海の水がより濃くなり、また濃くあることの証拠として、彼[アリストテレス]は、もし人が塩を水に混ぜて水を塩辛くするならば、卵がその上に浮くほどに濃くなるという事実を挙げた。実際、海は多量の物体的なものが混ざり合っているために、ほとんど泥に似ている。また彼は、塩漬けを作る人々も水に塩を混ぜるのであり、塩水がよく調合されて巧みに作られた兆候は、中身の詰まった卵が浮くことである、とも述べている。また何らかの土的なものの混合によって、味が塩辛くなると同時に水がより濃く物体的なものとなることの証言を、彼[アリストテレス]はいくつかの歴史的報告からも提示している。すなわち、パレスティナで言われている湖であるが、それは魚さえその中に生じないほど塩辛いと同時に、もっとも重い動物のあるものが縛り合わされてそこへ投げ込まれたとしても、沈降して沈み込むことはなく、むしろ浮き上がるほどに濃い。そしてこの同じ水は、人が衣服をその水で濡らして揺すり洗うならば、衣服の汚れを落とす。さらにカオニアにも、より鹹い水の泉があり、その水が煮沸され、冷やされて蒸発すると塩が生じる。そして、カオニアにおいて湖からの水が、より鹹く土的な何かが混ざり合っているために、煮沸され冷やされることで塩となるのと同様に、オンブリコイ人たちの地でも塩が生じる、と彼[アリストテレス]は言う。というのも、ある場所に生えている藺草や葦があり、それらを焼き尽くした灰を人々が水の中へ投じて煮沸し、その水が冷めると多量の塩が生じるからである。そしてこのことによって、カオニアの湖からの鹹い水も、煮沸され冷やされたときに何かが水に混ざり合っているために塩となったのであり、このことは鹹く塩辛い水の中に何かが混ざり合っていることの兆候である、ということが確証されるのである。
- 2.7τοῦ δὲ διὰ τὴν μῖξιν τοῦ τὸν χυμὸν ποιοῦντος παχύτερον γίνεσθαί τε καὶ εἶναι τὸ τῆς θαλάττης ὕδωρ τεκμήριον παρέθετο τὸ ἄν τις ὕδωρ ἁλμυρὸν ποιήσῃ
主動詞 παρέθετο の直接目的語は τεκμήριον であり、これに同格として定冠詞 τὸ で導かれる条件文を伴う不定詞節 τὸ ἄν τις ... οὕτω παχύνεσθαι が結びつく。文頭の属格句 τοῦ ... παχύτερον γίνεσθαί τε καὶ εἶναι は、τεκμήριον に係る目的格的属格(「…ということの証拠」)である。
- 2.7ἣν ἅμα μὲν ἁλμυρὰν οὕτως εἶναι, ὡς μηδ’ ἰχθύν τινα ἐν αὐτῇ γίνεσθαι, ἅμα δὲ παχεῖαν οὕτως, ὡς μηδὲ εἰ συνδεθέν τι ζῷον τῶν βαρυτάτων εἰς αὐτὴν ἐμβληθῇ, καταφέρεσθαι αὐτὸ καὶ καταδύεσθαι, ἀλλὰ ἐπιπλεῖν
関係代名詞 ἣν は先行詞 λίμνην を受けつつ、παρατίθεται に従属する間接話法の主語として対格不定詞構文(ἣν ... εἶναι)を成している。後半の ὡς 節内には μηδὲ εἰ ... ἐμβληθῇ という挿入された仮定条件文が含まれ、その帰結が不定詞 καταφέρεσθαι ... ἀλλὰ ἐπιπλεῖν(主語は αὐτό)で表されている。
