← アフロディシアスのアレクサンドロス

アリストテレス『気象論』注解

§78.1-79.24

海の永遠性とデモクリトスの涸渇説の論駁

アリストテレスは海における塩分の起源と海の永遠性について問いを立て、宇宙が存在し続けるかぎり水循環によって海が完全に干上がることはないと論じて、海が干上がるとするデモクリトスらの見解を論駁する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.5#1

" Περὶ δὲ τῆς ἁλμυρότητος αὐτῆς λεκτέον." Περὶ δύο προβλημάτων τὴν πρόθεσιν ποιεῖται, περί τε τῆς ἐν τῇ θαλάσσῃ ἁλμυρότητος, πόθεν ἐστί, καὶ εἰ ἡ αὐτὴ θάλασσα ἀεὶ κατ’ ἀριθμὸν μένει ἢ οὐδὲ κατ’ εἶδος ἀΐδιος μένει, ἀλλ’ ἦν τέ τις χρόνος ὅτε οὐκ ἦν θάλασσα, καὶ ἔσται τις πάλιν ὅτε οὐκ ἔσται, ἀλλὰ ὑπολείψει καὶ φθαρήσεται. καὶ πρῶτόν γε ποιεῖται τὸν λόγον περὶ τοῦ δευτέρου· ζητεῖ γὰρ πότερον ἀΐδιος ἢ οὔ, καὶ εἰ ἀΐδιος, πότερον κατ’ εἶδος ἢ κατὰ τὸν ἀριθμόν, ὡς ἡ αὐτὴ κατ’ ἀριθμὸν σώζεσθαί τε καὶ μένειν. ὅσοι μὲν οὖν τὸν κόσμον γεγονέναι φασίν, οὗτοι καὶ τῆς θαλάσσης γένεσιν ποιοῦσιν· ἅμα γὰρ τῷ κόσμῳ γεννῶσι καὶ ταύτην· ὥστε δῆλον ὅτι εἰ μὴ γένοιτο ὁ κόσμος ἀλλ’ ἀΐδιος εἴη, οὐδ’ ἂν τῆς θαλάσσης γένεσις εἴη. δέδειχε δ’ αὐτὸς ἐν τοῖς Περὶ οὐρανοῦ ὅτι ἀΐδιος ὁ κόσμος. τὸ δὲ μὴ σὺν τῷ κόσμῳ γίνεσθαί τε καὶ φθείρεσθαι λέγειν τὴν θάλασσαν, ἀλλὰ φθορὰν αὐτῆς ὑποτίθεσθαι καθ’ αὑτὴν σωζομένου τοῦ κόσμου ἄτοπον, ὡς Δημόκριτος οἴεται. οὗτος γὰρ ἡγεῖται ἀεὶ αὐτὴν ἐλάττω γινομένην διὰ τὰς ἀποκρίσεις τε καὶ ἀναθυμιάσεις τέλος ποτὲ ἀναλωθήσεσθαι καὶ ξηρανθήσεσθαι. τὸν δὴ οὕτως ὑπολαμβάνοντα γίνεσθαί φησι μηδὲν διαφέρον λέγειν τῶν Αἰσωπείων μύθων.1 καὶ γὰρ ὁ Αἴσωπος τὸν πορθμέα δεδιττόμενος ὡς οὐκ ἀεὶ τὸ ἔργον ἕξοντα, μυθολογεῖ ὡς πολλῆς οὔσης τῆς θαλάσσης καὶ πάσῃ τῇ γῇ περικεχυμένης ἡ Χάρυβδις ἀναρροφήσασα τὸ μὲν πρῶτον ἀπανάλωσεν αὐτῆς τοσοῦτον, ὡς τὰ ὄρη τῆς γῆς φανερὰ γενέσθαι, τὸ δὲ δεύτερον τὰς νήσους, τὸ δὲ τρίτον ῥοφήσασα παντελῶς τὴν γῆν ξηρὰν ποιήσει. ἀλλ’ ἐκείνῳ μὲν ἥρμοζεν ὀργιζομένῳ πρὸς τὸν πορθμέα διὰ τοῦ τοιούτου μύθου αὐτὸν φοβεῖν· ἧττον δὲ πρέπει τοῖς τὴν ἀλήθειαν ζητοῦσι μύθους λέγειν· ὅτι γὰρ ψεῦδος καὶ μυθῶδες τὸ λεγόμενον, ἑξῆς λέγει. δι’ ἣν γὰρ αἰτίαν τὸ πρῶτον ἀνάγοντος τοῦ ἡλίου τὰς ἀναθυμιάσεις ἔμεινεν ἡ θάλασσα καὶ οὐκ ἀνηλώθη, εἴτε διὰ βάρος, ὡς ἡμεῖς τε εἰρήκαμεν καί τινες καὶ τῶν ἀρχαίων λέγουσιν (οὐ γὰρ χαλεπὸν τὸ συνιδεῖν ὅτι αὕτη τοῦ ὑπομένειν τὴν θάλασσαν ἡ αἰτία) εἴτε καὶ δι’ ἄλλο τι ὑπέμεινε, δι’ αὐτὸ τοῦτο ἀναγκαῖον ὑπομένειν αὐτὴν καὶ ἐν τῷ μετὰ ταῦτα χρόνῳ καὶ μὴ ἀνάγεσθαι. εἰ μὲν γὰρ τὸ ἀναχθὲν ὑπὸ τοῦ ἡλίου μὴ συστὰν πάλιν κατεφέρετο, ἠδύνατο ἀεί τινος ἀπὸ τῆς θαλάσσης ἀναφερομένου τὸ τελευταῖον ἀναχθῆναι πᾶσα· εἰ δ’ ἀεὶ τὸ ἀνενεχθὲν καταφέρεται πάλιν, καὶ πάλιν ἀπὸ τοῦ παντὸς ὕδατος ἀναφέρεταί τι, ἀναγκαῖον, ἔστ’ ἂν τοῦτο γίνηται (ἔσται δὲ τοῦτο, ἔστ’ ἂν ὁ κόσμος ᾖ) τὸ μὲν τοιοῦτον ὁποῖον καὶ πρῶτον ἀνηνέχθη ἀεὶ ἀναφέρεσθαι, τὸ δ’ ὅμοιον τῷ τὴν ἀρχὴν ὑπολειφθέντι ἀεὶ ὑπολείπεσθαι. πρὸ γὰρ τοῦ τὸ ὑπολειπόμενον ἀναξηρανθῆναι φθάνει τὸ πρῶτον ἀνενεχθὲν καταφέρεσθαι καὶ μίγνυσθαι τῷ ὑπολειφθέντι καὶ χορηγεῖν τῇ ἀναφορᾷ. εἰ μὲν οὖν τὸν ἥλιον παύσει τις τῆς φορᾶς φθείρας, οὐδὲ τὴν ἀρχὴν ἄν τι ἀνάγοιτο ἔτι, εἴ γε παρὰ τούτου καὶ τῆς τούτου διὰ τὴν ποιὰν κίνησιν σχέσεως πρὸς τὰ περίγεια αἵ τε ἀναθυμιάσεις καὶ αἱ τοῦ ὑγροῦ ἀναφοραί· μηδενὸς δὲ ἀναφερομένου οὐδ’ ἂν ξηραίνοιτο ἡ θάλασσα, τοῦ ξηραίνοντος οὐκ ὄντος· εἰ δὲ τηρήσει τὴν περιφοράν, ἀεὶ τὰ αὐτὰ ἔσται· πλησιάζων μὲν γὰρ ὁ ἥλιος τῇ γῇ ἀεὶ ἀπ’ αὐτῆς τὸ πότιμον ἀνάξει, καταλείψει δὲ τὸ βαρύ τε καὶ ἁλμυρόν, ἀποχωρῶν δὲ πορρωτέρω ἀπ’ αὐτῆς ἀφήσει πάλιν τὸ ἀνενεχθέν. ταύτην δέ φησι τὴν δόξαν περὶ τῆς θαλάσσης λαβεῖν τοὺς οὕτως λέγοντας διὰ τὸ πολλοὺς τόπους φαίνεσθαι νῦν ξηροτέρους γεγονότας, οἳ πρότερον οὐκ ἦσαν τοιοῦτοι. τούτου δ’ ἡ αἰτία προείρηται, ὅτι γινομένων τινῶν κατά τινας χρόνους κατὰ μέρη τῆς γῆς ὑπερβολῶν ὕδατος καὶ ἐπιλαμβανόντων πολλὰ καὶ τῶν πρότερον ξηρῶν, κατ’ ὀλίγον ταῦτα πάλιν εἰς τὸ ἀρχαῖον ἐπάνεισι διατμιζόμενα· ὁμοίως καὶ εἰ καῦμα πλεῖον διὰ χρόνου τινὸς γινόμενον ἔν τισι μέρεσιν ἐξήρανέ τινα τῆς γῆς, ἃ πάλιν καὶ αὐτὰ προϊόντος τοῦ χρόνου ἔνυδρα γίνεται. οὐ γὰρ εἰ τὰ μόρια τοῦ παντὸς γίνεταί τε καὶ πάλιν φθείρεται, διὰ τοῦτο καὶ τὸ ὅλον·2 οὐ γὰρ πάντα τὰ μέρη τοῦ παντὸς τοιαῦτα, ἀλλὰ τὰ περίγεια ἀνακυκλεῖται μεταβάλλοντα εἰς ἄλληλα παρὰ τὴν τῶν θείων σωμάτων διὰ τὴν κίνησιν ποιὰν σχέσιν πρὸς αὐτά, ὡς κατὰ μὲν τὸ εἶδος ἄφθαρτα καὶ ταῦτα μένειν, κατὰ δὲ τὸν ἀριθμὸν ὑπαλλάσσεσθαι καὶ ἄλλοτε ἄλλα γίνεσθαι.

「その塩分について語らねばならない。」 彼は二つの探究課題についての提示を行っている。すなわち、海における塩分はどこから来るのかということと、同じ海が常に数において留まるのか、あるいは種においてすら永遠に留まるのではなく、海が存在しなかった或る時があり、また海が存在しなくなって涸渇し消滅する或る時が再び訪れるのかということである。そして彼はまず第二の問いについて議論を行う。なぜなら、海が永遠であるか否か、そしてもし永遠であるとすれば、種において永遠なのか、それとも同じ海が数において保たれ留まるように数において永遠なのかを問究するからである。したがって、宇宙が生成したと主張する人々は、海の生成もまた認めることになる。なぜなら彼らは宇宙とともに海をも生成させるからである。それゆえ、もし宇宙が生成したのではなく永遠であるとすれば、海の生成もありえないということは明白である。そして彼[アリストテレス]自身は『天体論』において宇宙が永遠であることを証明した。しかし、宇宙とともに海が生成し消滅するとは言わず、デモクリトスが考えているように、宇宙は保たれているのに海自身の消滅を想定することは不合理である。実際、デモクリトスは、海は分離と蒸発によって常に小さくなり、いつの日か最後には尽き果てて乾燥してしまうと考えている。そこで、[事態が]そのように生じると受け取っている者は、イソップの寓話と何ら異なることを言っていない、と彼[アリストテレス]は述べる。実際、イソップは、渡し守に対して常にその仕事があるわけではないと脅して、海が広大であって全土を取り巻いていたとき、カリュブディスが海を飲み込み、まず一度目には大地の山々が顕わになるほどに海を涸渇させ、二度目には島々を顕わにし、三度目に飲み込んだときには大地を完全に干上がらせるであろう、という寓話を語っている。しかし、渡し守に対して怒ってそのような寓話によって彼を脅かすことはイソップには相応しかったが、真理を探究する者たちにとって寓話を語ることはあまり相応しくない。なぜなら、語られていることが虚偽であり作り話であることは、彼[アリストテレス]が続けて述べているからである。実際、太陽が蒸発物を吸い上げているにもかかわらず、そもそも最初に海が残り続け尽き果てなかった原因が、私たちが述べており古代の人々の幾人かも述べているように重さによるものであれ(なぜならこれが海が留まり続ける原因であると見て取ることは困難ではないからである)、あるいは他の何らかの理由によって留まり続けたのであれ、まさにこの同じ原因によって、海は以後の時間においても留まり続け、吸い上げられて尽きてしまわないことが必然的である。もし太陽によって吸い上げられたものが再び凝結して降下しないのであれば、海から常に何かが吸い上げられることによって最終的には海全体が吸い尽くされることも可能であったろう。しかし、吸い上げられたものが常に再び降下し、万有の水から再び何かが吸い上げられるのであれば、これが生じているかぎり(そして宇宙が存在するかぎりこれは生じ続けるであろうが)、最初に吸い上げられたようなものが常に吸い上げられ、最初に残されたものと似たものが常に残されることが必然的である。なぜなら、残されているものが干上がるよりも前に、最初に吸い上げられたものが先に降下して残されたものと混ざり合い、蒸発を補充するからである。したがって、もし誰かが太陽を消滅させてその運行を止めるならば、そもそももはや何も吸い上げられなくなるであろう。もし確かに蒸発物や水分の吸い上げが、太陽と、太陽の特定の運動による地上への関係とに起因するのであればのことである。しかし何も吸い上げられないとすれば、乾燥させるものが存在しない以上、海が干上がることもないであろう。これに対して、もし太陽がその周回運行を保ち続けるならば、常に同じ事態が生じるであろう。なぜなら、太陽は大地の近くにあるときには大地から常に飲用に適する水を吸い上げ、重く塩辛い水を残すであろうが、大地からより遠くへと去るときには、吸い上げられたものを再び降らせるからである。そして、そのように述べる人々が海についてこのような臆説を抱いたのは、現在では以前はそのようではなかった多くの場所がより乾燥しているように見えることによる、と彼[アリストテレス]は言う。このことの原因はすでに述べられており、ある時期に大地の各部分において水が過剰となり、以前は乾燥していた場所の多くをも覆うことが生じるものの、これらは蒸発することによって少しずつ再び元の状態へと戻るからである。同様に、ある時期に特定の地域でより強い熱が生じて大地のある部分を干上がらせたとしても、時が経つにつれてそれらもまた再び水を含むようになる。万有の諸部分が生成し再び消滅するからといって、それゆえに全体も[生滅する]わけではない。なぜなら万有のすべての部分がそのような性質を持つわけではなく、地上にあるものは、天体の運動による地上への特定の関係に基づいて互いに変化しつつ循環し、その結果、これら地上にあるものも種においては不滅のまま留まるが、数においては入れ替わり、時によって異なるものとなるからである。

構文注2 件
  1. 2.5τὸν δὴ οὕτως ὑπολαμβάνοντα γίνεσθαί φησι μηδὲν διαφέρον λέγειν τῶν Αἰσωπείων μύθων

    主動詞 φησι に対して、対格 τὸν ... ὑπολαμβάνοντα を意味上の主語とする対格不定詞構文(λέγειν)が導かれている。分詞 ὑπολαμβάνοντα 自体が不定詞 γίνεσθαι(「[事態が]そのように生じる[と受け取る]」)を目的語節として従えており、文全体の骨格は「そのように生じると受け取っている者が、イソップの寓話と何ら異ならないことを語っている、と彼[アリストテレス]は言う」となる。

  2. 2.5οὐ γὰρ εἰ τὰ μόρια τοῦ παντὸς γίνεταί τε καὶ πάλιν φθείρεται, διὰ τοῦτο καὶ τὸ ὅλον

    文頭の否定辞 οὐ は条件文全体を否定しており、「全体の部分が生滅するからといって、それゆえに全体も[生滅する]わけではない」という論理構造を示す。帰結節 διὰ τοῦτο καὶ τὸ ὅλον の末尾には、条件節から動詞 γίνεταί τε καὶ φθείρεται が省略されており、構文上これを補って解釈する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:78.1-79.24