- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:6.31-8.20
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アレクサンドロスは、気象現象の質料因(四元素)と作用因(天球の永遠の運動)に関するアリストテレスの議論を釈義し、四元素の相互変化の根拠として共通の基底物質を挙げたうえで、空気の性質・配置・体積および月下界の空間構造をめぐる続く問題提起を予告する。
" Ὥστε τῶν συμβαινόντων περὶ αὐτὸν πῦρ μὲν καὶ γῆν καὶ τὰ συγγενῆ τούτοις." Περὶ αὐτὸν οὐκέτ’ ἂν λέγοι τὸν περίγειον κόσμον, ἀλλὰ τὸν σύμπαντα. τῶν γὰρ ἐν τῷ σύμπαντι κόσμῳ συμβαινόντων τε καὶ γινομένων, φησί, πῦρ μὲν καὶ γῆν καὶ ἀέρα καὶ ὕδωρ (ταῦτα γὰρ τὰ συγγενῆ τοῖς προειρημένοις) ὡς ὕλην αἴτια χρὴ νομίζειν· ταῦτα γὰρ τὰ πάσχοντά τε καὶ μεταβάλλοντα, καὶ ἐκ τούτων ὡς ἐξ ὕλης γίνεται ταῦτα, περὶ ὧν ζητοῦμεν τὰς αἰτίας. ἢ δύναται καὶ τοῦτο περὶ τοῦ περιγείου κόσμου λέγειν· ἐν τούτῳ γὰρ τὰ συμβαίνοντα, περὶ ὧν ὁ λόγος. εἰπὼν δὲ ὡς ἐν ὕλης εἴδει τῶν γινομένων αἴτια χρὴ νομίζειν, διὰ τί ὡς ἐν ὕλης εἴδει εἶπεν ἐδήλωσεν ἐπενεγκὼν τὸ γὰρ ὑποκείμενον καὶ πάσχον τοῦτον προσαγορεύομεν τὸν τρόπον· ὕλην γὰρ τὸ τοιοῦτον καλοῦμεν, ὡς οὐ πάνυ δὲ τοῦ τῆς ὕλης ὀνόματος καθωμιλημένου τοῦτο προσέθηκε. ποιητικὸν δὲ αἴτιον αὐτῶν καὶ τὸ ὡς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως ἡ τῶν θείων σωμάτων ἀίδιος κίνησις καὶ ἡ δύναμις ἡ ἀπὸ τῆς γειτνιάσεως ἀπ’ ἐκείνων ἐπιγινομένη τοῖσδε τοῖς σώμασιν, ἣν καὶ φύσιν ἄν τις εὐλόγως ὀνομάζοι· αὕτη γὰρ ἡ δύναμις αἰτία πάντων τῶν φύσει τε καὶ κατὰ φύσιν γίνεσθαι πεπιστευμένων. Εἰπὼν δὲ ταῦτα ἀναλαβόντας φησὶ δεῖν τὰς ἐξ ἀρχῆς θέσεις,1 τουτέστι τὰ κείμενα ὡς ἀρχὰς καὶ ὡμολογημένα, καὶ τοὺς εἰρημένους περὶ αὐτῶν ἐν τοῖς πρώτοις διορισμούς, τούτοις ἑπομένως λέγειν τὰς τῶν προκειμένων αἰτίας κατὰ τὴν πρὸς ἐκείνας ἀκολουθίαν. τίνα δέ ἐστιν ἃ ἀναλαμβάνει καὶ οἷς χρήσεται, προείρηκε. τούτοις γὰρ χρήσεται τῶν κειμένων, τῷ τὸ μὲν θεῖον εἶναι σῶμα ἀπαθές τε ὂν καὶ ἀναλλοίωτον καὶ ἀΐδιόν τε καὶ συνεχῆ κίνησιν κινούμενον, τὰ δὲ παθητά τε ὑπ’ ἐκείνου καὶ τρεπτὰ καὶ εἰς ἄλληλα μεταβάλλοντα, ὃ καὶ αὐτὸς ἐδήλωσεν ἐπενεγκὼν τὸ φαμὲν δὲ πῦρ καὶ ἀέρα καὶ ὕδωρ καὶ γῆν γίνεσθαι ἐξ ἀλλήλων καὶ ἕκαστον ἐν ἑκάστῳ ὑπάρχειν τούτων δυνάμει. εἰπὼν δὲ τοῦτο ἅμα προσέθηκε καὶ τὴν αἰτίαν τῆς εἰς ἄλληλα τῶν σωμάτων τούτων μεταβολῆς· ὅτι γὰρ ἐκ κοινῆς τινος ὑποκειμένης ὕλης ἡ γένεσις αὐτοῖς. πᾶσι γὰρ καὶ τοῖς οὐ φυσικοῖς ἡ εἰς ἄλληλα γίνεται μεταβολή, οἷς ἕν τι καὶ τὸ αὐτὸ ὑπόκειται, εἰς ὃ ἔσχατον ἀναλύονται. τά τε γὰρ ἐκ κηροῦ γινόμενα σχήματα εἰς ἄλληλα μεταβάλλει τῷ κοινὸν αὐτοῖς τὸν κηρὸν ὑποκεῖσθαι, ὁμοίως δὲ καὶ τὰ ἐκ χαλκοῦ, καὶ καθόλου ἡ τῶν ἐναντίων εἰς τὰ ἐναντία γίνεται μεταβολὴ τῷ κοινὸν αὐτοῖς εἶναι τὸ ὑποκείμενον. Ὑπομνήσας δὲ τοῦ ὅτι τὰ στοιχεῖα εἰς ἄλληλα μεταβάλλει, χρήσιμον πρὸς τὰ προκείμενα ἐσομένην αὐτῷ προαπορεῖ τινα ἀπορίαν. ἔστι δὲ αὕτη, τίς ἡ τοῦ ἀέρος φύσις καὶ τίνι τῶν ἄλλων σωμάτων διαφέρει, ἐξ ὧν ὁ περίγειος κόσμος ἐστίν· ἔτι τε τίνα τάξιν τέτακται πρὸς τὰ ἄλλα τὰ καὶ αὐτὰ καλούμενα στοιχεῖα τῶν σωμάτων. τῶν γὰρ σωμάτων τὰ μὲν στοιχεῖα καλεῖται, ὡς πῦρ ἀήρ, ὕδωρ γῆ, οὐκ ὄντα μὲν ἁπλῶς στοιχεῖα, τῶν μέντοι συνθέτων σωμάτων ὄντα στοιχεῖα, τὰ δέ τινά ἐστιν, ἃ ἤδη ἐκ τούτων γίνεται. ἐν δὲ τῷ ζητεῖν ταῦτα περὶ τοῦ ἀέρος ζητήσει καὶ περὶ τοῦ μεγέθους αὐτοῦ, ὃ χρησιμώτατον ἔσται αὐτῷ ὁρισθὲν πρὸς τὴν τῶν προκειμένων θεωρίαν. ὄντος γὰρ δήλου τοῦ τῆς γῆς ὄγκου τε καὶ μεγέθους, πηλίκον τί ἐστιν ὡς πρὸς τὰ περιέχοντα αὐτὴν σώματα (ὡς γὰρ πρὸς ταῦτα συγκρινομένη οὐ μέγα· λέγοι δ’ ἂν περιέχοντα τὴν γῆν μεγέθη τάς τε τοῦ κυκλοφορητικοῦ σώματος σφαίρας καὶ τὰ ἐν αὐταῖς ἄστρα· καὶ γὰρ ἄστρων τινῶν πολὺ ἐλάττων οὖσα ὦπται διὰ τῶν ἀστρολογικῶν θεωρημάτων· δείκνυται γὰρ ὁ ἥλιος αὐτῆς ἑκκαιδεκαπλάσιος ὤν) πρόδηλον δὲ καὶ τὸ τοῦ ὕδατος μέγεθος ὅσον τι· οὐ γάρ ἐστιν ἀφωρισμένον τὸ ὕδωρ αὐτὸ καθ’ αὑτὸ οὐδὲ ἐνδέχεται εἶναι, ἀλλ’ ἔστιν ἐν ταύτῃ καὶ ταύτῃ περικέχυται. ὄντων δὲ τούτων οὐκ ἀφανῶν, μετὰ ταῦτα ζητεῖ2 τί τὸ μεταξὺ τούτων τε καὶ τῶν ἐσχάτων ἄστρων, ἔσχατα λέγων τὰ πρὸς ἡμᾶς αὐτῶν, οἷον τὴν σελήνην, πότερον οὖν τοῦτο τὸ μεταξὺ ἕν τί ἐστι σῶμα ἢ πλείω, καὶ εἰ πλείω, πόσα· καὶ μέχρι ποῦ διώρισται τοῖς τόποις, τουτέστιν τίς ἑκάστου τόπος αὐτῶν. ἐπεὶ δὲ χρήσιμον αὐτῷ πρὸς τὴν δεῖξιν τοῦ ὅτι μὴ ἔστιν ἓν σῶμα μόνον τὸ μεταξύ, ἀλλ’ ἔνεστιν ἐν τῷ μεταξὺ τούτῳ καὶ τὸ πῦρ3 τὸ δειχθῆναι τὸ κυκλοφορητικὸν σῶμα μὴ ὂν πῦρ, ὑπομιμνήσκει ἡμᾶς πρῶτον τῶν περὶ ἐκείνου ἐν τοῖς Περὶ οὐρανοῦ δεδειγμένων, ὅτι ἄλλο τι σῶμα ἐκεῖνο παρὰ τὰ παθητά τε καὶ ἐν γενέσει σώματα.
「したがってこれの周りで生起することどものうち、火と土、およびこれらと同種のものたちが[質料としての原因である]。」 「これの周りで」とは、もはや地上の宇宙秩序ではなく、宇宙秩序全体を指して言っているのだろう。なぜなら彼は、宇宙秩序全体において生起し生じることどものうち、火、土、空気、水(これらこそが先述のものたちと同種のものたちである)を質料としての原因と見なすべきであると言っているからである。これらこそが作用を受け変化するものであり、われわれが原因を探究しているこれらの事象は、これらから質料からであるように生じるからである。あるいは、このことを地上の宇宙秩序について語っているとすることも可能である。論じられている生起することどもは、これの内部にあるからである。そして[それらを]「生じるものたちの質料の種においての原因と見なすべきである」と述べた後、なぜ「質料の種において」と言ったのかを、「なぜなら基底にあり作用を受けるものを、われわれはこの仕方で呼ぶからである」と付加することによって明らかにした。このようなものをわれわれは「質料」と呼ぶが、質料という名がそれほど広く普及していなかったかのように、彼はこのことを言い添えたのである。これに対してそれらの作因であり、「運動の始原がそこからであるようなもの」とは、神的な諸物体の永遠の運動と、それらの近接によってそれらからこれらの物体に生じる能力であり、この能力を人は理に適って「自然」とも名づけうるであろう。この能力こそが、自然によってまた自然に従って生じると信じられているすべての事象の原因だからである。そしてこれらを述べた後、最初からの諸前提、すなわち諸始原として措定され合意された事柄と、最初の〔箇所〕においてそれらについて語られた諸規定を想起したうえで、それらへの整合性に従って、これらに連動して眼前の主題の原因を語るべきであると彼は言う。そして彼が想起し利用するつもりのものが何であるかを、あらかじめ語っている。すなわち措定された事柄のうち、神的な物体は作用を受けず変質せず永遠で連続的な運動を行っているのに対し、[四つの物体は]それによって作用を受けるものであり可変的で互いに変化しあうという前提を彼は利用するのであり、このことを彼自身も「われわれの主張によれば、火、空気、水、土は互いから生じ、これらのおのおのはおのおののうちに潜勢態として内在している」と付加して明らかにした。そしてこう述べることによって、同時にこれら諸物体の相互への変化の原因をも言い添えた。なぜならそれらにとっての生成は、ある共通の基底物質から成るからである。およそ相互への変化は、究極的にそれに解体されるような何らかの一つの同一のものが基底にあるすべてのものに生じるのであり、自然的なものでないものにも生じるのである。現に蝋から作られる諸形状は、蝋がそれらにとって共通のものとして基底にあることによって相互に変化し、同様に青銅から作られる諸形状もそうであって、おしなべて反対のものたちの反対のものたちへの変化は、基底にあるものがそれらにとって共通であることによって生じる。そして諸元素が相互に変化することを想起させた後、彼にとって目前の課題に有用となるであろうある難問をあらかじめ提示する。それは、地上の宇宙秩序を構成する諸物体のうち、空気の自然本性はいかなるものであり、他の諸物体と何によって異なるのか、さらには、それ自体も諸物体の諸元素と呼ばれる他のものたちに対してどのような位置に配置されているのか、という難問である。諸物体のうちあるものは、火、空気、水、土のように、端的な諸元素ではないものの複合的な諸物体の諸元素であることによって「諸元素」と呼ばれ、他のあるものは、すでにこれらから生じるものたちだからである。そして空気についてこれらを探究するなかで、その大きさについても探究することになるが、その大きさが規定されることは、彼にとって眼前の主題の考察にきわめて有用となるであろう。なぜなら、大地の体積と大きさが、それを取り囲む諸物体に比べてどれほどのものかが明白である一方(これらに比較されると大地は大きくない。大地を取り囲む大きさとして、円運動をする物体の諸天球とその中にある天体たちを指して言っているのだろう。事実、天文学の諸定理を通じて、大地はある天体たちよりもはるかに小さいことが観察されている。現に太陽はそれの十六倍であることが論証されているからである)、水の大きさがどれほどであるかもあらかじめ明白だからである(水はそれ自体で独立に境界づけられてはいないし、そうあることもできず、大地の中にあって大地の周りに注ぎかけられているからである)。これらが不明瞭でない以上、彼はその後に、これらと最も外側の天体たち――最も外側とは、月のようにわれわれにとって最も近いもののことである――との中間にあるものが何であるか、すなわちこの中間にあるものは何か一つの物体なのか、それとも複数なのか、そして複数ならいくつなのか、またそれらは諸場所においてどこまで区分されているのか、すなわちそれらのおのおのの場所は何であるかを探究する。そして、中間にあるものは一つの物体だけではなく、この中間のものの中には火も含まれているという論証にとって、円運動をする物体が火ではないことが論証されることが彼にとって有用であるため、彼はまず『天体論』においてあの物体について論証された事柄、すなわちあの物体が作用を受ける生滅のうちにある諸物体とは別の何らかの物体であるということをわれわれに想起させるのである。
- 1.5ἀναλαβόντας φησὶ δεῖν τὰς ἐξ ἀρχῆς θέσεις
非人称動詞 δεῖν(δεῖ の間接話法的不定詞)に対する意味上の主語として、対格分詞 ἀναλαβόντας(一般の探究者・著者を指す対格複数)が立てられている。この対格不定詞構文全体が φησί の目的語となっている。
- 1.5ὄντος γὰρ δήλου ... πρόδηλον δὲ καὶ ... ὄντων δὲ τούτων οὐκ ἀφανῶν, μετὰ ταῦτα ζητεῖ
主動詞 ζητεῖ(彼は探究する)に至る文構造。ὄντος δήλου(属格独立構文)で地球の大きさが明白であることを述べ、対照的に πρόδηλον δὲ καὶ... と主格述語で水の大きさの自明性を並列し、これらを ὄντων δὲ τούτων οὐκ ἀφανῶν(ふたたび属格独立構文)によって総括したうえで、主節の μετὰ ταῦτα ζητεῖ に接続している。
- 1.5ἐπεὶ δὲ χρήσιμον αὐτῷ ... τὸ δειχθῆναι τὸ κυκλοφορητικὸν σῶμα μὴ ὂν πῦρ
ἐπεί(〜なので)節の主語は冠詞付き不定詞句 τὸ δειχθῆναι(論証されること)であり、χρήσιμον はその述語形容詞。この受動態不定詞 δειχθῆναι はさらに補文として分詞構文(τὸ κυκλοφορητικὸν σῶμα μὴ ὂν πῦρ、「円運動する物体が火ではないこと」)を従えている。
