- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:46.19-47.26
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレス『気象論』1巻10章に基づき、露と霜が晴天・無風時にのみ生じ高山で生じない理由、および通常は南風で生じる露がポントス地方に限って北風の反周囲凝縮によって生じる理由を注解する。
πρὸς δὴ τὸ ταύτην ἀδιάκριτον οὖσαν ἔτι παγῆναι πολλοῦ ψυχροῦ δεῖ. ἀμφότερα δέ φησι καὶ τὴν πάχνην καὶ τὴν δρόσον γίνεσθαι αἰθρίας τε καὶ νηνεμίας. αἰθρίας μὲν γὰρ μὴ οὔσης οὐκ ἂν ἡ ἀτμὶς ἀναφέροιτο· ξηρότητος γὰρ δεῖ πρὸς τὴν ἀναγωγὴν αὐτῆς καὶ λεπτότητος τῆς δι’ οὗ ἀναφέρεται· ἀνέμου δὲ ὄντος οὐκ ἂν συνίσταιτο, ἀλλὰ διασκίδναιτο ἂν καὶ διαφθείροιτο. σημεῖον δὲ ποιεῖται τοῦ τὴν τούτων σύστασιν, δρόσου καὶ πάχνης, μὴ γίνεσθαι1 πόρρω τῆς γῆς μηδὲ ἐπὶ πολὺ μετεωριζομένης τῆς ἀτμίδος τὸ ἐπὶ τοῖς ὄρεσι μηδέτερον αὐτῶν γίνεσθαι. αἰτίας δὲ ἀποδίδωσι τοῦ μὴ γίνεσθαι ταῦτα ἐπὶ τῶν ὀρῶν μίαν μὲν ὅτι ἡ ἀτμὶς ἀνάγεται ἐκ τῶν κοίλων καὶ ἐφύδρων τόπων, ὡς ἄν ἐνταῦθα πλείστη γινομένη, ἡ δὲ θερμότης ἡ ἀνάγουσα αὐτήν, ἐλάττων οὖσα τῆς ἀναγομένης, ὡς φορτίον πλεῖον ἢ κατ’ αὐτὴν φέρουσα ὀλίγον αὐτὴν μετεωρίσασα ἀφίησι πάλιν· ἄλλην δὲ ὅτι ὁ ἀὴρ ὁ ἐν τοῖς ὑψηλοτέροις καὶ ὁ πλησίον τῶν ὀρῶν ῥεῖ καὶ κινεῖται συνεχῶς συνεφελκόμενος καὶ αὐτὸς τῇ τοῦ παντὸς περιφορᾷ, τῇ κινήσει δὲ διακρίνει τὰς ἐν τούτοις τοῖς τόποις γενομένας ἀναθυμιάσεις· ὁ γὰρ κοῖλος ἀὴρ καὶ ὁ μεταξὺ τῶν ὀρῶν ἐστιν ὁ μὴ συνεπισπώμενος ὑπὸ τῆς τοῦ παντὸς περιφορᾶς. λέγει δὲ καὶ γίνεσθαι τὴν δρόσον ἐν μὲν τοῖς ἄλλοις χωρίοις νοτίου τοῦ καταστήματος ὄντος ἀλλ’ οὐ βορείου, ἐν δὲ τῷ Πόντῳ μόνῳ βορείοις ἀλλ’ οὐ νοτίοις. οὗ αἰτίαν ἀποδίδωσιν ὅτι γίνεται μὲν ἡ δρόσος εὐδίας, οὐ χειμῶνος, ἔστι δὲ ἐν μὲν τοῖς ἄλλοις τόποις ὁ νότος εὐδιεινός, ὁ δὲ βορέας χειμερινός· διὰ τὴν ψυχρότητα οὖν ἐκ τῆς ἀναθυμιάσεως τῆς ἀνεχθείσης ἄνω ὑπὸ τῆς θερμότητος σβέννυσι τὴν θερμότητα, ἄλλως τε καὶ ὀλίγην οὖσαν· διὰ γὰρ ὀλιγότητα θᾶττον ἀπολείπουσα τὸ ἀναφερόμενον αἰτία γίνεται τῆς δρόσου· εὐψυκτότερον δὲ τὸ ὀλίγον· μὴ ἀναφερομένη δὲ οὐδὲ δρόσος γίνεται. ἐν δὲ τῷ Πόντῳ ὁ μὲν νότος εἰ καὶ θερμότερός ἐστι τοῦ βορέου, ἀλλ’ οὐχ οὕτως γέ ἐστιν εὐδιεινός, ὡς ποιεῖν ἀναθυμιάσεις· ὁ δὲ βορέας διὰ τὴν ψυχρότητα ἀντιπερίστησι τὸ θερμὸν εἰς τὴν γῆν, ἐν ᾗ πλεῖον γινόμενον ἀτμίζει. ὅτι δὲ ἡ ἀντιπερίστασις τοῦ θερμοῦ ἡ ὑπὸ τοῦ βορρᾶ γινομένη διὰ ψυχρότητα κατὰ γῆς ἀτμίζει, σημεῖον παρέθετο τὸ καὶ ἐν τοῖς ἄλλοις τόποις τοῖς παρὰ τὸν Πόντον τὰ φρέατα μᾶλλον ἀτμοὺς ἀφιέναι βορείων ὄντων ἢ νοτίων. εἰπὼν δὲ τοῦτο τοῦ γινομένης ἀτμίδος καὶ ἐν τοῖς ἄλλοις τόποις μᾶλλον βορείοις ἢ νοτίοις γίνεσθαι τὰς δρόσους νοτίοις, μηκέτι δὲ καὶ τοῖς βορείοις, ἣν ἔφθακεν εἰρηκέναι αἰτίαν ἀποδίδωσιν,2 ὅτι τοῖς μὲν βορείοις, πρὶν συστῆναι πλείονα τὴν ἀναχθησομένην ἀτμίδα, ὁ βορρᾶς ψύχει τὸ ἐν αὐτῇ θερμὸν διὰ ψυχρότητα, ἐν δὲ τοῖς νοτίοις ἐᾶται ἀθροίζεσθαι ἡ ἀναθυμίασις. ἐπιζητήσαι τις ἄν, διὰ τί οὐχὶ καὶ ἐν τῷ Πόντῳ ὁ βορρᾶς σβέννυσι τὸ ἐν τῇ ἀναθυμιάσει θερμόν, καὶ ταῦτα ψυχρότερος ὢν ἐκεῖ. ἢ κἀκεῖ σβέννυται μέν, ᾗ ἐλάττων· ὅταν δὲ διὰ τὴν ἀντιπερίστασιν τοῦ πλείονος θερμοῦ ἐκεῖ μᾶλλον γίνηται ἀθροωτέρα ἡ ἀναθυμίασις, δύναται οὖν κἂν ἐπ’ ὀλίγον μετεωρίζεσθαι, ἀντέχοντος τοῦ ἐν αὐτῇ θερμοῦ διὰ πλῆθος πρὸς τὴν ἀπὸ τοῦ βορρᾶ ψυχρότητα· διὸ καὶ ὀλιγάκις γίνεται.
したがって、この[気化蒸気]がまだ分解していない状態のまま凍結するためには、多量の冷気を必要とする。そして彼[アリストテレス]は、霜と露の双方が晴天かつ無風のときに生じると述べている。実際、晴天でないならば気化蒸気は立ち昇らないであろう。その上昇のためには乾燥が必要であり、それを貫いて上昇するところのものが希薄であることが必要だからである。また風があるならば[蒸気は]凝結せず、四方へと散らされ損なわれてしまうであろう。さらに彼が、これら(露と霜)の凝結が大地の遠く離れたところでも、気化蒸気が高く昇るときにも生じないことの証拠としているのは、山々の上ではこれらのどちらも生じないということである。そして彼が山々の上でこれらが生じない原因として提示しているのは、一つには、気化蒸気は窪んだ水分の多い場所から、そこにおいて最も多く生じるがゆえに立ち昇るが、一方それを引き上げる熱は引き上げられるものよりも少量であって、自らの能力以上の荷物を運ぶかのように、それをわずかに昇らせただけでふたたび手放してしまうからである。また別の[原因]としては、より高き所にある空気および山々の近くにある空気は、それ自身も全宇宙の回転に連れ回されつつ絶え間なく流れ運動しており、その運動によって、これらの場所で生じた蒸気を分解してしまうからである。実際、窪んだ空気や山々のあいだにある空気こそが、全宇宙の回転によって連れ回されることのないものなのである。さらに彼は、他の諸地域では風情(気象状態)が南風であって北風でないときに露が生じるが、ポントスにおいてのみは北風であって南風でないときに生じるとも述べている。このことの原因として彼が提示しているのは、露は晴天のときに生じるのであって冬のような荒天のときに生じるのではないが、他の諸地域においては南風が晴天をもたらし北風が冬のような荒天をもたらすということである。したがって[他の諸地域では、北風は]冷気のために、熱によって上方に運ばれた蒸気からその熱を消し去ってしまい、とりわけそれが少量であることからそうなるのである。実際、[熱は]少量ゆえにより速やかに立ち昇るものを離れ去ることで露の原因となるのであり(少量のものはより冷却されやすい)、しかし[蒸気が]立ち昇らないならば露も生じないからである。これに対してポントスにおいては、南風は北風より温かいとはいえ、蒸気を作り出すほどには晴天をもたらさない。一方、北風は冷気のために熱を大地へと反周囲凝縮させ、大地の中でより多くなった熱が気化蒸気を立ち昇らせるのである。そして、北風によって生じる熱の反周囲凝縮が冷気ゆえに大地の内部で気化蒸気を立ち昇らせることの証拠として、彼[アリストテレス]は、ポントス以外の他の諸地域においても、南風のときよりも北風のときのほうが井戸からより多くの気化蒸気が立ち昇るということを引き合いに出した。そして、他の諸地域でも南風のときよりも北風のときのほうが気化蒸気が生じるにもかかわらず、露が南風のときに生じて北風のときにはもはや生じないということの[原因]として、このことを述べたうえで彼が提示しているのは、先立って述べておいた原因、すなわち、北風のときには上昇するはずの気化蒸気がより多く凝結する前に、北風がその冷気ゆえに蒸気の中にある熱を冷却してしまうが、南風のときには蒸気が集積するのに任されるからである、という原因である。もっとも、人は次のことを問うかもしれない。なぜポントスにおいても北風が蒸気の中の熱を消し去らないのか、しかもそこでは[北風が]いっそう冷たいにもかかわらず、と。あるいは、かの地でも[熱が]より少ないかぎりにおいては確かに消し去られるが、多量の熱の反周囲凝縮によってかの地で蒸気がより稠密に集積するときには、蒸気の中の熱がその多量さゆえに北風による冷気に対抗して耐えるため、わずかにであれ立ち昇ることが可能となるのである。それゆえ[ポントスで北風のときに露が生じるのは]稀にしか起こらないのである。
- 1.23σημεῖον δὲ ποιεῖται τοῦ τὴν τούτων σύστασιν, δρόσου καὶ πάχνης, μὴ γίνεσθαι πόρρω τῆς γῆς μηδὲ ἐπὶ πολὺ μετεωριζομένης τῆς ἀτμίδος τὸ ἐπὶ τοῖς ὄρεσι μηδέτερον αὐτῶν γίνεσθαι.
ποιεῖται(主動詞)に対する目的語は冠詞付き不定詞句「τὸ ἐπὶ τοῖς ὄρεσι μηδέτερον αὐτῶν γίνεσθαι」(対格)であり、属格の冠詞付き不定詞句「τοῦ τὴν τούτων σύστασιν... μὴ γίνεσθαι」は名詞 σημεῖον を限定・補足する属格(「…ということの証拠・兆候」)として機能している。語順の上で属格句が目的語の名詞句に先行している。
- 1.23εἰπὼν δὲ τοῦτο τοῦ γινομένης ἀτμίδος καὶ ἐν τοῖς ἄλλοις τόποις μᾶλλον βορείοις ἢ νοτίοις γίνεσθαι τὰς δρόσους νοτίοις, μηκέτι δὲ καὶ τοῖς βορείοις, ἣν ἔφθακεν εἰρηκέναι αἰτίαν ἀποδίδωσιν
文の骨格は「εἰπὼν δὲ τοῦτο ... αἰτίαν ἀποδίδωσιν」(これを述べたうえで、彼は原因を提示している)。属格句「τοῦ ... γίνεσθαι τὰς δρόσους νοτίοις, μηκέτι δὲ καὶ τοῖς βορείοις」は、後続する目的語 αἰτίαν に係る目的格的属格(「…ということの原因」)。その間に挿入された「γινομένης ἀτμίδος ... μᾶλλον βορείοις ἢ νοτίοις」は譲歩の意味を帯びた独立属格構文である。
