- 底本
- Alexander, In Aristotelis Meteorologicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca III.2, ed. M. Hayduck, Berlin: Reimer 1899, pp. 1-227. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:37.1-38.13
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスが『気象論』第1巻第8章(345a11)で銀河の本性と成因の探究に着手したことを受け、アレクサンドロスはまずピュタゴラス派(軌道離脱の星や太陽による焼き焦げ)の説、次いでアナクサゴラスとデモクリトス(地球の影にある星々の固有光)の説を紹介し、天文学的・観測的事実に基づいてそれらの不可能性を論破する論証を敷衍している。
" Ὅπως δὲ καὶ διὰ τίνα αἰτίαν γίνεται καὶ τί ἐστι τὸ γάλα, λέγωμεν ἤδη." Προτίθεται μὲν περὶ τοῦ γαλαξίου κύκλου ποιήσασθαι τὸν λόγον, καλεῖ δ’ αὐτὸν γάλα. τίνα δ’ ἐστὶν ἃ ζητήσει περὶ αὐτοῦ, προείρηκε· τί γάρ ἐστι, καὶ πῶς γίνεται καὶ διὰ τίνα αἰτίαν. ὥσπερ δὲ καὶ περὶ τῶν κομητῶν τὸν λόγον ποιούμενος πρῶτον τὰς προκαταβεβλημένας περὶ αὐτῶν ὑπὸ τῶν πρὸ αὐτοῦ δόξας ἱστόρησέ τε καὶ ἐξήτασεν, οὕτως ποιεῖ καὶ περὶ τούτου. ἱστορεῖ δὲ τῶν μὲν καλουμένων Πυθαγορείων τινὰς ὁδὸν λέγειν εἶναι τὸν κύκλον τοῦτον τοὺς μὲν τῶν ἀστέρων τινὸς τῶν ἐκπεσόντων κατὰ τὴν λεγομένην ἐπὶ Φαέθοντος γενέσθαι φθορὰν ἐκπυρώσεως γενομένης, οἱ δέ τινές φασιν1 αὐτὸν τὸν ἥλιον πρότερον ταύτην φέρεσθαι· διὸ καὶ διακεκαῦσθαι τὸν τόπον τοῦτον ὑπὸ τῆς φορᾶς αὐτοῦ. μνημονεύσας δὲ τῆς δόξης ταύτης ἐπιφέρει τὸ ἀνακολούθως λεγόμενον ἐν αὐτῇ. εἰ γὰρ τοῦτο ἦν αἴτιον, ἔδει καὶ τὸν τῶν ζῳδίων κύκλον, καθ’ ὃν νῦν ὁ ἥλιος φέρεται, ταὐτὸν πάθος ἐκείνῳ πεπονθέναι ἢ καὶ ἔτι μᾶλλον. ἐν γὰρ τούτῳ οὐχ ὁ ἥλιος μόνον, ἀλλὰ καὶ οἱ ἄλλοι πλάνητες πάντες τὴν κίνησιν ποιοῦνται· ἀλλὰ μὴν οὐδὲν περὶ αὐτὸν τοιοῦτον ὁρᾶται ὂν πάθος. δῆλος γὰρ ἡμῖν καὶ φανερὸς ἅπας ὁ κύκλος γίνεται· ἀεὶ γὰρ αὐτοῦ καὶ νυκτὸς ἑκάστης τὸ ἡμικύκλιον φανερόν ἐστι, καὶ οὐδὲν φαίνεται τοιοῦτον περὶ αὐτὸν πάθος, πλὴν καθ’ ὃ μόριον δοκεῖ συνάπτειν πρὸς τὸν τοῦ γάλακτος κύκλον, οὐκ αὐτοῦ φαινομένου τοιούτου, ἀλλὰ τοῦ κατ’ αὐτὸν μορίου τοῦ γαλαξίου ἐπισκοτοῦντος τῷ ἐκείνου καθαρῷ.2 Ἀναξαγόρας δὲ καὶ Δημόκριτος φῶς εἶναι τὸ γάλα λέγουσιν ἄστρων τινῶν. ὁ γὰρ ἥλιος νύκτωρ ὑπὸ γῆν ἰὼν ὅσα μὲν περιλάμπει τῶν ὑπὲρ γῆς ὄντων ἄστρων, τούτων μὲν μὴ γίνεσθαί φασιν φανερὸν τὸ οἰκεῖον φῶς ἐμποδιζόμενον ὑπὸ τῶν τοῦ ἡλίου ἀκτίνων· ὅσοις δὲ ἡ σκιὰ τῆς γῆς ἐπιπροσθοῦσα ἐπισκοτεῖ, ὡς μὴ ἐπιλάμπεσθαι τῷ ἀπὸ τοῦ ἡλίου φωτί, τούτων δὲ τὸ οἰκεῖον φῶς ὁρᾶσθαι, καὶ τοῦτο εἶναι τὸ γάλα. μνημονεύσας δὲ καὶ ταύτης τῆς δόξης ὅτι ἀδύνατον τὸ λεγόμενον δείκνυσι. τὸ μὲν γὰρ γάλα ἀεὶ κατὰ τὸ αὐτὸ ὁρᾶται, καὶ ὑπὸ τοὺς αὐτοὺς ὂν ἀστέρας, ὑπὸ δὲ τοῦ ἡλίου 〈οὐκ〉 ἀεὶ τὰ αὐτὰ ἄστρα οὐχ ὁρᾶται, ἀλλὰ ἄλλοτε ἄλλα. οὐ γὰρ ἐν τῷ αὐτῷ μένων τόπῳ περιφέρεται, ὡς αἰεὶ τοῖς αὐτοῖς ἄστροις τῶν ἀπλανῶν εἶναι κατὰ διάμετρον, ἀλλὰ διὰ τὴν οἰκείαν κίνησιν, ἣν ἔμπαλιν κινεῖται τῇ ὑπὸ τῆς ἀπλανοῦς, ἀεὶ πρὸς ἄλλους τῶν ἀπλανῶν τὴν αὐτὴν σχέσιν λαμβάνει· ὥστε ἔδει καὶ τὸν γαλαξίαν ἀεὶ κατὰ ἄλλους ἀστέρας καὶ κατ’ ἄλλα γίνεσθαι μέρη. εἰπὼν δὲ τοῦτο μετὰ ταῦτα δείκνυσιν ὅτι μηδὲ οἷόν τε 〈εἶναί〉 τινας τῶν ἀπλανῶν οἷς ἡ γῆ ἐπισκοτεῖ, ὡς μὴ ὁρᾶσθαι αὐτοὺς ὑπὸ τοῦ ἡλίου καὶ φωτίζεσθαι, ἀλλὰ πάντες ἀεὶ φωτίζονται. δείκνυται γὰρ ἐν τοῖς ἀστρολογικοῖς ὅ τε ἥλιος τῆς γῆς ὢν πολλαπλάσιος καὶ τὸ διάστημα, ὃ ἀφέστηκε τὰ ἄστρα ἀπὸ τῆς γῆς, μεῖζον 〈ὂν3〉 τοῦ διαστήματος οὗ ὁ ἥλιος διέστηκε τῆς γῆς· οἱ ἀπλανεῖς γὰρ ἀπέχουσι τῆς γῆς πολλαπλάσιον τοῦ διαστήματος οὗ ὁ ἥλιος τῆς γῆς ἀφέστηκεν, ὥσπερ πάλιν καὶ τὸ τοῦ ἡλίου ἀπὸ τῆς γῆς ἀπόστημα πολλαπλάσιον τοῦ ἀποστήματος, ὃ ἀφέστηκεν αὐτῆς ἡ σελήνη.
「いかにして、またいかなる原因によって乳[銀河]が生じるのか、またそれはいかなるものであるのかを、今や論じることにしよう。」 彼は銀河の円環について論じることを企図しており、それを乳と呼んでいる。そして、それについて探究することになる事柄が何であるかを、前もって語っている。すなわち、それがいかなるものであるのか、いかにして生じるのか、いかなる原因によるのか、である。彗星について論じた際にも、まず先行者たちによって提出されたそれらについての見解を報告し吟味したのと同様に、これについても同じように行っている。そして彼は、いわゆるピュタゴラス派のある者たちがこの円環を通り道であると述べており、ある者たちはパエトンの時代に生じたとされる全焼に伴う破滅の際に軌道を逸脱した星たちのうちの一つの〔通り道〕であると述べていることを報告し、他方で別のある者たちは、太陽自身がかつてこの道を進んでいたのであり、それゆえにこの場所はその進行によって焼き焦がされたのだと主張していることを報告している。そしてこの見解に言及したうえで、その見解において不整合に語られていることを付け加えている。なぜなら、もしこれが原因であったなら、現在太陽が進んでいる黄道帯の円環も、あの[銀河の]円環と同じ影響を被っているか、あるいはそれ以上に被っていなければならなかったはずだからである。実際、この円環においては太陽だけでなく他のすべての惑星も運動を行っている。しかしながら、その周囲にはそのような影響は全く見られない。というのも、この円環の全体が我々にとって明白かつ可視的になっているからである。実際、その半円は常に各夜において可視的であり、その周囲には、乳の円環と接続しているように見える部分を除いては、そのような影響は全く現れない。その部分にしても黄道自体がそのようなものとして現れているのではなく、それに対応する銀河の部分が黄道の清澄さを覆い隠しているのである。他方、アナクサゴラスとデモクリトスは、乳とは特定の星々の光であると述べている。なぜなら彼らの主張によれば、太陽が夜間に大地の下へと沈む際、大地の上にある星々のうち太陽が照らし出すものについては、それら固有の光が太陽の光線によって妨げられて現れなくなるが、大地の影が遮って覆い隠すことで太陽からの光によって照らし出されないものについては、固有の光が見えるようになり、これが乳であるというのである。しかし彼は、この見解にも言及したうえで、述べられていることが不可能であることを示している。なぜなら乳は常に同じ場所において、同じ星々の下にあるものとして見られるが、太陽に見られない星々は常に同一ではなく、時によって異なるからである。太陽は同じ場所にとどまりつつ運行して恒星のうち常に同じ星々と対蹠的な位置にあるのではなく、恒星天による運動とは逆向きに運動する固有の運動によって、恒星のうち異なる星々に対して常に同じ関係をとる。したがって、もしそうなら銀河も常に異なる星々の下で、異なる部分において生じなければならなかったはずである。これを語った後で彼は、大地が覆い隠すことによって太陽に見られず照らし出されないような恒星など存在しえず、すべての星が常に照らし出されているということを示している。なぜなら天文学的な知見において、太陽は大地よりも何倍も大きく、また星々が大地から離れている距離は太陽が大地から隔たっている距離よりも大きいということが示されているからである。実際、恒星たちは太陽が大地から離れている距離の何倍もの距離を大地から隔たっており、それはちょうど太陽の大地からの距離が、月が大地から離れている距離の何倍もあるのと同様なのである。
- 1.21τῶν μὲν καλουμένων Πυθαγορείων τινὰς ὁδὸν λέγειν εἶναι τὸν κύκλον τοῦτον τοὺς μὲν τῶν ἀστέρων τινὸς τῶν ἐκπεσόντων... οἱ δέ τινές φασιν
全体を表す属格 τῶν μὲν καλουμένων Πυθαγορείων τινὰς(不定詞構文の対格主語)に対して、内訳を示す τοὺς μέν(対格、属格句 τῶν ἀστέρων τινὸς τῶν ἐκπεσόντων が係る述語補語 ὁδόν を伴う)が対格不定詞構文を継続する一方、後半では οἱ δέ τινές φασιν と定動詞構文へと変則的(アナコロゥトン的)に移行している。
- 1.21οὐκ αὐτοῦ φαινομένου τοιούτου, ἀλλὰ τοῦ κατ’ αὐτὸν μορίου τοῦ γαλαξίου ἐπισκοτοῦντος τῷ ἐκείνου καθαρῷ
二つの並列された絶対属格句(οὐκ αὐτοῦ φαινομένου ... ἀλλὰ τοῦ ... μορίου ... ἐπισκοτοῦντος)が理由を表し、前者の αὐτοῦ は黄道帯(ὁ τῶν ζῳδίων κύκλος)、後者の ἐκείνου καθαρῷ は「黄道帯の清澄な部分」を指して与格補語となっている。
- 1.21δείκνυται γὰρ ἐν τοῖς ἀστρολογικοῖς ὅ τε ἥλιος τῆς γῆς ὢν πολλαπλάσιος καὶ τὸ διάστημα... μεῖζον 〈ὂν〉
受動態動詞 δείκνυται に後続する分詞構文(ὅ τε ἥλιος ... ὢν ... καὶ τὸ διάστημα ... μεῖζον 〈ὂν〉)は、間接話法における事実補文(ὅτι 節相当)として機能しており、各主語と分詞はいずれも主格に置かれている。
