← アフロディシアスのアレクサンドロス

アリストテレス『気象論』注解

§209.23-211.7

水と土の混合物の分類基準と各種液体の分析

アレクサンドロスは、土と水の混合物の分類基準(構成要素の多寡と、熱や冷気による凝固・濃化・乾燥の様態)を検討し、葡萄酒、乳、血液、蜂蜜、油、塩や結石を生じる液体の分析を通じてアリストテレスの議論を詳解している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.12#5

Ὅσα δέ, φησίν, ἐκ γῆς καὶ ὕδατος μέμικται, ταῦτα δεῖν προσνέμειν ἐκείνοις, ὧν πλεῖον ἔχει,1 ὕδατι μὲν οἷς τὸ ὕδωρ πλέον, γῇ δὲ τὰ γῆς πλέον ἔχοντα. λέγει δέ τινα οἶνον καὶ πήγνυσθαι καὶ ἕψεσθαι, τουτέστι παχύνεσθαι. ἦν δὲ τὸ μὲν πήγνυσθαι τῶν τὸ ξηρὸν πλέον ἐχόντων, τὸ δὲ παχύνεσθαι τῶν τὸ ὑγρόν. δόξει δὲ διὰ τούτων λέγειν τινὰ οἶνον πλέον γῆς ἔχειν ἢ ὕδατος· τὸν γὰρ πηγνύμενον· καίτοι εἶπε τὸν οἶνον ὕδατος εἶδος εἶναι. ἢ οὐ τὸ ἁπλῶς πήγνυσθαι σημεῖόν ἐστι τοῦ γῆς πλεῖον ἔχειν ἢ ὕδατος, ἀλλὰ τὸ ὑπὸ πυρὸς πήγνυσθαι, ἐπεὶ ὑπὸ ψυχροῦ καὶ τὸ ὕδωρ πήγνυται· οὕτως δὲ καὶ ὁ πηγνύμενος οἶνος πήγνυται ὑπὸ ψυχροῦ. τὸ δὲ γλεῦκος ἑψόμενον παχύνεται τοῦ ὕδατος μὴ παχυνομένου, ὅτι μηδέπω καθαρὸς καὶ ἀποκεκριμένος οἶνός ἐστιν, ἀλλ’ ἔτι ἄπεπτος· ἀπὸ πάντων δὲ λέγει τῶν τοιούτων ξηραινομένων τὸ ὕδωρ ἀπέρχεσθαι, τῶν μεμιγμένων ἐξ ὕδατός τε καὶ γῆς, καὶ πλέον γῆς ἐχόντων, ἃ ὑπὸ θερμοῦ ξηραίνεται· ξηραινομένων γὰρ τούτων τὸ ὕδωρ ἀπέρχεται· ἡ γὰρ ἀτμὶς ἡ ἀναφερομένη ξηραινομένων αὐτῶν ὕδωρ ἐστίν, οὗ σημεῖον παρέθετο τὸ εἰς ὕδωρ αὐτὴν ἀθροισθεῖσαν συνίστασθαι· ἡ γοῦν ἐπὶ τοῖς τῶν χαλκείων πώμασιν ἀθροιζομένη ὕδωρ ἐστίν. ὅσοις δὴ τῶν ἐξατμιζομένων ὑπὸ πυρὸς ὑπολείπεταί τι μηκέτι ἐξατμίζεσθαι δυνάμενον, τοῦτο γῆς ἡγητέον εἶναι· ἐν γὰρ τῷ ὕδατι, ὅταν καθ’ αὑτὸ ὂν ἀτμίζηται καὶ ξηραίνηται, οὐδὲν ὑπολείπεται, ὃ μὴ δύναται ἐξατμισθῆναι. ἔνια δέ φησι τῶν μεμιγμένων ἐκ γῆς τε καὶ ὕδατος καὶ ὑπὸ ψυχροῦ πήγνυσθαι παχυνόμενά τε καὶ ξηραινόμενα. τὸ γὰρ ψυχρὸν οὐ μόνον πήγνυσι καὶ ξηραίνει, ἀλλὰ καὶ παχύνει. πήγνυσι μὲν καὶ ξηραίνει τὸ ὕδωρ· τὸ γὰρ πηγνύμενον ξηραίνεται καὶ αὐτό· εἶπε γὰρ ὑπὸ τὸ ξηραίνεσθαι καὶ τὸ πήγνυσθαι εἶναι· παχύνει δὲ τὸ ἔλαιον τὸν ἀέρα τῷ ψύχειν εἰς ὕδωρ μεταβάλλον. ἀλλὰ καὶ αὐτὸν τὸν ἀέρα παχύνει ἐν τῇ εἰς ὕδωρ μεταβολῇ καὶ τῇ τῶν νεφῶν συστάσει. εἰπὼν δὲ ξηραίνει μὲν ὕδωρ, διὰ τοῦτο ἐπήνεγκε τὸ ἡ δὲ πῆξις εἴρηται ξηρασία τις οὖσα· οὕτως γὰρ τὸ ψυχρὸν ξηραίνει τὸ ὕδωρ τῇ πήξει. εἰπὼν δὲ ὑπὸ τοῦ ψυχροῦ τὰ μὲν πήγνυσθαί τε καὶ ξηραίνεσθαι, τὰ δὲ καὶ παχύνεσθαι, λέγει ὅτι ὅσα μὴ παχύνεται ὑπὸ τοῦ ψυχροῦ ἀλλὰ πήγνυται, ὕδατός ἐστιν, ὡς οἶνος, οὖρον, ὄξος, κονία, ὀρρός, ὅσα δὲ παχύνεται ὑπὸ ψυχροῦ, ἀλλὰ μὴ ὑπὸ πυρὸς τῷ ἀτμίζειν, ὡς τὸ γάλα παχύνεται, ὅσα δὲ μὴ οὕτως,2 τὰ μὲν γῆς μᾶλλόν φησιν εἶναι, τὰ δὲ κοινὰ ὕδατός τε καὶ ἀέρος, μέλι μὲν γῆς μᾶλλον· παχύνεται γὰρ ὑπὸ ψύχους τὸ μέλι, οὐ μόνον πήγνυται· ἔλαιον δὲ ἀέρος δηλονότι καὶ ὕδατος· τοῦτο γὰρ προσθεῖναι παρέλιπε. λέγει δὲ καὶ τὸ γάλα3 καὶ τὸ αἷμα εἶναι μὲν ἐξ ἀμφοῖν, ὕδατός τε καὶ γῆς, μᾶλλον δὲ καὶ τὸ πλεῖστον γῆς. ἢ τὸ πλεῖστον αἷμα καὶ τὸ πλεῖστον γάλα· δύναται γάρ τι καὶ ὑδαρὲς ἢ γάλα ἢ αἷμα γενέσθαι, τῷ πλεῖον ὕδατος ἔχειν. καὶ τὰ ὑγρὰ δέ, ἐξ ὅσων οἱ ἅλες καὶ τὸ νίτρον πήγνυται, γῆς πλέον ἔχειν φησίν· ὁμοίως γὰρ τούτοις ἔχειν λέγει καὶ τὸ αἷμα καὶ τὸ γάλα· καὶ γὰρ ἐξ ἐκείνων στερεά τινα γίνεται, οἷον ὀστᾶ, νεῦρα, σάρκες, ὡς καὶ ἐκ τούτων ἅλες καὶ νίτρον. καὶ λίθους δέ φησί τινας ἐξ ὑγρῶν τινων συνισταμένων γίνεσθαι, ὥσπερ καὶ τοὺς ἅλας· τοιαῦτα δέ ἐστι τὰ τῶν ὑδάτων ἐν τῇ ῥύσει πώρους τινὰς καὶ λίθους ἐπιγεννῶντα ὕδατα, ἃ εἴη ἂν καὶ αὐτὰ γῆς ἔχοντα πλεῖον. ὅτι δὲ ὁ μὲν ὀρρὸς ὕδατός ἐστι, τὸ δὲ γάλα γῆς ἔχει πλέον, ἔδειξεν εἰπὼν τὸν ὀρρὸν ἑψομένου τοῦ γάλακτος, εἰ μὴ εἴη κεχωρισμένος αὐτοῦ, ἐκκαίεσθαι, ὃ πάσχει τὸ ὕδωρ, τὸ δὲ γεῶδες συνίστασθαί τε καὶ παχύνεσθαι καὶ πήγνυσθαι· οὕτως γὰρ οἱ τυροὶ ἐκ τοῦ γάλακτος πήγνυνται. ὅτι δὲ ἔχει γῆς τὸ γάλα, συνίστασθαί φησιν αὐτὸ καὶ ὑπὸ τοῦ ὀποῦ, καὶ ἑψήσεώς τινος μνημονεύει γινομένης ὑπὸ τῶν ἰατρῶν, ἐν ᾗ, φησί, τῷ γάλακτι προσμιγνύντες ὀπὸν χωρίζουσι τὸν ὀρρὸν καὶ τὸν τυρὸν ἀπ’ ἀλλήλων. ὁ δὲ χωρισθεὶς ὀρρὸς οὐκέτι παχύνεται ὡς ὕδατος ὤν, ἀλλὰ καὶ ἐκκαίεται, ἂν ἕψηται, ὡς τὸ ὕδωρ.

土と水から混ざり合っているものはすべて、それらがより多く含んでいるものへと割り振るべきであり、水をより多く含むものは水へ、土をより多く含むものは土へと[割り振るべきである]と彼は言う。また彼が言うには、ある種の葡萄酒は凝固もすれば煮詰められもする、すなわち濃化するのである。ところで、凝固することは乾燥したものをより多く含むものの性質であり、濃化することは湿ったものを[より多く含むものの性質]であった。したがってこれらの叙述により、彼はある種の葡萄酒が水よりも土を多く含んでいると述べているかのように思われるであろう。実際、凝固する〔葡萄酒〕がそうであるからである。にもかかわらず彼は葡萄酒を水の一種であると言ったのである。あるいは、単に凝固すること自体が水よりも土を多く含んでいることの証拠なのではなく、火によって凝固することがそうなのであろうか。なぜなら冷気によっては水も凝固するからであり、同様にして凝固する葡萄酒も冷気によって凝固するからである。他方、新酒が煮詰められて濃化するのに対して水が濃化しないのは、新酒がいまだ純粋で分離された葡萄酒ではなく、いまだ未消化だからである。そして彼が言うには、土と水から混ざり合い、かつ土をより多く含み、熱によって乾燥させられるようなそのようなものすべてが乾燥させられるとき、それらから水が去っていく。というのもこれらが乾燥させられるとき水が去っていくからであり、なぜならそれらが乾燥させられるときに立ち昇る蒸気は水であって、このことの証拠として彼が挙げたのは、その蒸気が集められると水へと凝集するという事実であった。実際、銅鍋の蓋の上に集まるものは水である。そこで、火によって蒸発させられるもののうちで、もはや蒸発し得ない何かが残るものについては、これを土であると見なすべきである。なぜなら水においては、それ自身だけであって蒸気を発し乾燥するときには、蒸発し得ないものは何一つ残らないからである。また彼が言うには、土と水から混ざり合っているもののうちのあるものは、濃化し乾燥しつつ冷気によっても凝固する。なぜなら冷気はただ凝固させ乾燥させるだけでなく、濃化もさせるからである。冷気は水を凝固させ乾燥させる。実際、凝固するものはそれ自身乾燥もするからである。なぜなら彼は凝固することも乾燥することの下に含まれると言ったからである。他方、冷気は油を、空気を冷やすことによって水へと変化させつつ濃化させる。それどころか、空気それ自体をも、水への変化および雲の凝集において濃化させるのである。そして「水を乾燥させる」と言ったうえで、この理由から彼は「凝固とはある種の乾燥であると言われた」と付け加えたのである。なぜならこのようにして冷気は凝固によって水を乾燥させるからである。そして冷気によって、あるものは凝固し乾燥させられ、あるものは濃化もすると言ったのち、彼は、冷気によって濃化せず凝固するものは水である、たとえば葡萄酒、尿、酢、灰汁、乳清などがそうであると言う。これに対して、冷気によって濃化するものの、火によって蒸発することを通じてではないもの、たとえば乳が濃化するように[濃化するもの]や、そうではないものについて、彼は、あるものはより土的であり、あるものは水と空気に共通のものであると言う。蜂蜜はより土的である。蜂蜜は冷気によってただ凝固するだけでなく、濃化するからである。他方、油は明らかに空気と[水]のものである。なぜなら彼はこのことを付け加えるのを省いたからである。そして彼が言うには、乳も血液も水と土の双方からなるが、より多くは、そして大部分は土からなる。あるいは、大部分の血液と大部分の乳が[そうである]。なぜなら、水をより多く含むことによって、乳であれ血液であれ何かしら水っぽいものになることもありうるからである。そして彼が言うには、そこから塩やソーダが凝固するような液体も、土をより多く含んでいる。血液や乳もこれらと同様の状態にあると彼は言うからである。なぜなら、これらから塩やソーダが生じるように、それらからも骨、腱、肉といった何らかの固体が生じるからである。また彼が言うには、塩が生じるのと同様に、ある種の石もある種の液体が凝集することから生じる。そのような液体とは、流れの中で何らかの多孔質の石や石を生じさせる水であり、それら自身も土をより多く含んでいるはずである。そして乳清が水であり、乳が土をより多く含んでいることを、彼は次のように言って示した。すなわち、乳が煮られるとき、もし乳清がそれから分離されていないなら、水が被るのと同じように乳清は焼き尽くされるのに対し、土的なものは凝集し濃化し凝固する。実際、チーズはそのようにして乳から凝固するからである。そして乳が土を含んでいる証拠として、彼は乳が[イチジクの]樹液によっても凝集すると述べており、医者たちによって行われるある煮沸法について言及している。その煎じ方においては、彼が言うには、医者たちは乳に樹液を混ぜ合わせることで、乳清とチーズを互いから分離するのである。そして分離された乳清は、水に属するものとして、もはや濃化することはなく、煮られるならば水と同様に焼き尽くされるのである。

構文注3 件
  1. 4.12ταῦτα δεῖν προσνέμειν ἐκείνοις, ὧν πλεῖον ἔχει

    間接話法の動詞 φησίν に支配されて不定詞 δεῖν が用いられている。関係詞 ὧν は先行詞 ἐκείνοις に性・数で一致しつつ、比較級 πλεῖον が支配する部分属格として働く関係代名詞である。

  2. 4.12ὅσα δὲ παχύνεται ὑπὸ ψυχροῦ, ἀλλὰ μὴ ὑπὸ πυρὸς τῷ ἀτμίζειν, ὡς τὸ γάλα παχύνεται, ὅσα δὲ μὴ οὕτως

    文頭の関係節 ὅσα δὲ παχύνεται... が二重に重なり、さらに ὅσα δὲ μὴ οὕτως が挿入された破格構文(anakolouthon)となっている。主節の主語は続く τὰ μὲν ... τὰ δέ で受け直され、冷気によって濃化する混合物の下位分類(土が優越するものと水・空気が共存するもの)へと統語構造がまとめ直されている。

  3. 4.12μᾶλλον δὲ καὶ τὸ πλεῖστον γῆς. ἢ τὸ πλεῖστον αἷμα καὶ τὸ πλεῖστον γάλα

    前文の「土が大部分を占める(τὸ πλεῖστον γῆς)」という叙述に対して、接続詞 ἤ を用いて別解釈(「大部分の血液および大部分の乳[τὸ πλεῖστον αἷμα καὶ τὸ πλεῖστον γάλα]が土を多く含む」)が対置されている。後続の文(「水っぽい血液や乳もありうる」)は、後者の解釈を支持する根拠として添えられている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:209.23-211.7