← アフロディシアスのアレクサンドロス

アリストテレス『気象論』注解

§158.13-159.25

色彩の対比効果と副虹の色の反転の原因

アレクサンドロスは、虹の消失や月の虹、染料や光線による見え方の変化など、色彩の並置と対比に関する現象を詳説し、続いて副虹(外側の第二の虹)の薄暗さと色の反転について、先行説を退けてアリストテレスの反射説(視線の距離による減衰)を解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.18#2

ἀλλὰ καὶ ἀπομαραινομένης τῆς ἴριδος λυόμενον μὲν τὸ φοινικοῦν λευκὸν φαίνεται, εἰς τὸ τοῦ νέφους χρῶμα ἐπανιόν, ὃ ἦν λευκὸν πρὸ τῆς συστάσεως, ἧς λυομένης εἰς ἐκεῖνο ἐπάνεισι τὸ χρῶμα· τότε δὲ φαίνεται τὸ χρῶμα ξανθὸν τὸ τῆς ἐξωτάτω περιφερείας, διότι τὸ τῆς νεφέλης λευκὸν μιγνύμενον τῷ πρασίνῳ καὶ τιθέμενον παρ’ αὐτῷ ξανθὸν φαίνεται. δύναται δὲ ἄκρατον ἶριν λέγειν τὴν μάλιστα ἔχουσαν τρανὰ καὶ διηκριβωμένα τὰ προειρημένα χρώματα. τοῦ δὲ παρὰ τὸ μέλαν τὰ ἄλλα λευκὰ φαίνεσθαι χρώματα ἢ λευκότερα μέγιστόν φησιν εἶναι σημεῖον τὸ τὴν ἀπὸ τῆς σελήνης ἶριν γινομένην λευκότερα πάντα δοκεῖν ἔχειν τὰ χρώματα τῆς ἀπὸ τοῦ ἡλίου. αἴτιον γὰρ τούτου ὅτι ἔν τε τῷ νέφει ὄντι μέλανι ἡ ἔμφασις αὐτῆς καὶ ἐν νυκτί· διπλασιαζομένου οὖν τοῦ περὶ τὴν ἔμφασιν μέλανος τὸ ἠρέμα λευκὸν μᾶλλον φαίνεται λευκόν. ἦν δὲ τὸ φοινικοῦν ἠρέμα λευκόν· λευκότερον οὖν φαίνεται. ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον τῆς ἴριδος χρωμάτων λευκότερον φαίνεται· διὸ καὶ ἡ ὅλη. ὅτι δὲ ἡ τῶν χρωμάτων τῶν διαφερόντων παράθεσις πολλάκις φαντασίαν ἄλλου ποιεῖ χρώματος, δῆλόν φησιν εἶναι ἐπὶ τῶν ἀνθῶν· ἐν γὰρ τοῖς ὑφάσμασιν ἡ τῶν διαφερόντων ἀνθῶν παράθεσις πλείστην ποιεῖ διαφοράν. οὐ γὰρ ταὐτὸν τὸ πορφυροῦν φαίνεται λευκῷ τε καὶ μέλανι παρατιθέμενον ἢ ἄλλῳ τινὶ χρώματι· διὸ καὶ αἱ πορφύραι οὐχ αἱ αὐταὶ πᾶσιν ἁρμόζουσι τοῖς χρώμασιν. ἀλλὰ καὶ ἐν αὐγῇ τοιᾳδὶ ἢ τοιᾳδὶ τιθέμενα οὐχ ὅμοια φαίνεται· τὰ γοῦν ταωνικὰ καλούμενα ἀπὸ τοῦ χρώματος ἱμάτια ἐν ταῖς πρὸς τὴν αὐγὴν περιστροφαῖς παντοδαπῶν χρωμάτων φαντασίας ἀποπέμπει· διὰ γὰρ τὴν αὐγὴν τὴν ποιὰν ἀλλοιοτέρας ποιεῖ τὰς φαντασίας τῶν χρωμάτων. καὶ οἱ ποικιλταί φασι πολλάκις ἐργαζόμενοι πρὸς τὸν λύχνον διαμαρτάνειν καὶ λαμβάνειν ἄλλα ἀντ’ ἄλλων. Εἰπὼν δὲ περὶ τῆς ἴριδος πῶς τε γίνεται καὶ τίνα καὶ πόσα τὰ χρώματα αὐτῆς καὶ διὰ τί τοιαῦτά τε καὶ τοσαῦτα, λέγει καὶ περὶ τῆς διπλῆς ἴριδος· γίνεται γάρ ποτε καὶ διπλῆ, ὡς προειρήκαμεν ἤδη, τινὲς δέ φασιν ὦφθαι καὶ τριπλῆν. λέγει δὲ περὶ τῆς διπλῆς τε καὶ ἐξωτέρας ὁρωμένης καὶ περιεχούσης ὅτι καὶ τοῖς χρώμασιν ἔστιν ἀμαυροτέρα, καὶ τῇ θέσει τὰς χρόας ἐξ ἐναντίας ἔχει κειμένας τῇ πρώτῃ, ὡς εἰρήκαμεν. τινὲς μὲν οὖν φασι τὴν δευτέραν ἶριν1 οὐ κατὰ τὴν πρὸς τὸν ἥλιον ἀνάκλασιν ἔτι γίνεσθαι, ἀλλὰ κατὰ τὴν προϋπάρχουσαν ἶριν, ὡς τῆς ὄψεως ἀπὸ τοῦ ἐξωτέρου νέφους ὁμοίως ἔχοντος, ὡς εἶχε καὶ τὸ πρῶτον, ἐφ’ οἷς ἡ ἶρις, ἀνακλωμένης ἐπὶ τὴν προϋπάρχουσαν ἶριν, καὶ διὰ τῆς ἀνακλάσεως ἐκείνην ὁρώσης· διὸ καὶ ἀμαυρότερα τὰ χρώματα τὰ τῆς δευτέρας, ἅτε ἀπὸ ἀνακλάσεως γινόμενα δευτέρας. ὁ δὲ Ἀριστοτέλης καὶ ταύτην λέγει τὴν ἀνάκλασιν πρὸς τὸν ἥλιον γίνεσθαι ὁμοίως τῇ ἐπὶ τῆς πρώτης ἴριδος, διὰ δὲ τὴν αὐτὴν αἰτίαν φησὶν ἀμαυρότερά τε ἔχειν τὰ χρώματα τῆς πρώτης καὶ τῇ τάξει καὶ θέσει ἐναντίως ἐκείνης κείμενα· ἀμφοτέρων γὰρ αὐτῶν ἡ τῆς ὄψεως ἀσθένεια αἰτία. ἡ γὰρ ἀπὸ τοῦ ἐξωτέρου νέφους πρὸς τὸν ἥλιον τῆς ὄψεως ἀνάκλασις πόρρωθεν γίνεται· πορρωτέρω γὰρ τοῦτο τὸ νέφος τῆς ἡμετέρας ὄψεως. ὡς οὖν ἡ ὄψις τὰ πόρρωθεν ἐπ’ εὐθείας ὁρώμενα οὐχ ὁμοίως ἐναργῶς ὁρᾷ δι’ ἀσθένειαν, οὕτως καὶ τὰ διὰ μακρᾶς ἀνακλάσεως ὁρώμενα ἐλάττω ἤδη καὶ ἀσθενέστερα· διὰ μακροῦ γὰρ ἡ ὄψις προσπίπτουσα τῷ ἡλίῳ τὰ χρώματα τὰ διὰ τὴν ἀνάκλασιν ὁρώμενα ἀμαυρότερα ὁρᾷ.

しかし虹が消えゆくときにも、深紅色が解消されるにつれて白く見え、雲の色へと戻っていく。その色は凝結の前には白かったのであり、凝結が解消されるにつれてその色へと戻るのである。そしてそのとき、最外の円周の色が黄色く見える。なぜなら、雲の白さが緑色と混じり合い、その傍らに置かれることによって黄色く見えるからである。また「純粋な虹」とは、上述の諸色が最も明瞭かつ精確に保たれている虹のことであると言い得る。黒の傍らで他の諸色が白く、あるいはより白く見えることの最大の証拠として彼が述べるのは、月によって生じる虹は、太陽による虹よりもすべての色をより白く持っているように思われるということである。これの原因は、それの現れが黒い雲の中においてであり、かつ夜の中においてであるということである。それゆえ、その現れの周囲の黒さが二倍になることで、かすかに白いものはより白く見える。深紅色はかすかに白いものであった。したがって、より白く見える。同様に、虹の他の色の各々もより白く見える。それゆえ、全体としても[より白く見える]。異なる諸色の並置がしばしば別の色の現れを生み出すことは、染料において明白であると彼は言う。実際、織物においては、異なる染料の並置が極めて大きな相違を生み出すからである。なぜなら、紫染めは白や黒、あるいは他の何らかの色と並置されると、同じようには見えないからである。それゆえ、同じ紫染めのものがすべての色に調和するわけではない。しかしそれだけでなく、特定の光や別の光の中に置かれると、同じようには見えない。少なくとも、その色彩から孔雀の名で呼ばれる上着は、光に対する回転において、あらゆる種類の色の現れを送り出す。特定の光によって諸色の現れを異なったものにするからである。また刺繍職人たちも、ランプのもとで作業しているとしばしば見誤り、一方の代わりに他方を取ってしまうと言う。 虹がどのように生じ、その諸色はどのようなものでいくつあり、なぜそのようなものでそれだけの数なのかについて語ったのち、彼は二重の虹についても論じる。なぜなら、すでに我々が先に述べたように、二重の虹も生じることがあり、またある人々は三重の虹が見られたとも言うからである。彼は、二重の、すなわちより外側に見えて[内側のものを]取り囲んでいる虹について、それが色においてもより薄暗く、配置においても第一のものと反対に色彩を位置づけて持っていると述べる(先に我々が言ったように)。そこで、ある人々は第二の虹はもはや太陽への反射によるのではなく、先在する虹に従って生じるのだと主張する。すなわち、第一の雲と同様の状態にあるより外側の雲から、それら〔二つの雲〕の上に虹が懸かっているのだが、視線が先在する虹へと反射され、その反射を通じてその虹を見るのだ、と。それゆえ第二のものの諸色は、第二の反射から生じるものとして、より薄暗いのである。しかしアリストテレスは、この反射も第一の虹におけるのと同様に太陽へ向かって生じるのだと述べ、同じ原因によって、第一のものよりも諸色が薄暗く、また第一のものの順序と配置に対して反対に位置づけられていると言う。その双方の原因は視線の弱さだからである。というのも、より外側の雲から太陽への視線の反射は遠くから生じるからである。この雲は我々の視線からより遠くにあるのである。したがって、視線が遠くから直線状に見られるものを弱さのために同じようには明瞭に見ないのと同様に、長い反射を通して見られるものもすでに衰えてより弱くなる。視線は遠くから太陽に入射するため、反射を通して見られる諸色をより薄暗く見るからである。

構文注1 件
  1. 3.18ὡς τῆς ὄψεως ἀπὸ τοῦ ἐξωτέρου νέφους ὁμοίως ἔχοντος, ὡς εἶχε καὶ τὸ πρῶτον, ἐφ’ οἷς ἡ ἶρις, ἀνακλωμένης ἐπὶ τὴν προϋπάρχουσαν ἶριν

    主文は ὡς に導かれる独立属格構文(主語 τῆς ὄψεως、分詞 ἀνακλωμένης および後続する ὁρώσης)であり、先行学説の論拠内容(「…という理由で/…であるかのように」)を表現している。前置詞句 ἀπὸ τοῦ ἐξωτέρου νέφους には分詞 ὁμοίως ἔχοντος が係り、さらに比較の従属節 ὡς εἶχε καὶ τὸ πρῶτον, ἐφ’ οἷς ἡ ἶρις が挿入されている。関係代名詞複数与格 ἐφ’ οἷς は「第一の雲」と「外側の雲」の双方(虹が形成される雲の層)を先行詞とする。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:158.13-159.25