← アフロディシアスのアレクサンドロス

アリストテレス『気象論』注解

§145.23-146.29

光暈の色と反射の幾何学的難問

アレクサンドロスは、光暈を形成する微小な鏡の連続性、太陽の像の白さとその外側の黒さの理由、およびアリストテレスの文言の挿入句を解説し、光暈が月により多く恒星では稀である理由を述べた後、有限の大きさをもつ天体に対して視線がどのように「一点として」反射するのかという幾何学的難問とその解決を提示する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.11#2

δεῖ δὲ νοεῖν συνεχῆ τὰ ἔνοπτρα. συνεχῆ ἀντὶ τοῦ πυκνά, ὡς ἅπτεσθαι ἀλλήλων· διὰ δὲ μικρότητα ἕκαστον μὲν αὐτῶν καθ’ αὑτὸ ἀόρατον, τὸ δ’ ἐξ ἁπάντων αὐτῶν ἄθροισμα γινόμενον ἕν τι δοκεῖ καὶ συνεχὲς εἶναι διὰ τὸ ἐφεξῆς αὐτὰ ἀλλήλοις εἶναι, τουτέστι διὰ τὸ παρακεῖσθαι αὐτὰ ἀλλήλοις. φαίνεται δὲ τὸ μὲν λευκόν, ὁ ἥλιος. τουτέστι τὸ μὲν οὖν λευκὸν τὸ ἐμφαινόμενον κύκλῳ ἐν τῇ ἅλῳ ὁ ἥλιός ἐστι, καθ’ ἕκαστον τῶν συγκειμένων ἀλλήλοις ἐνόπτρων κύκλῳ ὁμοίως ἐμφαινόμενος χωρὶς τοῦ σχήματος· τοῦτο γάρ ἐστι τὸ μηδεμίαν ἔχων αἰσθητὴν διαίρεσιν. παρὰ δὲ τοῦτον τὸν κύκλον τὸν φαινόμενον λευκὸν ἡ ἐχομένη περιφέρεια διὰ τὴν ἐκείνου λευκότητα μελαντέρα φαίνεται. διὰ μέσου δὲ εἰπὼν τὸ πρὸς δὲ τῇ γῇ μᾶλλον διὰ τὸ νηνεμώτερον ἀσαφεστέραν ἐποίησε τὴν λέξιν.1 ἔστι δὲ ὃ λέγει ὅτι πρὸς τῇ γῇ μᾶλλον ἡ τοιαύτη σύστασις γίνεται καὶ ἡ ἔμφασις ἡ προειρημένη ὁρᾶται διὰ τὸ νηνεμώτερον εἶναι τὸν τόπον τοῦτον. πνεύματος γὰρ ὄντος οὐχ οἷόν τε ἑστῶσαν φαίνεσθαι τὴν ἀναθυμίασιν, ἐν ᾗ τὰ ἔνοπτρα. ἴσως δὲ καὶ διὰ τὸ πρόσγειον τῆς τοιαύτης συστάσεως ἐχούσης τινὰ ἀπὸ γῆς μέλανος ἔμφασιν τὴν ἐχομένην περιφέρειαν τῆς λευκῆς λέγει φαίνεσθαι μέλαιναν·2 τοῦτο γὰρ σημαίνειν δοκεῖ τὸ παρὰ δὲ τοῦτο. πλεονάκις δὲ λέγει τὴν ἅλω περὶ τὴν σελήνην ἢ τὸν ἥλιον γίνεσθαι, διὰ τὸ τὸν ἥλιον θερμότερον ὄντα θᾶττον διαλύειν τὰς τοῦ ἀέρος πυκνώσεις τε καὶ συστάσεις. περὶ δὲ τοὺς ἄλλους ἀστέρας γίνεσθαι μὲν καὶ αὐτούς φησιν ἅλως, οὐ μὴν σημειώδεις αὐτὰς ὁμοίως εἶναι ἢ ὑετοῦ ἢ εὐδίας ἢ ἀνέμων, ὧν προεῖπε σημεῖα τὰς ἅλως εἶναι ἢ πυκνουμένας ἢ μαραινομένας ἢ διασπωμένας, ὅτι ἀπὸ συστάσεων ἔτι λεπτῶν γίνονται καὶ οὔπω γονίμων, τουτέστιν οὔπω πεπυκνωμένων μηδὲ εἰς ὕδωρ μεταβαλλουσῶν. τοῦτο δ’ ἂν ἐπ’ ἐκείνων, τοῦ τε ἡλίου καὶ τῆς σελήνης, οὐκ ἂν γίνοιτο, τῷ ἐκεῖνα διὰ θερμότητα τὰς οὕτω λεπτὰς συστάσεις διαλύειν. ἐπιζητήσαι δ’ ἄν τις, εἰ οὕτως ἡ ἅλως γίνεται3 κατὰ τοὺς ἀπὸ τῶν μαθημάτων, ὡς εἴρηται, κατὰ ἀνάκλασιν τῆς ὄψεως, πῶς ἐφ’ ἓν σημεῖον γίνεται ἀπὸ τῶν μικρῶν κατόπτρων ἡ ἀνάκλασις· οὔτε γὰρ ὁ ἥλιος οὔτε ἡ σελήνη ἀδιαίρετα φαίνεται, ἀλλὰ μετὰ μεγέθους. ἐπὶ τί οὖν αὐτῶν μέρος ὡς πρὸς ἓν σημεῖον αἱ ἀνακλάσεις πᾶσαι γίνονται; ἐκ τούτου γὰρ δέδεικται κατὰ κύκλον τὴν ἅλω γίνεσθαι. εἰ δέ τις λέγοι ἐπὶ τὸ κέντρον αὐτῶν γίνεσθαι τὴν ἀνάκλασιν, τίς αἰτία τούτου; κατὰ πᾶν γὰρ μόριον ὅμοιον αὐτῶν τὸ χρῶμα. ἢ ὅσα διὰ τὴν μικρότητα τοῦ ἐνόπτρου χωρὶς σχήματος καὶ μεγέθους δι’ αὐτῶν ὁρᾶται, ἐπὶ ταῦτα ἡ ἀνάκλασις ὡς ἐπὶ ἀδιαίρετα γίνεται.

しかし鏡は連続的であると考えねばならない。「連続的」とは「密」の代わりであり、互いに接するほどであるということである。それらの各々は小ささゆえにそれ自体としては不可視であるが、それらすべてから生じる集積は、それらが互いに相次いでいることによって、すなわち互いに隣接していることによって、一つの連続的なものであると思われる。「白いものが現れる、太陽である。」すなわち、光暈の中に円環状に映じて現れる白いものとは太陽であり、円環状に互いに組み合わさっている鏡の各々に、形を伴わずに同様に映じて現れるのである。というのも、これが「いかなる感覚可能な分割も持たない」ということだからである。そして、白く現れているこの円の傍らで、それに隣接する周縁は、前者の白さゆえにより黒く見える。「だが、地上に向かってより多く、風のない状態のゆえに」と途中で挿入して述べたことによって、[アリストテレスは]語句をより不明瞭にした。だが彼が言っていることは、この場所がより風のない状態であることによって、このような凝結が地上に向かってより多く生じ、前述の映現が見られるということである。なぜなら風があるときには、鏡があるところの蒸気立ちが静止して現れることはありえないからである。またおそらく、このような凝結が地上に近いことによって、大地からの黒色の何らかの映現を持つために、彼が白いものの隣接する周縁を黒く見えると述べているとも考えられる。なぜなら、「これの傍らで」とはこのことを意味していると思われるからである。そして彼は、光暈は太陽の周りよりも月の周りにしばしば生じると述べるが、それは太陽のほうがより熱いため、空気の緊密化や凝結をより早く解消するからである。他方で他の恒星についても、それらの周りにも光暈が生じると彼は言うが、雨や晴天や風の徴候としては同様ではないとする。これらの徴候として、密になるか衰退するか引き裂かれる光暈があることを彼は前もって述べていたが、〔他の恒星の周りの光暈が同様でないのは〕それらがまだ希薄で未だ生殖的でない凝結から、すなわち未だ緊密化されておらず水へと変化してもいない凝結から生じるからである。そしてこのことは、あの両者、すなわち太陽と月においては生じないであろう。それらが熱によってこのように希薄な凝結を解消してしまうことによる。だが、もしこのように数学者たちにしたがって、言われたように視線の反射によって光暈が生じるのであるならば、いかにして小さな鏡から一点へと反射が生じるのかと疑義を呈する者もいるかもしれない。なぜなら、太陽も月も不可分なものとして現れるのではなく、大きさを伴って現れるからである。では、それらのどの部分に向かって、一点に対するかのようにすべての反射が生じるのか。なぜなら、これに基づいて光暈が円形に生じることが証明されているからである。もし誰かが、それらの中心へと反射が生じるのだと言うならば、その原因は何なのか。なぜならそれらの色はあらゆる部分において同様だからである。あるいは、鏡の小ささゆえに形や大きさなしに鏡を通じて見られるようなものについては、不可分なものに対するかのようにそれらに向かって反射が生じるということなのか。

構文注3 件
  1. 3.11διὰ μέσου δὲ εἰπὼν τὸ πρὸς δὲ τῇ γῇ μᾶλλον διὰ τὸ νηνεμώτερον ἀσαφεστέραν ἐποίησε τὴν λέξιν.

    διὰ μέσου εἰπών は「間に挟んで述べたことで」「挿入句として述べたことで」の意(παρένθεσις を指す慣用表現)。直説法過去 ἐποίησε に対する手段・契機を表す分詞構文であり、引用された文句 τὸ πρὸς δὲ τῇ γῇ μᾶλλον διὰ τὸ νηνεμώτερον 全体が定冠詞 τό を伴って εἰπών の直接目的語となっている。

  2. 3.11ἴσως δὲ καὶ διὰ τὸ πρόσγειον τῆς τοιαύτης συστάσεως ἐχούσης τινὰ ἀπὸ γῆς μέλανος ἔμφασιν τὴν ἐχομένην περιφέρειαν τῆς λευκῆς λέγει φαίνεσθαι μέλαιναν

    文の骨格は、主動詞 λέγει(主語はアリストテレス)が対格不定詞構文(τὴν ἐχομένην περιφέρειαν ... φαίνεσθαι μέλαιναν)を従える構造。前置詞句 διὰ τὸ πρόσγειον(「地上に近いことによって」)に名詞句 τῆς τοιαύτης συστάσεως が属格として係り、分詞 ἐχούσης は συστάσεως に一致して「凝結が大地からの黒色の映現を持つために」という付帯的理由を添えている。

  3. 3.11ἢ ὅσα διὰ τὴν μικρότητα τοῦ ἐνόπτρου χωρὶς σχήματος καὶ μεγέθους δι’ αὐτῶν ὁρᾶται, ἐπὶ ταῦτα ἡ ἀνάκλασις ὡς ἐπὶ ἀδιαίρετα γίνεται.

    文頭の ἤ はアポリアに対する解決(解答案)を提示する疑問詞的接続詞(「あるいは…ということなのか」)。構造としては、関係節 ὅσα ... ὁρᾶται(主語中性複数に対し動詞単数 ὁρᾶται)が主節の指示代名詞 ἐπὶ ταῦτα に先立って前置(prolepsis)され、主節は ἡ ἀνάκλασις ... γίνεται と展開する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg008.humanitext-grc1:145.23-146.29