- 底本
- Alexander, In Librum De Sensu Commentarium. Commentaria in Aristotelem Graeca III.1, ed. P. Wendland, Berlin: Reimer 1901, pp. 1-173. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:31.5-32.26
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アレクサンドロスは、光の非物体性と関係性に基づいて眼からの発散説を反駁し、対象からの流出説も退けた後、アリストテレスの文言(438a25)を引いて視覚が星まで達する説や外光と合体する説の不合理性を論証する。
ἀλλὰ ἐφωτίζετ’ ἂν ὁ ἀὴρ ὁ περὶ τοὺς ὁρῶντας, εἴγε πλείους ἅμα νυκτὸς ἑώρων ἐν ὀλίγῳ ἀέρι συγκεκλεισμένοι· τὸ γὰρ λέγειν ἀποσβέννυσθαι διὰ τὴν παχύτητα τοῦ ἀέρος τοῦ σκοτώδους τὸ ἐκπεμπόμενον ἐκ τῆς ὄψεως νύκτωρ πῦρ εὔηθες· πολὺ γὰρ τὸ ὕδωρ παχύτερον ὂν οὐ σβέννυσιν αὐτό. εἰ δὲ λέγοιεν φῶς τὸ ἐκπεμπόμενον εἶναι, δεικτέον αὐτοῖς ὅτι τε ἀσώματον καὶ οὐχ οἷόν τε ἐκπέμπεσθαι καὶ προχεῖσθαι, ὡς φασι. γίνεται γὰρ κατὰ σχέσιν τοῦ φωτίζεσθαι πεφυκότος πρὸς τὸ φωτίζειν δυνάμενον· διὸ οὐδὲ κίνησις φωτός ἐστιν. ἅμα γοῦν ὁρῶμεν καὶ τὰ ἐγγὺς καὶ τὰ πόρρω τοῦ φωτίζειν πεφυκότος φωτιζόμενα, ὅσα ἀπὸ τοῦ αὐτοῦ διαστήματος οἷά τε φωτίζεσθαι ὑπ’ αὐτοῦ· ὃ ἦν ἂν ἀδύνατον, εἰ ἦν τὸ φῶς σῶμα. ὅτι δὲ σχέσις τις καὶ κατὰ σχέσιν τοῦ φωτίζοντος πρὸς τὸ φωτιζόμενον καὶ μὴ οὐσία τις καὶ σῶμα τὸ φῶς, δῆλον καὶ ἐκ τοῦ μηδ’ ἐπ’ ὀλίγον ὑπομένειν αὐτὸ τοῦ φωτίζοντος παρενεχθέντος. Καὶ ταῦτα μὲν καὶ τοιαῦτα λέγοιτ’ ἂν πρὸς τοὺς ἐκπέμποντάς τι σῶμα ἀπὸ τῶν ὀφθαλμῶν ἕως τῶν ὁρωμένων. ἀλλ’ οὐδ’ ἀπὸ τῶν ὁρωμένων εὔλογον ἀπορρέον τι προσπίπτειν τοῖς ὀφθαλμοῖς, καὶ οὕτως τὸ ὁρᾶν γίνεσθαι. σχεδὸν γὰρ ὅσα ἕπεται ἀδύνατα τοῖς ἀπὸ τῶν ὀφθαλμῶν λέγουσί τι ἀπορρεῖν, ἕπεται καὶ τοῖς ἀπὸ τῶν ὁρωμένων, πρὸς δὲ ἐκείνοις ἔτι καὶ τὸ μὴ οἷόν τε εἶναι τοῦ μεταξὺ διαστήματος τοῦ τε ὁρῶντος καὶ τοῦ ὁρωμένου αἴσθησιν γίνεσθαί τινα, εἰ οὕτως γίνοιτο τὸ ὁρᾶν. πῶς δὲ ἔτι ἀθρόον τι ὀφθήσεται; ἀνάγκη γὰρ κατὰ τοσοῦτον ὁρᾶσθαι, ὅσον ἡ κόρη δέχεται· τοσοῦτον γὰρ καὶ δέξεται τῆς ἀπορροῆς. πῶς δὲ οὐ κάμνει ἡ ὄψις τοσούτων καὶ οὕτως συνεχῶν ἐμπιπτόντων αὐτῇ σωμάτων, οὖσα οὕτως εὐπαθής; ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις ἐπὶ πλέον εἴρηται. Ὁ δὲ Ἀριστοτέλης εἰπὼν ἄλογον δὲ ὅλως τὸ ἐξιόντι τινὶ τὴν ὄψιν ὁρᾶν καὶ ἀποτείνεσθαι μέχρι τῶν ἄστρων, ἢ μέχρι τινὸς ἐξιοῦσαν συμφύεσθαι, καθάπερ ἔλεγόν τινες, καὶ τῆς ἑτέρας δόξης τὴν ἀτοπίαν ἐνδειξάμενος διὰ τοῦ εἰπεῖν ἀποτείνεσθαι μέχρι τῶν ἄστρων (παραλογώτατον γὰρ τοσοῦτον δύνασθαι ἐκπέμπεσθαι σῶμα ἔκ τινος τῶν ὁρώντων, ὡς ἀποτείνεσθαι αὐτὸ μέχρι τῶν ἄστρων [δύνασθαι]), πρὸς τοὺς συμφύεσθαι λέγοντας τὸ ἐκπεμπόμενον φῶς τῷ ἐκτὸς φωτὶ λέγων φησί· τούτου μὲν γὰρ βέλτιον τὸ ἐν ἀρχῇ συμφύεσθαι τοῦ ὄμματος, ἀλλὰ καὶ τοῦτο εὔηθες. λέγει δέ, ὅτι βέλτιον ἦν τοῦ λέγειν τῷ ἐκπεμφθέντι ἐκ τῆς ὄψεως φωτὶ ἐκτὸς γινομένῳ τὸ ἐκτὸς φῶς συμφύεσθαι τὸ λέγειν τὸ ἐκτὸς τῷ ἐντὸς πρὸ τοῦ ἐκπεμφθῆναι συμφύεσθαι πρὸς τῇ κόρῃ καὶ ἐν τῇ κόρῃ·1 τοῦτο γάρ ἐστι τὸ ἐν ἀρχῇ συμφύεσθαι τοῦ ὄμματος. διὰ τί δὲ τοῦτο βέλτιον; ἢ ὅτι οὐδὲν ἐδεῖτο τῆς ἀπὸ τῆς ὄψεως τοῦ φωτὸς ἀπορροίας, εἰ μὴ ἤμελλεν αὐτὸ περιλήψεσθαι τὸ ὁρατόν, ἀλλ’ εἶναι μεταξὺ φῶς τὸ τὴν αἰτίαν αὐτοῦ τοῦ ὁρᾶσθαι τὸ ὁρώμενον παρασχόν; ὃ γὰρ τῷ ἐκπεμπομένῳ φωτὶ πρὸς τὸ ὁρᾶν φασιν αὐτὸ συντελεῖν, τοῦτο ἐδύνατο καὶ μὴ ἐκπεμφθέντι συντελεῖν πρὸς αὐτῇ τῇ κόρῃ καὶ χωρὶς ἀπορροίας. πῶς γὰρ τῷ ἐκπεμφθέντι φωτὶ ἡ ὄψις ὁρᾷ καὶ τί πάσχοντι ὑπὸ τοῦ ἐκτὸς φωτός; οὐ γὰρ διαδιδόντος τὸ τοῦ ὁρατοῦ εἶδος·2 ἄμεινον οὖν ἦν λέγειν ἐντὸς ὄντι αὐτῷ διαδίδοσθαι ὑπ’ αὐτοῦ. καὶ γὰρ εἰ μὲν πεφώτισται τὰ μέχρι τῆς κόρης, τί δεῖ δευτέρου φωτὸς τοῦ ἐκπεμπομένου; εἰ δὲ σκότος μέν ἐστι περὶ τὴν κόρην, πορρωτέρω δὲ τὸ φῶς, τὸ ἐξιὸν φῶς εἰς σκότος [ἐξιὸν] σβεσθήσεται πρὸ τοῦ συμφυὲς ἐκείνῳ γενέσθαι, εἴγε σβεστικόν ἐστιν αὐτοῦ τὸ σκότος, ὡς λέγουσί τινες· οὕτως δὲ πρὸς οὐδὲν ἂν εἴη χρήσιμον. διὰ δὴ ταῦτα ἄμεινον, φησίν, ἦν τὸ ἐκτὸς φῶς συμφύεσθαι λέγειν τῇ κόρῃ καὶ τῷ ἐν αὐτῇ φωτί.
むしろ、もし多数の者が夜間に狭い空気に閉じ込められて同時に見ていたとすれば、見ている者たちの周囲の空気は照らされていたはずである。というのも、視覚から夜間に送り出された火が、暗い空気の濃さのゆえに消し去られると言うのは他愛ないからである。はるかに濃い水でさえ、それを消さないのだから。他方、もし彼らが、送り出されるのは光であると言うならば、光は非物体的なものであり、彼らが主張するように送り出されたり注ぎ出されたりするようなものではないことを、彼らに示さねばならない。なぜなら、光は照らされる本性を持つものと照らす力を持つものとの関係に従って生じるからであり、それゆえ光の運動すら存在しない。現にわれわれは、同一の距離からそのものによって照らされうる限りの、照らす本性を持つものの近くにあるものも遠くにあるものも同時に照らされているのを見る。このことは、もし光が物体であるならば不可能であったはずである。そして、光がある種の関係であり、照らすものと照らされるものとの関係に従うものであって、何らかの実体や物体ではないことは、照らすものが脇へ運ばれ去ったときに光がほんのわずかの間も残らないことからも明らかである。 そして、眼から視対象に至るまで何らかの物体を送り出す人々に対しては、これらおよびこれらのような議論がなされうるであろう。しかし、視対象から何らかの流出物が眼へと衝突し、このようにして見ることが生じるというのも理にかなっていない。なぜなら、眼から何かが流出すると言う人々に付きまとう不都合な帰結のほぼすべてが、視対象から[流出すると言う]人々にも付きまとうし、それらに加えてさらに、もしこのようにして見ることが生じるならば、見る者と視対象との間にある間隔について何らかの感覚が生じることが不可能であるということも付きまとうからである。さらに、どのようにして何らかのものが一度に全体として見られるというのか。なぜなら、瞳孔が受け入れるだけの分に従って見られることが必然だからである。瞳孔は流出物のそれだけの分しか受け入れないであろうから。さらに、視覚はこれほど受容しやすいものであるのに、これほど多数の、かつこのように連続した物体が衝突してくるのに、どうして疲弊しないのであろうか。しかし、これらについては他の著作においてより詳しく論じられている。 アリストテレスは、「概して、何かが出て行くことによって視覚が見る、すなわち星々に至るまで伸び広がるか、あるいは、何人かが言っていたように、あるところまで出て行って合体するというのは不合理である」と言い、星々に至るまで伸び広がるという表現によってもう一つの説の不条理さを示した上で(というのも、見る者の誰かから、星々に至るまで伸び広がりうるほど莫大な物体が送り出されうるというのは極めて不条理だからである)、送り出された光が外部の光と合体すると言う人々に対して論じつつ、こう述べる。「というのも、これよりも眼の初めの部分で合体する[と言う]ほうが優れているが、これもまた他愛ないことである」。そして彼が言っているのは、視覚から送り出されて外に出た光に外部の光が合体すると言うよりも、送り出される前に外部の光が内部の光と、瞳孔の側で、また瞳孔の中で合体すると言うほうが優れていたということであり、これこそが「眼の初めの部分で合体する」ということの意味である。では、なぜこちらのほうが優れているのか。それとも[こう答えるべきか]、もし光が視対象そのものを包み込もうとするのではなく、視対象が見られることそのものの原因を提供する光が中間にあるとすれば、視覚からの光の流出など全く必要としなかったからではないか。なぜなら、外部の光が送り出された光に対して見ることのために寄与すると彼らが言うところのそのことを、光が送り出されなくても瞳孔そのものの側で、流出を伴うことなく寄与することができたからである。というのも、送り出された光によって視覚がどのように見るというのであり、送り出された光が外部の光によってどのような作用を受けて[見るというのか]。外部の光が視対象の形相を伝達するわけではないからである。したがって、光が内部にあるときに、外部の光によって内部の光へ形相が伝達されると言うほうが優れていたのである。実際、もし瞳孔に至るまで照らされているならば、第二の光である送り出される光がなぜ必要であろうか。他方、もし瞳孔の周囲が闇であり、光がさらに遠くにあるならば、何人かが言うように闇が光を消滅させるものであるとするなら、闇の中へと出て行く光は、かの光と合体したものとなる前に消されてしまうであろう。そしてこのようにして、光は何の役にも立たないことになる。まさにこれらの理由によって、外部の光が瞳孔と、またその中にある光と合体すると言うほうが優れていた、と彼は言うのである。
- 1.10βέλτιον ἦν τοῦ λέγειν τῷ ἐκπεμφθέντι ἐκ τῆς ὄψεως φωτὶ ἐκτὸς γινομένῳ τὸ ἐκτὸς φῶς συμφύεσθαι τὸ λέγειν τὸ ἐκτὸς τῷ ἐντὸς πρὸ τοῦ ἐκπεμφθῆναι συμφύεσθαι πρὸς τῇ κόρῃ καὶ ἐν τῇ κόρῃ
主述の核は βέλτιον ἦν(述語)+ τὸ λέγειν…(真主語の冠詞付き不定詞句)という構文。もう一つの冠詞付き不定詞句 τοῦ λέγειν… は比較級 βέλτιον に支配される比較の属格であり、「…と言うことよりも」を意味する。それぞれの λέγειν が対格+不定詞(前者:τὸ ἐκτὸς φῶς+συμφύεσθαι;後者:τὸ ἐκτὸς[φῶς]+συμφύεσθαι)を従え、各々の与格句(前者:τῷ ἐκπεμφθέντι… φωτί;後者:τῷ ἐντός)は連合の与格として συμφύεσθαι に係る。
- 1.10οὐ γὰρ διαδιδόντος τὸ τοῦ ὁρατοῦ εἶδος
文脈上省略された意味上の主語(τὸ ἐκπεμφθὲν φῶς または τὸ ἐκτὸς φῶς)を持つ属格独立構文であり、直前の疑問文 πῶς…; に対して理由・原因を表す。外部の光または放出された光が視対象の形相を伝達しないからこそ、その作用によって見ることが成立しないという論理的根拠を提示している。
