← アフロディシアスのアレクサンドロス

アリストテレス『感覚について』注解

§1.3-2.24

感覚器官と感覚対象を探究する目的

アリストテレス『感覚と感覚対象について』の導入部であり、『霊魂論』での霊魂・諸能力の規定を踏まえて、本書が感覚器官および感覚対象を論じる目的と書名の由来を解き明かし、霊魂と身体に共通の活動である感覚器官の探究から始めることの妥当性を論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.0

Εἰπὼν ἐν τοῖς Περὶ ψυχῆς περί τε ψυχῆς τῆς συμπάσης κοινῶς καὶ καθόλου καὶ ἰδίᾳ περὶ ἑκάστης τῶν δυνάμεων αὐτῆς, πόσαι τέ εἰσι καὶ τίνες καὶ ἐν τίσιν ἑκάστῃ αὐτῶν τὸ εἶναι, ἐν οἷς καὶ περὶ τῆς αἰσθητικῆς δυνάμεως ποιησάμενος τὸν λόγον, καὶ τίς τέ ἐστιν εἰπὼν καὶ εἰς πόσας αἰσθήσεις διαιρεῖται, καὶ ἰδίᾳ περὶ ἑκάστης τῶν αἰσθήσεων διεξελθὼν καὶ εἰπών, τίς μὲν ἡ δύναμις αὐτῶν ἑκάστης, ἀφ’ ἧς τὸ αἰσθάνεσθαι, τίς δὲ ἡ ἐνέργεια καὶ περὶ τί, ποιησάμενος δὲ καὶ περὶ τοῦ καθ’ ἑκάστην αἴσθησιν αἰσθητοῦ λόγον, ἐφ’ ὅσον ἦν χρήσιμον αὐτῷ πρὸς τὴν τῶν αἰσθήσεων ἐνέργειαν, ἐν τούτῳ τῷ βιβλίῳ περί τε τῶν αἰσθητηρίων λέγει,1 τί τὸ αἰσθητήριον ἑκάστης αἰσθήσεως καὶ ἐκ τίνος, ἐπεὶ μὴ οἷόν τε ἦν ἄνευ αἰσθητηρίου αἰσθάνεσθαι (διὰ γὰρ σώματος ἡ τῆς αἰσθητικῆς ψυχῆς ἐνέργεια, ὥσπερ οὖν καὶ αἱ τῶν ἄλλων ἢ τῶν γε πλείστων ἀεί), ἔτι δὲ περὶ τῶν αἰσθητῶν, τί τὸ ἑκάστῃ αἰσθήσει αἰσθητὸν καὶ τίνι ὄντι αὐτῷ κατὰ τὴν οἰκείαν φύσιν τὸ αἰσθητῷ εἶναι ὑπάρχει,2 ἐπεὶ μὴ ταὐτὸν τοῖς αἰσθητοῖς τό τε εἶναι καὶ τὸ αἰσθητοῖς εἶναι, ἦν δὲ εἰρημένον αὐτῷ περὶ αὐτῶν ὡς περὶ αἰσθητῶν. Δηλοῖ δὲ καὶ ἡ ἐπιγραφὴ τοῦ βιβλίου τὴν πρόθεσιν τῆς κατ’ αὐτὸ πραγματείας. λέγων δὲ περὶ αἰσθητηρίων τε καὶ αἰσθητῶν ἐν αὐτῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν ἐπέγραψεν αὐτό, ὡς καὶ τοῦ περὶ τῶν αἰσθητηρίων λόγου εἰς τὴν περὶ τῶν αἰσθήσεων συντελοῦντος θεωρίαν· κοινὴ γὰρ ἡ αἴσθησις ψυχῆς καὶ σώματος. ἢ αἰσθήσεων ἀντὶ τοῦ ‘αἰσθητηρίων’· αἰσθήσεις γὰρ καὶ τὰ αἰσθητήρια καλοῦσιν. Ἀρχόμενος δὲ τοῦ βιβλίου πρῶτον λέγει, ὅτι3 ἐστὶν ἀκόλουθος τῇ περὶ ψυχῆς θεωρίᾳ [ὅτι] ἡ περὶ τῶν ζῴων καὶ τῶν ἐμψύχων πάντων καὶ [ἡ] περὶ τῶν ἐνεργειῶν αὐτῶν, τῶν τε κοινῶν καὶ τῶν ἰδίων καθ’ ἕκαστον εἶδος αὐτῶν· ἀρχὴ γὰρ τῶν ψυχὴν ἐχόντων ἁπάντων ἡ ψυχή. λέγει δὲ καὶ τίνες μὲν αὐτῶν κοιναί, τίνες δὲ ἴδιαι. τοῦ δὲ περὶ τῶν τῆς ψυχῆς ἐνεργειῶν λέγοντα εὐλόγως λέγειν περὶ τῶν ἐνεργειῶν τῶν τε ζῴων καὶ τῶν ζωὴν ἐχόντων αἰτίαν ἀποδέδωκε τὴν ὅτι αἱ ἐνέργειαι αὐτῶν αἵ τε κοιναὶ καὶ αἱ καθ’ ἕκαστον ἴδιοι σχεδὸν πᾶσαι κοιναὶ τῆς τε ψυχῆς καὶ τοῦ σώματος· δι’ οὗ καὶ αὐτοῦ βεβαιοῦται τὸ ἐντελέχειαν εἶναι τὴν ψυχὴν σώματος φυσικοῦ ὀργανικοῦ. πίστιν δὲ παραθέμενος τοῦ τὰς τῶν ἐμψύχων ἐνεργείας κοινὰς εἶναι ψυχῆς τε καὶ σώματος τὸ πάσας ἢ δι’ αἰσθήσεως ἢ μετ’ αἰσθήσεως γίνεσθαι,4 ὅτι ἡ αἴσθησις καὶ ἡ κατ’ αὐτὴν ἐνέργεια κοινὴ ψυχῆς τε καὶ σώματος ὡς ἐναργὲς λαβὼν εὐλόγως τοῦ περὶ τῶν αἰσθητηρίων ἄρχεται λόγου, ἐπειδὴ φθάνει μὲν εἰρῆσθαι αὐτῷ ὁ περὶ τῆς αἰσθητικῆς ψυχῆς λόγος, κοινὴ δὲ ἥ τε αἴσθησις καὶ ἡ κατ’ αὐτὴν ἐνέργεια ψυχῆς τε καὶ σώματος, ἔδει δὲ τὸν περὶ τῶν κοινῶν λέγοντα πρῶτον περὶ αἰσθήσεως λέγειν· κοινοτάτη γὰρ αὕτη πᾶσι τοῖς ζῴοις καὶ φανερωτάτη τῶν κατὰ ψυχὴν ἐνεργειῶν.

『霊魂について』において、全体の霊魂について共通かつ普遍的に、また固有にはその諸能力の各々について、それらがどれほど多くあり、いかなるものか、そしてそれらの各々にとってあること(存在)が何のうちにあるかを述べ、その中で感覚能力についても論じて、それが何であるかを述べ、いかに多くの感覚へと区分されるかを語り、固有には感覚の各々について論じ尽くして、感覚の各々の能力――それによって感覚することが成り立つもの――がいかなるものであり、その活動がいかなるもので何に関わるかを述べ、さらに各感覚に応じた感覚対象についても、感覚の活動に関して彼に役立つかぎりにおいて論じたのち、[アリストテレスは]この書においては、感覚器官について、各感覚の感覚器官とは何であり、何から成るのかを語る。感覚器官なしに感覚することは不可能であったからである(というのも感覚的な霊魂の活動は身体を介して行われるのであり、ちょうど他の諸能力、あるいは少なくとも大部分の諸能力の活動が常にそうであるのと同様である)。さらに感覚対象についても、各感覚にとっての感覚対象とは何であり、それ自身の固有の自然本性に従って何であるものに感覚対象であることが属しているのかを語る。感覚対象にとって、あることと感覚対象であることとは同一ではなく、彼によってそれらについては感覚対象として語られていたからである。 また、この書の標題も、そこにおいてなされる探究の意図を明らかにしている。すなわち、この書の中で感覚器官と感覚対象について論じながら、『感覚と感覚対象について』と標題をつけたのは、感覚器官についての議論も感覚についての考察に寄与するからである。というのも感覚は霊魂と身体の共通のものであるからだ。あるいは、「感覚器官」の代わりに「感覚」としたのである。人々は感覚器官をも感覚と呼ぶからである。 そしてこの書の冒頭でまず、霊魂についての考察に、動物およびすべての有魂のものについての考察、ならびにそれらの種ごとの共通および固有の諸活動についての考察が後続することを述べる。というのも、霊魂をもつすべてのものの原理は霊魂だからである。また、それらの[活動]のうちのあるものは共通であり、あるものは固有であるとも述べる。そして、霊魂の諸活動について論じる者が、動物および生命をもつものの諸活動について論じるのが妥当である理由として、それらの共通の活動および各々に固有の活動が、ほぼすべて霊魂と身体の共通のものであるという理由を提示した。このことによってまさに、霊魂が道具的な自然身体のエンテレケイアであることも確証されるのである。有魂のものの諸活動が霊魂と身体の共通のものであることの確証として、それらすべてが感覚によって、あるいは感覚を伴って生じることを提示し、感覚および感覚に即した活動が霊魂と身体の共通のものであることを明瞭な事実として受け取ったうえで、妥当にも感覚器官についての議論から始める。なぜなら、感覚的な霊魂についての議論はすでに彼によって語り終えられており、感覚およびそれに即した活動は霊魂と身体の共通のものであり、共通の事柄について論じる者はまず感覚について論じるべきであったからである。感覚こそはすべての動物にとって最も共通であり、霊魂に即した諸活動の中で最も明白なものだからである。

構文注4 件
  1. 1.0Εἰπὼν ἐν τοῖς Περὶ ψυχῆς ... ἐν τούτῳ τῷ βιβλίῳ περί τε τῶν αἰσθητηρίων λέγει

    文頭の分詞 Εἰπὼν から始まる一連の分詞節(Εἰπὼν ..., ποιησάμενος ..., καὶ εἰπὼν ..., καὶ ... διεξελθὼν καὶ εἰπών ..., ποιησάμενος δὲ ...)が長く連なり、主動詞 λέγει(主語は文脈上アリストテレス)に至る大規模な離隔構造をなしている。前著『霊魂論』で行われた既述の内容を分詞節で総括した上で、主節「この書において……について述べる」へと接続する構文である。

  2. 1.0τίνι ὄντι αὐτῷ κατὰ τὴν οἰκείαν φύσιν τὸ αἰσθητῷ εἶναι ὑπάρχει

    間接疑問節を導く τίνι ὄντι αὐτῷ は動詞 ὑπάρχει の補語となる与格。「それ自身の固有の自然本性に従って何であるものに対して、感覚対象であることが属するのか」という構造。主語は定冠詞付き不定詞句 τὸ αἰσθητῷ εἶναι であり、述語名詞 αἰσθητῷ は意味上の主語(与格)に一致して与格を取っている。

  3. 1.0τοῦ δὲ περὶ τῶν τῆς ψυχῆς ἐνεργειῶν λέγοντα εὐλόγως λέγειν ... αἰτίαν ἀποδέδωκε τὴν ὅτι

    αἰτίαν ἀποδέδωκε(理由を提示した)にかかる属格結合名詞句 τοῦ ... λέγειν(論じることについて)の構造。不定詞 λέγειν の意味上の主語として対格分詞 λέγοντα が置かれている。直後の τὴν ὅτι ... は女性定冠詞 τὴν が αἰτίαν を受け、同格の ὅτι 節(「……という理由」)を実質的な内容として提示している。

  4. 1.0πίστιν δὲ παραθέμενος τοῦ τὰς τῶν ἐμψύχων ἐνεργείας κοινὰς εἶναι ψυχῆς τε καὶ σώματος τὸ πάσας ἢ δι’ αἰσθήσεως ἢ μετ’ αἰσθήσεως γίνεσθαι

    分詞 παραθέμενος の直接の目的語は定冠詞付き不定詞句 τὸ ... γίνεσθαι(……が生じるということ)であり、πίστιν は述語的対格(「確証として提示し」)。属格名詞句 τοῦ τὰς τῶν ἐμψύχων ἐνεργείας κοινὰς εἶναι ... は πίστιν にかかる説明的属格(何についての確証かを示す)である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg007.humanitext-grc1:1.3-2.24