← アフロディシアスのアレクサンドロス

アリストテレス『トポス論』注解

§364.22-366.13

本質述語付けによる類の確立と種差との区別

アリストテレスの『トピカ』128a13に基づき、種において異なる複数のものに対する本質規定(何であるか)の述語付けによって類を立論・破棄するトポスを論じ、さらに類と混同されやすい種差を峻別するための三つの基準(外延の広さ、本質の問いへの応答適性、性質の指示関係)を詳細に解明している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.78

" Ἔτι πρὸς τὸ κατασκευάζειν σκεπτέον." Εἰπὼν τόπον πρὸς κατασκευὴν γένους τὸν ἀπὸ τοῦ ἧττον καὶ ὁμοίως, ἔτι φησὶ πρὸς κατασκευὴν τοῦ τὸ ἀποδοθὲν γένος εἶναι χρήσιμον, εἰ τὸ ἀποδεδομένον ὡς γένος πλειόνων καὶ διαφερόντων εἴδει εἴη ἀποδεδομένον, ζητεῖν εἰ ἐν τῷ τί ἐστιν αὐτῶν κατηγορεῖται·1 εἰ γὰρ πλειόνων ὄντων αὐτῶν καὶ κατ’ εἶδος διαφερόντων ἐν τῷ τί ἐστιν εἴη κατηγορούμενον, γένος ἐστίν. ὁ δὲ αὐτὸς τόπος χρήσιμος ἂν εἴη καὶ πρὸς ἀνασκευήν· εἰ γὰρ μὴ ἐν τῷ τί ἐστιν εἴη κατηγορούμενον, οὐ γένος. εἰ δὲ ἑνὸς εἴδους εἴη ἀποδεδομένον καὶ κατηγοροῖτο αὐτοῦ ἐν τῷ τί ἐστι, δεῖ ζητεῖν εἰ καὶ ἄλλων διαφερόντων κατὰ τὸ εἶδος ὁμοίως κατηγορεῖται. οἷον εἰ τὸ ζῷον ἀποδοθείη ἀνθρώπου γένος, σκεπτέον εἰ καὶ ἵππου καὶ ἄλλου τινὸς ὁμοίως κατηγορεῖται· εἴη γὰρ ἂν γένος. Λέγων δὲ περὶ τῆς διαφορᾶς εἶπεν ἐπεὶ δὲ δοκεῖ τισι καὶ ἡ διαφορὰ ἐν τῷ τί ἐστι τῶν εἰδῶν κατηγορεῖσθαι, ἐπειδὴ ἡ μὲν ὡς συναμφότερος λαμβανομένη οὕτω κατηγορεῖται, οὐκέτι δὲ καὶ ἡ χωρὶς τῆς ὕλης τῆς συναμφοτέρου διαφορά· ἧς καὶ ἐν Κατηγορίαις ἐμνημόνευσεν ἐν οἷς εἶπεν τὸν τῶν διαφορῶν λόγον ἀναδέχεσθαι καὶ τὰ ἄτομα καὶ τὰ εἴδη. ἃς ἰδίως διαφορὰς οὐκ εἶπεν εἶναι οὐσίας ἐκεῖ, ὅτι μήτε γένη μήτε εἴδη μήτε ἄτομα· αἱ γὰρ τῶν εἰδῶν κατηγορούμεναι ὡς γένη ἂν κατηγοροῖντο. ὅτι δὲ μὴ γένη αἱ διαφοραί, νῦν δείκνυσιν. οὐδὲ εἴδη δὲ [εἴδη δὲ] αἱ ἰδίᾳ καὶ χωρὶς τῶν γενῶν λαμβανόμεναι διαφοραί, εἰ καὶ αἱ συναμφότεραι· αὗται δὲ [ἐν ἐκείνῳ τῷ βιβλίῳ] οὐσίαι καὶ τὰ ἄτομα τὰ ὑπ’ αὐτάς. τῆς δ’ οὕτως λαμβανομένης διαφορᾶς καὶ τὰ γένη τὰ διαιρούμενα ὑπ’ αὐτῆς συνωνύμως κατηγορεῖται, εἴ γε, ὡς εἴρηκε νῦν, τὸ πεζὸν σημαίνει ζῷον ποιόν· καίτοι οὐ δοκεῖ αὐτῷ τὸ γένος τῆς οἰκείας διαφορᾶς οὕτω κατηγορεῖσθαι. τῆς μέντοι χωρὶς τῆς ὕλης ἐν τῇ οὐσίᾳ διαφορᾶς λαμβανομένης οὔτε τὸ διαιρούμενον ὑπ’ αὐτῆς γένος συνωνύμως κατηγορεῖται, ὅτι μηδὲ ἄλλο τι ὅλον ἀνομοιομερὲς τῶν μερῶν ἑκάστου οὕτω κατηγορεῖται, μέρος δὲ ἡ τοιαύτη διαφορὰ τοῦ διαιρουμένου ὑπ’ αὐτῆς, οὔτε αὐτὴ ἡ τοῦ εἴδους ἢ τοῦ ἀτόμου, ὅτι μηδὲ τὸ μέρος τοῦ ὅλου. ἐπεὶ δὴ δοκεῖ τισι καὶ ἡ διαφορὰ ἐν τῷ τί ἐστι τῶν εἰδῶν κατηγορεῖσθαι, εἶπε μὲν ἐν τῷ πρώτῳ ὅτι καὶ τὴν διαφορὰν καὶ τὰ ἀπὸ διαφορᾶς προβλήματα ὁμοῦ δεῖ τῷ γένει τάσσειν, ὡς τῶν αὐτῶν τόπων καὶ πρὸς τὰ ἀπὸ τῶν διαφορῶν προβλήματα χρησίμων ὄντων. ὅτι δὲ μὴ πάντῃ ταὐτὸν ἡ διαφορὰ τῷ γένει, εἰ καὶ ὅτι μάλιστα καὶ αὐτὴ ἐν τῷ τί ἐστι δοκεῖ τοῦ εἴδους κατηγορεῖσθαι καὶ κατὰ πλειόνων τε καὶ διαφόρων τῷ εἴδει ἡ διαφορά, τίσι [τε] τὴν διαφορὰν δυνησόμεθα χωρίζειν τοῦ γένους, στοιχεῖά τινα καὶ θεωρήματα ἡμῖν παραδίδωσιν· ἃ τῷ φθάνειν εἰρῆσθαι ἤδη εἶπεν [ἐν] τοῖς εἰρημένοις.2 ἔστι δὲ πρῶτον μὲν ὅτι τὸ γένος ἐπὶ πλέον λέγεται τῆς διαφορᾶς· μέρος γάρ τι τοῦ γένους ἡ διαφορὰ ἀποτέμνεται. δεύτερον ὅτι, εἰ καὶ ἡ διαφορὰ τοῦ εἴδους ἐν τῷ τί ἐστι δοκεῖ κατηγορεῖσθαι (αἰεὶ γὰρ ὁ ὁρισμὸς ἐν τῷ τί ἐστι καὶ αἱ διαφοραὶ ἐν τῷ ὁρισμῷ), ἀλλὰ μᾶλλόν γε τὸ γένος ἁρμόττει ἐρωτηθέντας περὶ τοῦ εἴδους τί ἐστιν ἀποδιδόναι ἢ τὴν διαφοράν· μᾶλλον γὰρ ὁ ἄνθρωπος ζῷον ἢ λογικόν. τρίτον ὅτι ἡ μὲν διαφορὰ ποιότητα τοῦ γένους οὗ ἐστι σημαίνει (ποιότης γὰρ τοῦ ζῴου τὸ λογικὸν καὶ τὸ πεζόν), οὐκέτι δὲ καὶ τὸ γένος τῆς διαφορᾶς· οὐδενὸς γὰρ αὐτῶν ποιότης τὸ ζῷον. καὶ ὅτι οὕτως ἔχει δεικνὺς παρέθετο ὅτι ὁ μὲν εἰπὼν λογικὸν ποιὸν ζῷον σημαίνει, ὁ δὲ ζῷον εἰπὼν οὐ λέγει ποιὸν λογικόν· ὥστε τὸ μὲν λογικὸν εἰς ποιὸν μεταλαμβάνεται, ποιότητα τοῦ ζῴου σημαῖνον, τὸ δὲ ζῷον οὐκέτι τοῦ λογικοῦ σημαίνει ποιότητα.

「さらに立論のためには考察すべきである。」 「より少なく」および「同様に」に基づく類の立論のためのトポスを述べた後、割り当てられたものが類であることを立論するためには、もし類として割り当てられたものが、数において多くかつ種において異なるものたちについて割り当てられているならば、それらの「何であるか」において述語付けられているかを探求することが有用である、と彼はさらに述べる。なぜなら、それらが多数あり、種において異なっているときに、「何であるか」において述語付けられているならば、類であるからである。同じトポスは破棄のためにも有用であろう。なぜなら、もし「何であるか」において述語付けられていないならば、類ではないからである。しかし、もし一つの種について割り当てられており、それの「何であるか」において述語付けられているならば、種において異なる他のものたちについても同様に述語付けられているかを探求しなければならない。例えば、もし動物が人間の類として割り当てられているなら、馬や他のいかなるものについても同様に述語付けられているか考察すべきである。なぜなら、[もしそうなら]類であるであろうからである。ところで種差について語りながら彼は、「しかし、ある人々には種差も種の『何であるか』において述語付けられると思われるので」と言ったが、それは、複合体として取られる種差はこのように述語付けられるものの、複合体の質料から離れた種差はもはやそうではないからである。これについては彼も『範疇論』において言及し、その中で、種差の規定(定義)を個体も種も受け入れると述べている。彼はそこではこれらの固有の種差を実体であるとは言わなかった。なぜなら、それらは類でも種でも個体でもないからである。実際、種について述語付けられる種差は類として述語付けられるであろう。そして種差が類ではないことを彼は今示している。また、単独でかつ類から離れて取られる種差は種でもない(複合体としての種差がそうであるとしても)。そしてあの書においては実体とはこれら[種]とそれらのもとにある個体である。他方、このように取られる種差については、それによって区分される諸類も同義的に述語付けられる、もし彼が今述べたように、「有足の」が「或る性質の動物」を意味するならば。もっとも、彼自身は、類がそれ自身の種差についてそのように述語付けられるとは考えていない。しかし、実体において質料から離れて取られる種差については、それによって区分される類は同義的に述語付けられない。なぜなら、異質的な部分からなるいかなる全体も、各部分についてそのように述語付けられることはなく、そのような種差はそれによって区分されるものの部分だからである。またその種差自体も種や個体について述語付けられない。なぜなら部分が全体について述語付けられることもないからである。さて、ある人々には種差も種の「何であるか」において述語付けられると思われるので、彼は第一巻において、種差も種差に由来する諸問題も類と一緒に配分されるべきであると述べた。同じトポスが種差に由来する諸問題に対しても有用だからである。しかし、種差はあらゆる点で類と同一であるわけではないので(種差自体も種の「何であるか」において述語付けられるといくら強く思われようとも、また種差が数において多くかつ種において異なるものたちについて述語付けられようとも)、われわれがどのような点によって種差を類から分離することができるかについて、彼はわれわれにいくつかの基本要素と定理を伝授している。それらは既に言われてしまっていることにより、彼は「言われたことのうちに」と言ったのである。そして第一には、類は種差よりも広い範囲にわたって言われるということである。なぜなら種差は類の一部を切り取るからである。第二には、たとえ種差も種の「何であるか」において述語付けられると思われるとしても(実際、定義は常に「何であるか」においてあり、種差は定義のうちにある)、種について「それは何であるか」と問われたときに答えるのには、種差よりもむしろ類の方が適しているということである。なぜなら、人間は「理性的」であるよりはむしろ「動物」だからである。第三には、種差はそれが属している類の性質を意味するが(実際、「理性的」や「有足の」は動物の性質である)、類はもはや種差の性質を意味しないということである。なぜなら動物はそれらのうちのいずれの性質でもないからである。そして事態がそうであることを示しながら、彼は、「理性的」と言った者は或る性質の動物を意味するが、「動物」と言った者は或る性質の理性的[なもの]を言っているのではない、ということを付け加えた。したがって、「理性的」の方は動物の性質を意味しながら「或る性質のもの」へと転換されるが、「動物」の方はもはや「理性的」の性質を意味しないのである。

構文注2 件
  1. 4.78χρήσιμον, εἰ τὸ ἀποδεδομένον ὡς γένος πλειόνων καὶ διαφερόντων εἴδει εἴη ἀποδεδομένον, ζητεῖν εἰ ἐν τῷ τί ἐστιν αὐτῶν κατηγορεῖται

    述語形容詞 χρήσιμον の後に非人称の構文(動詞 ἐστί の省略)が成立しており、主語として不定詞 ζητεῖν(...を探求すること)が取られている。条件節 εἰ τὸ ἀποδεδομένον... が不定詞 ζητεῖν の前提条件を提示し、ζητεῖν は間接疑問節 εἰ ἐν τῷ τί ἐστιν... を目的語として取っている。

  2. 4.78ἃ τῷ φθάνειν εἰρῆσθαι ἤδη εἶπεν [ἐν] τοῖς εἰρημένοις

    τῷ φθάνειν εἰρῆσθαι は冠詞付き不定詞の与格(原因・理由の与格)であり、「既に先に語られてしまったことによって」の意を表す。先行詞(これらの定理・要素)を受ける目的格関係代名詞 ἃ が εἶπεν の目的語となっており、「これら[定理]を、既に先立って言われてしまったがゆえに、[アリストテレスは]『言われたことのうちに』と言った」という文構造をなす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:364.22-366.13