- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:307.7-308.19
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスが『トピカ』第4巻第2章(121b24)で提示した「同一の種に別の公認された類があるか」というトポスについて、互いに包摂関係にない二つの類が並立しえない論拠、思慮や知恵に関する反論、およびそれらがより高次の共通の類の下にあるべき条件を解説する。
" Σκοπεῖν δὲ καὶ εἴ τι ἄλλο γένος ἐστὶ τοῦ ἀποδοθέντος εἴδους." Ἐπεὶ μὴ δοκεῖ δύνασθαι τοῦ αὐτοῦ γένη1 δύο εἶναι, εἰ μὴ εἴη τὸ ἕτερον αὐτῶν ὑπὸ τὸ ἕτερον (διὰ τοῦτο γὰρ τοῦ ἀετοῦ καὶ τὸ ὄρνεον καὶ τὸ ζῷον γένη, ὅτι τὸ ὄρνεον ὑπὸ τὸ ζῷόν ἐστι), φησὶ δεῖν, ὅταν τι ὡς γένος τινὸς ἀποδοθῇ, ζητεῖν εἴ τι τοῦ αὐτοῦ γένος ἄλλο ἐστὶν ὁμολογούμενον, καὶ ἂν τὸ ἀποδεδομένον αὐτοῦ γένος μήτε περιέχῃ τὸ ὁμολογούμενον αὐτοῦ γένος μήτε περιέχηται ὑπ’ αὐτοῦ, ἀναιρεῖν καὶ ἀποδεικνύναι ὅτι μὴ γένος τὸ ἀποδοθέν. οἷον εἰ λέγοι τις τῆς δικαιοσύνης γένος τὴν ἐπιστήμην, ἐπεὶ ὁμολογουμένως ἡ ἀρετὴ αὐτῆς ἐστι γένος καὶ οὔτε ἡ ἀρετὴ ὑπὸ τὴν ἐπιστήμην ἐστίν (οὐ γὰρ πᾶσα ἀρετὴ ἐπιστήμη) οὔτε ἡ ἐπιστήμη ὑπὸ τὴν ἀρετήν (ἡ γὰρ γεωμετρία ἐπιστήμη οὖσα οὐκ ἔστιν ἀρετή), οὐκ ἂν εἴη τῆς δικαιοσύνης ὀρθῶς γένος ἀποδοθὲν ἡ ἐπιστήμη. πρὸς τοῦτο ἔνστασιν φέρει· δοκεῖ γὰρ ἡ φρόνησις καὶ ἐπιστήμη καὶ ἀρετὴ εἶναι καὶ ὑπ’ ἀμφότερα τὰ γένη, καίτοι ἐκείνων οὐκ ὄντων ὑπ’ ἄλληλα. πρὸς ἣν ἔνστασιν πρῶτον μὲν λέγει ὅτι μὴ ὁμολογούμενόν ἐστι τὸ τὴν φρόνησιν ἐπιστήμην εἶναι· εἰ γάρ ἐστι περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλοτε ἄλλως ἔχοντα, οὐκ ἂν εἴη ἐπιστήμη ἡ φρόνησις. εἶτά φησιν ὅτι, εἰ καὶ συγχωρηθείη εἶναί τι ἐν δύο γένεσι μὴ οὖσιν ὑπ’ ἄλληλα (καὶ γὰρ εἰ μὴ ἡ φρόνησις ἀρετὴ οὖσα συγχωρεῖται ἐπιστήμη εἶναι, ἀλλ’ ἥ γε σοφία ὑπ’ ἄμφω ἐστί· καὶ γὰρ καὶ ἀρετὴ καὶ ἐπιστήμη ἐστίν, ἃ οὐκ ἔστιν ὑπ’ ἄλληλα. δοκεῖ δὲ καὶ ὁ ἄνθρωπος καὶ ὑπὸ τὸ ζῷον λογικὸν γένος εἶναι καὶ ὑπὸ τὸ πεζὸν ζῷον, καὶ οὐδέτερον ὑπ’ οὐδέτερόν ἐστιν, εἴ γε λογικοὶ καὶ οἱ θεοί· οὐ γὰρ ὑπὸ τὸ πεζὸν οἱ θεοί. εἰ δὲ μὴ ὑπό τι τούτων οἱ θεοί, ἢ ὑπὸ τὸ πεζὸν ἢ ὑπὸ τὸ πτηνὸν ἢ ὑπὸ τὸ ἔνυδρον, οὐδ’ ἂν ὑπὸ τὸ ζῷον εἶεν. καὶ εἴη ἂν ἁρμόζον τὸ παράδειγμα τοῦτο τῷ πρὸ ὀλίγου εἰρημένῳ τόπῳ τῷ “καὶ πάλιν εἰ μηδενὸς τῶν εἰδῶν ἐνδέχεται μετέχειν τὸ τεθὲν ἐν τῷ γένει”, ὡς καὶ ἡμεῖς παρεθέμεθα), καὶ ἐπὶ τούτων δή φησι δεῖν, εἰ καὶ μὴ ὑπ’ ἄλληλά ἐστι τὰ γένη, ἐν οἷς ἐστί τι κοινὸν ἀμφοτέροις, ἀλλ’ ἄμφω γε τὰ γένη ὑπό τι ἓν κοινὸν εἶναι, ὥσπερ καὶ ἡ ἀρετὴ καὶ ἡ ἐπιστήμη ἔχουσιν· οὐκ ἔστι μὲν γὰρ ὑπ’ ἄλληλα, ὑπὸ κοινὸν μέντοι γένος ἐστὶν ἄμφω, τὴν γὰρ ἕξιν καὶ διάθεσιν, ὃ ποιότητός ἐστιν εἶδος. ἂν δὴ μήτε ὑπ’ ἄλληλα ᾖ τὰ γένη μήτε ἀμφότερα ὑπό τι ἓν κοινόν, ἀδύνατον τοῦ προκειμένου ἀμφότερα εἶναι γένη. τούτῳ τῷ τόπῳ χρώμενος ἂν δεικνύοις ὅτι μήτε ἡ μονὰς ποσὸν μήτε οὐσία· καίτοι δοκεῖ, καθ’ ὃ μέν ἐστι ποσοῦ ὄντος τοῦ ἀριθμοῦ αὐξητική, ποσὸν εἶναι, εἴ γε πᾶν τὸ αὐξόμενον ὁμογενεῖ αὔξεται, ᾗ δὲ ἓν ὂν τῷ ἀριθμῷ δεκτικόν ἐστι τῶν ἐναντίων, ταύτῃ οὐσία· ἐν γὰρ τῇ αὐτῇ τριάδι ἡ μέση μονὰς καὶ πέρας ἐστὶ τῆς πρώτης δυάδος καὶ ἀρχὴ τῆς δευτέρας. ἀλλ’ ἐπεὶ μήτε ἡ οὐσία ὑπὸ τὸ ποσὸν μήτε τὸ ποσὸν ὑπὸ τὴν οὐσίαν μήτε ἀμφότερα, ἡ οὐσία καὶ τὸ ποσόν, ὑπὸ ταὐτὸν γένος, οὐκ ἂν ἐν ἀμφοτέροις εἴη τοῖς γένεσιν ἡ μονάς. οὕτως δεικνύοι τις ἂν μηδὲ τὴν ἐπιστήμην καὶ ὑπὸ τὸ ποιὸν οὖσαν καὶ τὸ πρός τι. ἢ λύοιτο ἂν τοῦτο τῷ εἰρῆσθαι ὅτι κατ’ ἄλλο καὶ ἄλλο.2
「また、提示された種の類が何か別にあるかどうかも考察すべきである。」 同一のものの類が二つあることは、それらの一方が他方の下にあるのでない限り(実際、鷲の類が鳥でも動物でもあるのは、鳥が動物の下にあるからである)不可能であると思われるので、何かが或るものの類として提示されたときは、それと同じものについて認められている別の類があるかどうかを探求し、もしそれについて提示された類が、その認められている類を包括することもそれによって包括されることもないなら、提示されたものが類ではないと論駁し論証すべきである、と彼は言う。たとえば、もし誰かが正義の類を知識であると言うなら、正義の類が徳であることは承認されており、徳は知識の下になく(すべての徳が知識であるわけではないから)、知識も徳の下にない(幾何学は知識であっても徳ではないから)ので、正義の類として知識が提示されたのは正しくないことになるだろう。これに対して彼は異論を提起する。なぜなら思慮は知識でもあり徳でもあり、それらの類は互いの下にないにもかかわらず両方の類の下にあると思われるからである。この異論に対して、第一に彼は、思慮が知識であることは認められていないと述べる。なぜなら、もし思慮が可能的なものや場合によって異なる状態にあるものに関するものであるなら、思慮は知識ではないだろうからである。次に彼は、たとえ互いの下にない二つの類の中に何かが存在することが容認されるとしても(実際、たとえ思慮が徳であって知識であるとは容認されないとしても、知恵は確実に両方の下にある。知恵は徳でも知識でもあり、これらは互いの下にないからである。また人間も理性的な動物という類の下にあり、かつ陸生動物という類の下にあると思われるが、もし神々も理性的であるなら、どちらもどちらの下にもない。なぜなら神々は陸生の下にはないからである。だが、もし神々がこれらのいずれかの下、すなわち陸生か有翼か水生のいずれかの下にないのであれば、神々は動物の下にもないことになるだろう。そしてこの例は、少し前に述べられた「また、類の中に置かれたものが諸種のいずれにもあずかることができないかどうか」というトポスにも適合するであろう、我々も引証した通りである)、そうした事例においてすら、たとえ両者に共通する何かが存在する諸々の類が互いの下にないとしても、両方の類は何か一つの共通のものの下になければならない、と彼は言う。徳と知識がまさにそうであるように。なぜならそれらは互いの下にはないが、共通の類、すなわち状態と態勢の下にあり、これは性質の一種であるからである。したがって、もし諸類が互いの下にもなく、両方が何か一つの共通のものの下にもないなら、提示された対象の類がその双方であることは不可能である。このトポスを用いるなら、単位(モナス)は量でも実体でもないことが示されるだろう。もっとも、単位は、数という量であるものを増加させるものである限りにおいては量であると思われ(およそ増加するものはすべて同種のものによって増加するゆえに)、他方で数において一つでありながら反対のものを受け入れる限りにおいて実体であると思われる(実際、同一の三つ組において中間の単位は第一の二つ組の終わりであり、第二の二つ組の始原であるからである)。しかし、実体が量の下にもなく、量が実体の下にもなく、実体と量という両方が同一の類の下にもないゆえに、単位が両方の類の中にあることはないだろう。このようにして、知識が性質の下にありつつ関係の下にあるということもない、と示すことができるだろう。あるいは、このことは異なる観点によるものであると言われたことによって解決されるかもしれない。
- 4.14καὶ ἐπὶ τούτων δή φησι δεῖν, εἰ καὶ μὴ ὑπ’ ἄλληλά ἐστι τὰ γένη
εἶτά φησιν ὅτι, εἰ καὶ συγχωρηθείη... に始まる従属節の構造が、長い挿入句(καὶ γὰρ εἰ μὴ... ὡς καὶ ἡμεῖς παρεθέμεθα)によって中断された後、καὶ ἐπὶ τούτων δή φησι δεῖν で主節の骨格が再開されている。文構造の核は φησὶ δεῖν... ἄμφω γε τὰ γένη ὑπό τι ἓν κοινὸν εἶναι(「両方の類が何か一つの共通のものの下になければならない、と彼は言う」)である。
- 4.14τῷ εἰρῆσθαι ὅτι κατ’ ἄλλο καὶ ἄλλο
与格の冠詞付き完了不定詞 τῷ εἰρῆσθαι は手段または理由を表し、「…と言われたことによって」の意。ὅτι 節はその内容を示し、知識が性質(内的な状態)としても関係(何らかの対象の知識)としても言われるのは別々の観点(κατ’ ἄλλο καὶ ἄλλο)に基づくという説明を指している。
