← アフロディシアスのアレクサンドロス

アリストテレス『トポス論』注解

§261.17-262.31

固有の徳の有無と対象を善くする能力

アリストテレスの『トピカ』第3巻におけるより望ましいものの選定基準を注解し、同種内での固有の徳の有無・程度による優劣(118a27)と、現前によって対象を善くする能力やより高次の対象を善くする能力による優劣(118a29)を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.38

" Ἔτι τῶν ὑπὸ τὸ αὐτὸ εἶδος τὸ ἔχον τὴν οἰκείαν ἀρετὴν τοῦ μὴ ἔχοντος αἱρετώτερον." Ἐπεὶ ἡ οἰκεία ἀρετὴ ἑκάστου ἀκρότης ἐστὶ καὶ τελειότης τῆς οἰκείας φύσεως αὐτοῦ, πᾶν δὲ αἱρετώτερον τέλειον ἁπλῶς, εἰκότως τῶν ὑπὸ τὸ αὐτὸ εἶδος τὸ τὴν οἰκείαν ἔχον ἀρετὴν αἱρετώτερον τοῦ μή. οὕτως ἄνθρωπος μὲν ὁ τὴν ἀρετὴν ἔχων τὴν ἀνθρώπου τοῦ μὴ τὴν ἀρετὴν ἔχοντος αἱρετώτερος· ὑπὸ γὰρ ταὐτὸν εἶδος πάντες ἄνθρωποι. ἵππος δ’ ἵππου καὶ κύων κυνός, ἀλλὰ καὶ σκεῦος σκεύους τὸ τὴν οἰκείαν χρείαν παρεχόμενον, πρὸς ἣν πεποίηται, αἱρετώτερον· αὕτη γὰρ ἀρετὴ σκεύους. διὰ τοῦ τόπου τούτου δείξεις ἔκπωμα μὲν τὸ πρὸς τὸ πίνειν ἐπιτηδειότερον αἱρετώτερον τοῦ χρυσοῦ τε καὶ ἀργυροῦ (αὕτη γὰρ ἐκπώματος ἀρετή, ἀλλ’ οὐχ ἡ πολυτέλεια), οἰκίαν δὲ τὴν πρὸς σκέπην ἐπιτηδειοτέραν αἱρετωτέραν τῆς λιθοικοδομήτου μὲν οὐχ ὁμοίως δὲ τὸ ἀπὸ σκέπης εὔχρηστον παρεχομένης. ὁ αὐτὸς καὶ ἐπὶ ἐσθῆτος λόγος· ἡ γὰρ θερμαίνουσα, οὐχ ἡ πορφυρᾶ ἢ χρυσόσημος· καὶ ἐπὶ ξίφους· οὐ γὰρ τὸ ἐλεφαντόκωπον ἀλλὰ τὸ χρησιμώτερον πρὸς τὴν διακονίαν τοῦ ξίφους αἱρετώτερον. ἀκριβῶς δὲ προσέθηκε τὸ τῶν ὑπὸ τὸ αὐτὸ εἶδος·1 οὕτως γὰρ ἀληθὴς ὁ τόπος· οὐ γὰρ ἔτι ἀληθὲς τὸ λέγειν ‘τῶν ὑπὸ τὸ αὐτὸ γένος τὸ ἔχον τὴν οἰκείαν ἀρετὴν ἄμεινον τοῦ μὴ ἔχοντος’. οὐ γὰρ λαγωὸς ἔχων τὴν οἰκείαν ἀρετὴν ἀμείνων ἀνθρώπου μὴ ἔχοντος τὴν οἰκείαν ἀρετήν· οὐδεὶς γὰρ λαγωὸς ἀνθρώπου καλλίων. τῶν δέ γε ὁμοειδῶν καὶ τῶν τῆς αὐτῆς ἀρετῆς δεκτικῶν τὸ ἔχον τὴν οἰκείαν ἀρετὴν τοῦ μὴ ἔχοντος βέλτιον. εἰ δ’ ἀμφότερα ἔχοι τὰ ὑπὸ ταὐτὸν εἶδος τὴν οἰκείαν ἀρετήν, τὸ μᾶλλον ἔχον δῆλον ὅτι αἱρετώτερον· αἱρετωτέρα γὰρ ὄψις μὲν ἡ ὀξυδερκεστέρα, ἀκοὴ δὲ ἡ εὐηκοωτέρα, ἵππος δὲ ὁ εὐπειθέστερός τε καὶ δρομικώτερος, καὶ ἐπιστήμη ἡ ἀκριβεστέρα.

「さらに、同じ種のもとのもののうち、固有の徳をもつものは、もたないものよりも選ぶに値する。」 個々のものの固有の徳とは、その固有の自然の本性の最高点にして完成態であり、端的に完全なものはすべてより選ぶに値するのだから、同じ種のもとのもののうち、固有の徳をもつものがそれをもたないものよりも選ぶに値するのは当然である。このように、人間の徳をもつ人間は、その徳をもたない人間よりも選ぶに値する。すべての人間は同じ種のもとにあるからである。馬は馬より、犬は犬より[選ぶに値する]が、器具も器具より、それが作られた目的である固有の用を果たすものがより選ぶに値する。これが器具の徳だからである。このトポスを通じて、飲むことに対してより適した盃は、金や銀の盃よりも選ぶに値すること(これが盃の徳であって、豪華さではないからである)、また覆いに対してより適した家は、石造りではあっても覆いによる実用性を同様には提供しない家よりも選ぶに値することを示すであろう。同じ論理は衣類についても当てはまる。温めるものこそが選ぶに値するのであって、紫色のものや金糸で飾られたものではないからである。また剣についても同様である。象牙の柄をもつものではなく、剣の奉仕に対してより有用なものがより選ぶに値するからである。彼が「同じ種のもとのもののうち」と付け加えたのは厳密である。このようにしてこそトポスは真となるからである。「同じ類のもとのもののうち、固有の徳をもつものはもたないものより優れている」と言うことは、もはや真ではないからである。というのも、固有の徳をもつ兎が、固有の徳をもたない人間より優れていることはないからである。兎のほうが人間より美しいということは決してないからである。しかし、同種であり、同じ徳を受け入れうるもののうちでは、固有の徳をもつものがもたないものより善いのである。もし同じ種のもとの両方が固有の徳をもつなら、より多くもつものがより選ぶに値することは明らかである。より視力の鋭い視覚はより選ぶに値し、より耳の敏い聴覚、より従順で走るのが速い馬、より正確な知識がより選ぶに値するからである。

§3.39

"Ἔτι εἰ τὸ μὲν ποιεῖ ἀγαθὸν ἐκεῖνο ᾧ ἂν παρῇ, τὸ δὲ μὴ ποιεῖ, τὸ ποιοῦν αἱρετώτερον." Ἐπεὶ τὰ ἀγαθὰ πολλαχῶς λέγεται καὶ τὰ μὲν αὐτῶν ποιεῖ ἀγαθοὺς τῇ ἑαυτῶν παρουσίᾳ τοὺς ἔχοντας αὐτά, ὡς αἱ ἀρεταί, τὰ δὲ οὔ, ὡς πλοῦτος, εὐγένεια, ἡδονή, τὰ τοιαῦτα, αἱρετώτερα τῶν ἀγαθῶν ἃ ἀγαθοὺς παρόντα ποιεῖ. οὕτως πᾶσα ἀρετὴ αἱρετωτέρα πάσης ἡδονῆς καὶ πάσης εὐτυχίας τῶν ἐκτός τε καὶ σωματικῶν ἀγαθῶν δεικνύοιτ’ ἄν * * * * * τὸ δὲ μᾶλλον ἀγαθὸν καὶ αἱρετώτερον εἶναι, ὡς τὸ θερμαῖνόν τε καὶ θερμὰ ποιοῦν τοῦ μὴ 〈θερμότερον〉· θερμότερον γὰρ τὸ πῦρ τῆς χιόνος, ἐχούσης καὶ ταύτης θερμότητα, ὅτι τὸ μὲν θερμαίνει ἡ δ’ οὔ, ἢ τὸ μὲν μᾶλλον ἡ δ’ ἧττον. εἰ δὲ ἀμφότερα ἀγαθοὺς ποιεῖ τῇ παρουσίᾳ τὰ συγκρινόμενα, αἱρετώτερον τὸ μᾶλλον ποιοῦν ἀγαθόν. εἴη δ’ ἂν καὶ κατὰ τοῦτο ἡ τέλειος ἀρετὴ τῆς φυσικῆς δεικνυμένη αἱρετωτέρα· ἄμφω μὲν γὰρ ἀγαθοὺς ποιοῦσι τοὺς ἔχοντας, ἀλλὰ μᾶλλον ἡ τέλειος ἀρετή. ἀλλὰ καὶ ὃ τὸ βέλτιον ἀγαθὸν ποιεῖ τοῦ ποιοῦντος τὸ χεῖρον ἀγαθὸν αἱρετώτερον.2 οὕτως ἀρετὴ ὑγείας καὶ ἰσχύος αἱρετωτέρα· ἡ μὲν γὰρ ἀρετὴ τὴν ψυχὴν ἀγαθήν, αἱ δὲ τὸ σῶμα ποιοῦσι· βέλτιον δὲ ψυχὴ σώματος. οὕτω καὶ σοφία σωφροσύνης αἱρετωτέρα· ἡ μὲν γὰρ τὸν νοῦν, ἡ δὲ τὸ ἐπιθυμητικὸν ἀγαθὸν ποιεῖ· βέλτιον δὲ ὁ νοῦς τοῦ ἐπιθυμητικοῦ τῆς ψυχῆς μέρους.

「さらに、あるものがそれの現前する対象を善きものにし、別のものが善きものにしないなら、善きものにする方がより選ぶに値する。」 善きものは多義的に語られ、善きもののうちあるものは、徳のように自らの現前によってそれをもつ者たちを善きものにするが、富、高貴な家柄、快楽、その他そのようなもののように善きものにしないものもあるのだから、善きもののうち、現前して善きものにするものがより選ぶに値する。このようにして、いかなる徳も、すべての快楽や、外的な善および身体的な善のあらゆる幸運よりも選ぶに値することが示されうるであろう……より善きものであり選ぶに値するというのは、温めるもの、すなわち温かい状態をもたらすものが、そうでないものよりも[より温かい]のと同様である。というのも、火は雪よりも温かいからである。雪も温かさをもっているとしても、火は温めるが雪は温めないか、あるいは火はより多く温めるが雪はより少なく温めるからである。もし比較される両方が現前によって善きものにするなら、より善きものにする方がより選ぶに値する。これに従っても、完全な徳は自然的な徳よりも選ぶに値すると示されうるであろう。両方ともそれをもつ者たちを善きものにするが、完全な徳のほうがより善きものにするからである。そればかりか、より優れたものを善くするものは、より劣ったものを善くするものよりも選ぶに値する。このようにして、徳は健康や筋力よりも選ぶに値する。徳は魂を善きものにするが、健康や筋力は身体を[善きものに]するからであり、魂は身体より優れているからである。このように知恵も節制より選ぶに値する。知恵は知性を善きものにするが、節制は欲求的能力を善きものにするからであり、知性は魂の欲求的部分より優れているからである。

構文注2 件
  1. 3.38ἀκριβῶς δὲ προσέθηκε τὸ τῶν ὑπὸ τὸ αὐτὸ εἶδος

    ἀκριβῶς は副詞として動詞 προσέθηκε(アリストテレスが補足したこと)を修飾する。名詞句 τὸ τῶν ὑπὸ τὸ αὐτὸ εἶδος はレンマ中の限定句そのものを中性単数冠詞 τὸ で名詞化した目的語であり、属格「同じ種のもとのもののうち」が比較の前提条件として不可欠である理由(類=γένος への拡大を退ける論証)を導く。

  2. 3.39ὃ τὸ βέλτιον ἀγαθὸν ποιεῖ τοῦ ποιοῦντος τὸ χεῖρον ἀγαθὸν αἱρετώτερον

    主語は関係代名詞節 ὃ τὸ βέλτιον ἀγαθὸν ποιεῖ(より優れたものを善くするもの)であり、ποιεῖ は二重対格(直接目的語 τὸ βέλτιον、述語 ἀγαθόν)をとる。文末の αἱρετώτερον が述部形容詞であり、属格名詞句 τοῦ ποιοῦντος τὸ χεῖρον ἀγαθόν は比較の属格として αἱρετώτερον に係る。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:261.17-262.31