← アフロディシアスのアレクサンドロス

アリストテレス『トポス論』注解

§21.26-23.19

通念の真偽中立性と学問固有の原理に基づく誤謬推理

アリストテレスが『トピカ』第1巻第1章(100b23–101a5)において論じた争論的推論の例示と通念の真偽中立性を確認した上で、証明・弁証・争論のいずれの定義にも還元できない学問固有の原理に基づく誤謬推理(幾何学の偽図形など)の性格を注解している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.4#2

τοιοῦτος καὶ ὁ τὴν ἐγκράτειαν σωφροσύνην οἰόμενος δεικνύναι, διότι ἀμφότεραι κρείττους ἡδονῶν ποιοῦσιν· ἀληθεῖς μὲν γὰρ αἱ προτάσεις καὶ ἔνδοξοι καὶ εἰδοποιοί, ἀλλ’ ἐν δευτέρῳ σχήματι δύο καταφάσεις πάλιν εἰσὶν εἰλημμέναι. διὰ ταὐτὰ δὲ οὐδὲ ὁ ἀνδρεῖος ἐπιστήμων,1 ἐπειδὴ ἑκατέρῳ αὐτῶν ὑπάρχει τὸ θαρραλέον. δεῖ δὲ περὶ τῶν ἐνδόξων τοῦτο προειληφέναι, ὅτι τὰ ἔνδοξα, καθ’ ὅσον ἐστὶν ἔνδοξα, οὔτε ἀληθῆ ἐστιν οὔτε ψευδῆ· καὶ γὰρ ἀληθῆ τινά ἐστιν ἔνδοξα, ὡς τὸ θεοὺς εἶναι, καὶ ψευδῆ, ὡς τὸ τοὺς θεοὺς δύνασθαι πάντα (οὐ γὰρ καὶ τὰ κακά, ἅ ἐστι καὶ αὐτὰ τῶν πάντων), ὥσπεροῦν καὶ ἀληθῆ πάλιν ἐστί τινα ἄδοξα, ὡς μὴ διὰ τὴν ἀπλανῆ πᾶν σῶμα ἐν τόπῳ εἶναι·2 ἀπὸ γὰρ τοῦ δοκεῖν ἡ τοῦ ἐνδόξου κρίσις, ὥσπερ εἴρηται. Εἰπὼν δὲ ταῦτα καὶ περὶ τοῦ ἐριστικοῦ συλλογισμοῦ καὶ δείξας τὰς παρὰ τὴν ὕλην τῶν συλλογισμῶν γινομένας διαφοράς (οὐδεὶς γὰρ ἐκ ψευδῶν καὶ ἀδόξων συλλογίζεται, ὡς προεῖπον· αὕτη γάρ ἐστι παρὰ τὰς εἰρημένας ὕλας τῶν προτάσεων διαφορά· καὶ γὰρ ὁ πειραστικός, ὃν ἐν ἄλλοις τούτοις προστίθησιν, ἐξ ἐνδόξων πως καὶ αὐτός ἐστι, τούτῳ διαφέρων τοῦ διαλεκτικοῦ, ὅτι ὁ μὲν διαλεκτικὸς ἐκ τῶν ἁπλῶς ἐνδόξων, ὁ δὲ πειραστικὸς ἐκ τῶν τῷ ἀποκρινομένῳ δοκούντων τόν τε ἔλεγχον καὶ τὸν συλλογισμὸν ποιεῖται καὶ πείρας χάριν· ἐκ τῶν οὖν ἐκείνῳ ἐνδόξων ἐστίν), εἰπὼν δὴ περὶ τούτων παρὰ τοὺς προειρημένους φησὶ πάντας συλλογισμούς,3 τὸν ἀποδεικτικόν, ὃς ἐξ ἀληθῶν ἦν καὶ πρώτων, τὸν διαλεκτικόν, ὃς ἐξ ἐνδόξων, τὸν ἐριστικόν, ὃς ἐκ φαινομένων ἐνδόξων συλλογίζεται, ἄλλο φησὶν εἶδος εἶναι συλλογισμῶν τὸν καθ’ ἑκάστην ἐπιστήμην ἐκ τῶν οἰκείων ἀρχῶν τῇ ἐπιστήμῃ γινόμενον παραλογισμόν, ὁποῖά φαμεν εἶναι ἐν γεωμετρίᾳ τὰ ψευδογραφήματα. συγγενεῖς δὲ λέγοι ἂν γεωμετρίᾳ ἐπιστήμας ἀριθμητικήν (καὶ γὰρ αὕτη περὶ ποσόν, ἀλλὰ διωρισμένον), ἔτι δὲ ἀστρονομίαν καὶ ὀπτικὴν καὶ μηχανικήν· προσχρῶνται γὰρ αὗται ταῖς γεωμετρικαῖς ἀρχαῖς. τοῦτο δὲ τὸ εἶδος τῶν συλλογισμῶν ὅτι τῶν προειρημένων ἐστὶν ἄλλο, δείκνυσιν ἐκ τοῦ μηδένα τῶν λόγων τῶν ἀποδεδομένων ἐφαρμόζειν αὐτῷ. ὁ γὰρ ψευδογραφῶν οὔτε ἐξ ἀληθῶν καὶ πρώτων ψευδογραφεῖ (ἀδύνατον γὰρ ἐξ ἀληθῶν ψεῦδος συναχθῆναι) οὔτε ἐξ ἐνδόξων· οὐ γὰρ ὑποπίπτει τῷ τῶν ἐνδόξων λόγῳ τὰ ἐξ ὧν γίνεται τὰ ψευδογραφήματα. ὁ γὰρ ψευδογραφῶν οὔτε τὰ πᾶσι δοκοῦντα λαμβάνει οὔτε τὰ τοῖς πολλοῖς· τὴν ἀρχὴν γὰρ οὐδὲ ἐπαΐουσιν πάντες ἢ οἱ πολλοὶ περὶ τούτων· ἀλλ’ οὐδὲ τὰ πᾶσι τοῖς σοφοῖς, ἀλλ’ οὐδὲ τὰ τοῖς πλείστοις, οὐδὲ τὰ τοῖς γνωριμωτάτοις· καὶ γάρ, εἴ τινος τῶν σοφῶν δόγμα τι τοιοῦτόν ἐστιν, ἀλλ’ ὁ ψευδογραφῶν οὐ τὸ τινὶ δοκοῦν λαβὼν τίθησιν, ἀλλ’ ἐν τῷ περὶ αὐτῶν λόγῳ τὴν παραγωγὴν ποιεῖται. ἀλλ’ οὐδὲ ὁ τοῦ ἐριστικοῦ συλλογισμοῦ λόγος ἐφαρμόζοι ἂν τοῖς τοιούτοις παραλογισμοῖς· οὔτε γὰρ διὰ τὸ ἔνδοξον δοκεῖν τε καὶ φαίνεσθαι τὸ οὕτω πως περιγράφειν τι περιγράφει, οὔτε διὰ τὸ μὴ συλλογίζεσθαι ψευδογραφεῖ. ὅτι δὲ μὴ τοιοῦτος ὁ τοῦ ψευδογραφοῦντος λόγος, ἐδήλωσεν διὰ τοῦ εἰπεῖν ἀλλ’ ἐκ τῶν οἰκείων μὲν τῇ ἐπιστήμῃ λημμάτων οὐκ ἀληθῶν δὲ τὸν συλλογισμὸν ποιεῖται· οὐ γὰρ διὰ τοιούτων ὁ ἐριστικὸς συλλογισμός. ἄλλο ἄρα τι εἶδος τοῦτο παραλογισμῶν ἐστιν, ᾧ οὔτε ὁ διαλεκτικὸς οὔτε ὁ σοφιστικὸς χρῆται, ἀλλ’ οἱ κατὰ τὰς ἐπιστήμας πείρας χάριν τῶν περὶ αὐτὰς καταγινομένων καὶ γυμνασίας πρὸς τὸ διορατικωτέρους αὐτοὺς γίνεσθαι τῶν ἐν αὐτοῖς ἀληθῶν. τοῦ δ’ ἐκ τῶν οἰκείων ἀρχῶν τοὺς παραλογισμοὺς τοὺς κατὰ γεωμετρίαν γίνεσθαι παρέθετο δεικτικὸν τὸ τῷ γὰρ τὰ ἡμικύκλια περιγράφειν4 μὴ ὡς δεῖ ἢ γραμμάς τινας ἄγειν μὴ ὡς ἂν ἀχθείησαν τὸν παραλογισμὸν ὁ ψευδογραφῶν ποιεῖται. οἱ δὲ οὕτως γινόμενοι παραλογισμοὶ χρωμένων ταῖς γεωμετρικαῖς ἀρχαῖς γίνονται· οὐ γὰρ ὡς ἄλλοις τισὶ δοκοῦν λαμβάνει τι τούτων ὁ δεικνὺς διὰ τούτων, ἀλλ’ ὡς ἑπόμενον ταῖς γεωμετρικαῖς ἀρχαῖς, καὶ οὐ παρὰ τὸ λεγόμενον τὴν παραγωγὴν ποιεῖται ἀλλὰ παρὰ τὴν μὴ δέουσαν καταγραφήν. τὸ γὰρ παντὶ κέντρῳ καὶ διαστήματι κύκλον περιγράφεσθαι καὶ ἀπὸ παντὸς σημείου ἐπὶ πᾶν σημεῖον εὐθεῖαν ἐπιζευγνύναι, οἷς προσχρῆται ὁ τὰ ἡμικύκλια περιγράφων μὴ ὡς δεῖ καὶ γραμμὰς ἄγων μὴ ὡς ἂν ἀχθείησαν, ἐν ταῖς γεωμετρικαῖς εἰσιν ἀρχαῖς.

自制が節制であることを示そうと考える者も同様である。なぜなら、双方が快楽に打ち勝つようにするからである。というのも、諸前提は真であり通念であり本質差を与えるものであるが、第二格において再び二つの肯定命題が取られているからである。同じ理由によって、勇敢な者も知者であるわけではない。彼らの各々に大胆さが属しているからといって[そう帰結できるわけではない]。通念については、通念は通念である限りにおいて真でも偽でもないということをあらかじめ把握しておく必要がある。なぜなら、神々が存在するというように真である通念もあるし、神々はすべてのことをなしうる(というのも、悪しきことまでもではない。悪しきこともまたすべてのことのうちにあるのであるが)というように偽である通念もあるからであり、まさにそれと同様に、恒星天球のせいですべての物体が場所にあるわけではないというように、真であるが通念に反するものもあるからである。なぜなら、先に述べられたように、通念の判定は思われることに由来するからである。 これらを争論的推論についても語り、諸推論の質料に起因する相違を示した後に(というのも、先に私が述べたように、偽であり通念に反するものから推論する者は誰もいないからである。なぜなら、これが前提の先に述べられた諸質料のほかにある相違だからである。現に、彼が他の箇所でこれらに付け加えている試行推論も、それ自体ある意味で通念に由来するものであり、弁証的推論は端的な通念から論駁と推論を行うが、試行推論は応答者に思われることから、しかも試行のために行うという点において弁証的推論と異なっている。したがって、それ[試行推論]は相手にとって通念であるものに基づくのである)、さてこれらについて語った後に、彼は先に述べられたすべての推論、すなわち真かつ第一のものに基づく論証的推論、通念に基づく弁証的推論、通念のように思われるものから推論する争論的推論のほかに、それぞれの学問においてその学問に固有の原理から生じる誤謬推理、幾何学において偽図形がそうであると我々が言うようなものが、推論のもう一つの種であると述べる。 彼が幾何学と同族の学問と呼ぶであろうものは、算術(というのも、これもまた量に関するものであるが、離散的な量に関するものだからである)、さらに天文学、光学、力学である。これらは幾何学の原理を援用するからである。 この種の推論が先に述べられたものとは別のものであることを、与えられた定義のいずれもそれに当てはまらないことから彼は示す。なぜなら、偽図形を描く者は、真かつ第一のものから偽図形を描くのでもなく(真なるものから偽が帰結されることは不可能だからである)、通念から描くのでもない。偽図形が生じる根拠となるものは、通念の定義に該当しないからである。実際、偽図形を描く者は、すべての人に思われる事柄も、大多数の人に思われる事柄も前提として取らない。そもそもすべての人や大多数の人はこれらの事柄について何も心得ていないからである。そればかりか、すべての知者に思われる事柄も、大多数の知者に思われる事柄も、最も知られた知者たちに思われる事柄も取らない。なぜなら、知者の誰かの何らかの教説がそのようなものであるとしても、偽図形を描く者は誰かに思われることを取って定立するのではなく、それらに関する議論の中で誤導を行うからである。しかし、争論的推論の定義もそのような誤謬推理には当てはまらないであろう。なぜなら、ある仕方で何かを描くことが通念であると思われ現れるがゆえに描くのでもなく、推論を成していないがゆえに偽図形を描くのでもないからである。偽図形を描く者の議論がそのようなものではないことを、彼は「しかし学問に固有の前提からではあるが、真ではない前提から推論を行う」と述べたことによって明らかにした。争論的推論はそのような前提によるものではないからである。したがって、これは弁証家もソフィストも用いない誤謬推理の別の種であり、諸学問における者たちが、それらに携わる者たちの試行と、彼らがそれらのうちにある真理をより見通せるようになるための訓練のために用いるものである。 幾何学における誤謬推理が固有の原理から生じることの証拠として、彼は「というのも、半円をしかるべき仕方で描かないことや、ある線を引かれうる仕方で引かないことによって、偽図形を描く者は誤謬推理を行うからである」ということを提示した。このようにして生じる誤謬推理は、幾何学の原理を用いる者たちによって生じる。なぜなら、これらを通じて示す者は、これらの何らかを他の誰かに思われることとして取るのではなく、幾何学の原理に従うものとして取り、言論によって誤導を行うのではなく、しかるべからざる作図によって誤導を行うからである。なぜなら、任意の一点を中心とし任意の距離をもって円を描くことや、任意の点から任意の点へと直線を結ぶことは(半円をしかるべき仕方で描かず、線を引かれうる仕方で引かない者が援用するものであるが)、幾何学の原理のうちにあるからである。

構文注4 件
  1. 1.4διὰ ταὐτὰ δὲ οὐδὲ ὁ ἀνδρεῖος ἐπιστήμων

    述語動詞が省略されている。直前の「自制が節制であることを示そうと考える者も同様である」という構文を受けて、「同じ理由により、勇敢な者が知者であるということも[示され得ない]」あるいは「勇敢な者が知者であると[示す者も同様である]」と補って解釈する。第二格で肯定命題を二つ重ねても結論は導かれない(無推論的結合)という論理的欠陥が共通していることを指す。

  2. 1.4ὡς μὴ διὰ τὴν ἀπλανῆ πᾶν σῶμα ἐν τόπῳ εἶναι

    否定詞 μὴ の係り先が構文上の判断点となる。μὴ は διὰ τὴν ἀπλανῆ だけを否定しているのではなく、従属節の不定詞句全体(πᾶν σῶμα ἐν τόπῳ εἶναι)にかかっており、「最外天(恒星天球)が存在することにより、すべての物体が場所の中にあるというわけではない」という真であるが一般通念には反する学説(最外天自身はそれを包む外側の物体を持たないため場所の中にないとするアリストテレス自然学説)を指している。

  3. 1.4εἰπὼν δὴ περὶ τούτων παρὰ τοὺς προειρημένους φησὶ πάντας συλλογισμούς

    長大な複文における文構造の再開(resumptive syntax)。前文の分詞節 Εἰπὼν δὲ ταῦτα... から長い括弧的挿入(οὐδεὶς γὰρ...)が挟まれた後、εἰπὼν δὴ περὶ τούτων によって分詞構文が再開され、主節の動詞 φησί が導入される。さらに φησί が文節内で二度繰り返される(φησὶ πάντας... ἄλλο φησὶν εἶδος)文体的なアナコルートン(破格構文)を成している。

  4. 1.4τοῦ δ’ ἐκ τῶν οἰκείων ἀρχῶν τοὺς παραλογισμοὺς τοὺς κατὰ γεωμετρίαν γίνεσθαι παρέθετο δεικτικὸν τὸ τῷ γὰρ τὰ ἡμικύκλια περιγράφειν

    文全体の骨格は、属格不定詞句 τοῦ... γίνεσθαι(「…が生じることの」)が δεικτικόν(「証拠・論拠」)に係る名詞的修飾語であり、主動詞 παρέθετο の直接目的語が中性定冠詞 τὸ に導かれたアリストテレス本文の引用句(τὸ 'τῷ γὰρ... ποιεῖται')である。引用句内部では与格不定詞 τῷ περιγράφειν... ἄγειν が手段・原因を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:21.26-23.19