← アフロディシアスのアレクサンドロス

アリストテレス『トポス論』注解

§146.14-148.9

名称における慣習と本質における専門家への準拠

アリストテレスの『トピカ』第8巻における、事物の名称は多数者の慣習に従い、事物の本質や基準の判定は専門家に従うべきであるという助言的トポス(110a14)を解説し、医術の例やストア派の逆説への反論を通じて、論破と肯定的論証の双方におけるその適用法を論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.10

" Ἔτι διορίζεσθαι ποῖα δεῖ καλεῖν ὡς οἱ πολλοὶ καὶ ποῖα οὔ." Καὶ οὗτος ὁ τόπος παραγγελματικός. ἀφορμὴν δέ φησιν ἡμῖν πρὸς τὰ προβλήματα ἐπιχειρήσεως ἔσεσθαι καὶ ἀπὸ τοῦ προδιωρίσθαι καὶ ὡμολογῆσθαι, τίνα μὲν χρὴ τῇ τῶν πολλῶν χρήσει τε καὶ συνηθείᾳ ἑπομένους καλεῖν, τίνα δὲ οὔ· τοῦτο δὲ καὶ πρὸς τὸ κατασκευάζειν καὶ πρὸς τὸ ἀνασκευάζειν τὰ προβλήματα χρήσιμον. ἂν γὰρ ᾖ ἡμῖν προωμολογημένον τὸ δεῖν τοῖς μὲν ὀνόμασι κατὰ τῶν πραγμάτων τοῖς συνήθεσι καὶ κειμένοις χρῆσθαι καὶ οἷς οἱ πολλοί (κατὰ συνθήκην γὰρ τὰ ὀνόματα, καὶ οὐκ αὐτός τις ἕκαστος κύριος τῶν πραγμάτων ἕκαστον ὀνομάζειν τε καὶ μετονομάζειν ὡς βούλεται· ἀναιροῖτο γὰρ ἂν οὕτως ἡ κοινολογία, εἰ μὴ κοινοῖς τισιν ὀνόμασι καὶ συνήθεσιν εἴημεν ἐπ’ αὐτῶν χρώμενοι), τίνα μέντοι τοιαῦτα τῶν πραγμάτων ἐστί, καθ’ ὧν τὰ κοινὰ ὀνόματα καὶ συνήθη, καὶ διὰ τί τοιαῦτά ἐστι, καὶ τί μέτρον αὐτῶν ἐστιν, οὐκέτι τοῖς πολλοῖς προσεκτέον ἀλλὰ τοῖς εἰδόσιν, ἔχοιμεν ἂν ἀφορμὰς1 ἐκ τῆς ὁμολογίας ταύτης καὶ πρὸς τὸ ἀνασκευάζειν καὶ πρὸς τὸ κατασκευάζειν. σαφὲς δὲ τὸ λεγόμενον αὐτὸς διὰ τοῦ παραδείγματος ἐποίησεν. ὑγιεινὸν μὲν γὰρ ῥητέον τὸ ποιητικὸν ὑγείας, ὡς οἱ πολλοὶ καὶ ἡ συνήθεια· κατὰ γὰρ τοῦ τοιούτου πράγματος τούτῳ τῷ ὀνόματι οἱ πολλοὶ χρῶνται· οὐκέτι μέντοι ὑγείας ποιητικὸν τοῦτο χρὴ ἡγεῖσθαι ὃ οἱ πολλοὶ ὑπολαμβάνουσιν, ἀλλὰ ὃ οἱ ἰατροί. ὅ τι ἂν οὖν οἱ ἰατροὶ ὑγείας ποιητικὸν ἡγῶνται εἶναι, τοῦτο ὑγιεινὸν χρὴ καλεῖν ἑπομένους τῇ κοινῇ τοῦ ὀνόματος χρήσει. ἂν δή τις ὁμολογῶν τι ὑγείας εἶναι ποιητικὸν μὴ ὑγιεινὸν αὐτὸ ὀνομάζῃ ἀλλὰ ἄλλο τι, ἐλέγχοιτ’ ἂν κατὰ τὸν παραδεδομένον τόπον τὸν ἀξιοῦντα ὡρίσθαι ὅτι δεῖ τοῖς ὀνόμασι τοῖς τῶν πραγμάτων χρῆσθαι ὡς οἱ πολλοί. πάλιν δ’ αὖ ὁ ἀξιῶν ὑγείας ποιητικὸν εἶναι λέγειν, ὃ τοῖς πολλοῖς καὶ τοῖς τυχοῦσι δοκεῖ, ἐλέγχοιτ’ ἂν καὶ αὐτός, ὅτι ἦν ἡμῖν προωμολογημένον τὸ τὰ τοιαῦτα μὴ ὡς οἱ πολλοὶ κρίνειν τε καὶ λέγειν ἀλλ’ ὡς οἱ ἰατροί. ἀπὸ τούτου τοῦ τόπου ἐπιχειροίη τις ἂν καὶ πρὸς τὰ ὑπὸ τῶν Στωϊκῶν παράδοξα λεγόμενα. εἰ γὰρ τῶν πολλῶν πλούσιον λεγόντων μόνον τὸν πολυκτήμονα μὴ κατὰ τούτου τις χρῷτο τῷ ὀνόματι τούτῳ μηδὲ λέγοι τὸν πολυκτήμονα πλούσιον, κατὰ δὲ τοῦ σοφοῦ καὶ τοῦ τὰς ἀρετὰς ἔχοντος, παραβαίνοι ἂν τὸν κείμενον τῆς τῶν ὀνομάτων χρήσεως διορισμόν. τίς μὲν γάρ ἐστι πολυκτήμων, οὐ τῶν πολλῶν εἰδέναι ἀλλὰ τῶν τὰ τοιαῦτα ἐξεταζόντων· ὅτι δὲ δεῖ κατὰ τοῦ πολυκτήμονος τῷ ‘πλούσιος’ ὀνόματι χρῆσθαι, ἱκανὴ ἡ τῶν πολλῶν χρῆσις. ὁ δὴ ὁμολογῶν μὲν εἶναί τινα πολυκτήμονα μὴ ὀνομάζων δὲ τοῦτον πλούσιον οὐ δεόντως ἂν χρῷτο τῷ ὀνόματι. ἀλλ’ οὐδὲ ὁ χρώμενος αὐτῷ πάλιν ἐπὶ τοῦ τὰς ἀρετὰς ἔχοντος. πάλιν οἱ μὲν πολλοὶ εὐτυχῆ λέγουσι τὸν ἐν τοῖς τυχηροῖς ἀγαθοῖς εὐθηνοῦντα· οἱ δὲ τὸν τὴν ἀρετὴν ἔχοντά φασιν εὐτυχῆ, ὃ οὐκ ἔστι τῶν τυχηρῶν ἀγαθῶν. παραβαίνουσιν οὖν καὶ οὗτοι τὴν προσήκουσαν χρῆσιν τῶν ὀνομάτων. Εἰπὼν δὲ ὑγιεινὸν μὲν ῥητέον τὸ ποιητικὸν ὑγείας προσέθηκε τὸ ἢ ὡς οἱ πολλοὶ λέγουσιν, ὃ ἴσον ἐστὶ 〈τῷ ‘ἢ’〉 ὅπως ἂν ὦσιν οἱ πολλοὶ λέγοντες· καὶ γὰρ κατ’ ἄλλων τινῶν οἱ πολλοὶ τῷ ὑγιεινῷ ὀνόματι χρῶνται, οὐ κατὰ μόνου τοῦ ὑγείας ποιητικοῦ, ἀλλὰ καὶ κατὰ τοῦ σημαντικοῦ. ἢ εἶπεν ‘ὅπως ἂν οἱ πολλοὶ λέγωσιν’ ἐνδεικνύμενος ὅτι μὴ περὶ τοῦ ὀνόματος τούτου διατείνεσθαι χρὴ ἀλλὰ περὶ τοῦ χρῆσθαι τούτῳ ᾧ οἱ πολλοί· καὶ γὰρ εἰ μὴ τοῦτο ἀλλὰ ἄλλο τι εἴη, ἐκείνῳ χρηστέον. ἢ οὐκ ἔστι μετὰ τοῦ ‘ἢ’ ἀλλὰ χωρίς·2 λέγει γὰρ ὡς οἱ πολλοὶ λέγουσι· τὸ γὰρ ποιητικὸν ὑγείας ὑγιεινὸν τοῖς πολλοῖς σύνηθες λέγειν. ὡς δὲ πρὸς ἀνασκευὴν ὁ τόπος ὁ προειρημένος χρήσιμος, οὕτως καὶ πρὸς κατασκευήν. μὴ γὰρ βουλομένου τινὸς συγχωρεῖν ὅτι οἱ πολυκτήμονες πλούσιοι, κατασκευάσομεν τοῦτο προσχρώμενοι τῷ δεῖν μὲν ὀνομάζειν τὰ πράγματα ὡς οἱ πολλοί· οἱ δὲ πολλοὶ τούτους πλουσίους λέγουσιν. ὁμοίως καὶ πρὸς τὸν μὴ λέγοντα τὴν ὑγείαν ἀγαθὸν ἐνίσταιτο ἄν τις· ἡ γὰρ συνήθεια οὕτως. εἰ δέ τις πάλιν λέγοι τὴν ὑγείαν οὕτως ἀγαθὸν ὡς εὐδαιμονίαν ἢ μέρος εὐδαιμονίας, διότι οἱ πολλοὶ οὕτως ὑπολαμβάνουσιν, πάλιν ἀνασκευάζοιμεν ἂν τοῦτο τῇ ὁμολογίᾳ προσχρώμενοι μηκέτι τούτου τοὺς πολλοὺς κυρίους εἶναι· τῶν γὰρ σπουδαίων ἡ τοιαύτη περὶ τῆς ὑγείας κρίσις.

「さらに、どのようなものを多数者のように呼ぶべきであり、どのようなものをそう呼ぶべきでないかを規定すること。」 このトポスもまた助言的なものである。そして彼は、多数者の用法と慣習に従って何を呼ぶべきであり、何をそう呼ぶべきでないかが予め規定され合意されていることからも、問題に対するわれわれの論証の手掛かりが得られるであろうと述べる。そしてこのことは、問題を肯定的に論証することに対しても、論破することに対しても有用である。というのも、事物に対しては慣習的で定着した名前、すなわち多数者が用いる名前を用いるべきである(なぜなら名前は規約によるのであって、各人が思い通りに個々の事物を命名したり改名したりする主権を持つわけではないからである。もしわれわれが事物に対してある共通の慣習的な名前を用いていないとすれば、共通の対話そのものが破壊されてしまうであろう)が、どのような事物がその共通で慣習的な名で呼ばれるようなものであるか、なぜそうであるのか、それらの基準は何であるかについては、もはや多数者にではなく知る者たちに耳を傾けるべきである、ということがわれわれの間で予め合意されているならば、この合意からわれわれは論破に対しても肯定的論証に対しても手掛かりを得ることができるからである。そして彼は例を通じて、述べられていることを自ら明瞭にした。というのも、「健康によいもの」とは多数者と慣習が呼ぶように「健康をもたらすもの」と言われるべきだからである。実際、多数者はこのような事物に対してこの名前を用いている。しかしながら、多数者が思い込んでいるものを健康をもたらすものとはもはや考えるべきではなく、医者たちが考えるものをそう考えるべきである。したがって、医者たちが健康をもたらすものであるとみなすものを、名前の共通の用法に従って「健康によいもの」と呼ぶべきである。したがって、あるものが健康をもたらすものであると認めながら、それを「健康によいもの」と名付けずに別のものと呼ぶ者がいれば、事物の名前を多数者のように用いるべきであると規定されることを求める、提示されたトポスに従って論駁されるであろう。他方で、多数者や誰彼構わぬ人々が思っているものを健康をもたらすものと言うべきだと主張する者も、そのような事柄を多数者のようにではなく医者たちのように判定し言うべきであるとわれわれの間で予め合意されていたがゆえに、自らもまた論駁されるであろう。このトポスから、ストア派の人々によって逆説として語られている事柄に対しても論駁を試みることができるであろう。なぜなら、多数者が多くの財産を持つ者だけを「富める者」と呼んでいるのに、ある人がこの者に対してこの名前を用いず、多くの財産を持つ者を富める者と語らずに、知者や徳を持つ者に対して富める者と用いるならば、彼は語の用法の定められた規定に違反することになるであろうからである。実際、誰が多くの財産を持つ者であるかを知ることは多数者の役目ではなく、そのような事柄を吟味する者たちの役目であるが、多くの財産を持つ者に対して「富める者」という名前を用いるべきであることについては、多数者の用法で十分だからである。したがって、ある者が多くの財産を持つ者であると認めながらこの者を「富める者」と名付けない者は、その名前を当を得た仕方で用いていないであろう。しかし、徳を持つ者に対してふたたびその語を用いる者も同様である。さらに、多数者は運に属する善において栄えている者を「幸運な者」と呼ぶが、[ストア派の]人々は徳を持つ者を幸運な者と呼ぶのであり、徳は運に属する善には含まれない。したがって彼らもまた、名前の適切な用法に違反しているのである。また彼は「健康によいものとは健康をもたらすものと言われるべきである」と述べた後、「あるいは、多数者が語るように」と付け加えたが、これは〈「あるいは」〉「多数者が語るどのような仕方であれ」ということと同じである。というのも多数者は他のあるものに対しても「健康によい」という名前を用いており、単に健康をもたらすものに対してだけでなく、健康の兆候を示すものに対しても〔用いている〕からである。あるいは、この語に固執すべきではなく、多数者が用いるその語を用いるべきであるということを示すために、「多数者が語るどのような仕方であれ」と彼は言ったのである。なぜなら、もしこの語ではなく別の語であるとしても、そちらを用いるべきだからである。あるいは、「あるいは」を伴うのではなく、それなしで[読まれるべきである]。というのも彼は「多数者が語るように」と述べているからである。実際、健康をもたらすものを「健康によい」と語ることは多数者にとって慣習的だからである。そして先に述べられたトポスは、論破に対して有用であるのと同様に、肯定的論証に対しても有用である。なぜなら、多くの財産を持つ者が富める者であることをある人が認めたがらない場合、事物には多数者のように命名すべきであるが多数者はこれらの者を富める者と呼んでいる、ということを付け加えて用いることによって、われわれはこのことを肯定的に論証するであろうからである。同様に、健康が善であると言わない者に対しても異論を提起することができるであろう。なぜなら慣習がそうであるからである。しかし、もしある人がふたたび、多数者がそう思い込んでいるからといって、健康を幸福そのものあるいは幸福の一部であるかのように善であると語るならば、われわれはこのことについてはもはや多数者に主権があるわけではないという合意を援用して、これを再び論破するであろう。なぜなら、健康に関するそのような判定は優れて分別ある者たちに属するからである。

構文注2 件
  1. 2.10ἂν γὰρ ᾖ ἡμῖν προωμολογημένον τὸ δεῖν ... ἔχοιμεν ἂν ἀφορμὰς

    条件文において接続法 ᾖ を伴う前件節に対し、帰結節が ἄν と希求法 ἔχοιμεν ἄν で受けられている。前件の主語は中性冠詞を伴う不定詞句 τὸ δεῖν... であり、この中で「名称の使用」に関する τοῖς μὲν ὀνόμασι... と「事物の本質・基準の判定」に関する τίνα μέντοι τοιαῦτα... が μὲν... μέντοι によって対比され、後者では非人称述語 προσεκτέον が支配する長大な統語構造を形成している。

  2. 2.10ὃ ἴσον ἐστὶ 〈τῷ ‘ἢ’〉 ὅπως ἂν ὦσιν οἱ πολλοὶ λέγοντες ... ἢ οὐκ ἔστι μετὰ τοῦ ‘ἢ’ ἀλλὰ χωρίς

    アリストテレス本文の句 ἢ ὡς οἱ πολλοὶ λέγουσιν の読みに関する校訂的・解釈的注記。注解者は接続詞 ἢ を残したまま「あるいは多数者が言うどのような仕方であれ」と一般化の接続詞(ὅπως ἄν)のように解する案と、ἢ を削除して「多数者が語るように」(ὡς 単独で「健康をもたらすもの」を「健康によい」と呼ぶ多数者の慣習の例示)と解する案を並置している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:146.14-148.9