- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:141.4-143.2
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレス『トピカ』第2巻第2章(109b30)のトポス、すなわち主語や述語の名称の代わりにその定義言明を代入して全称否定命題を導出する論破法を解説し、具体的な命題への適用例と同名異義的な語への対処法を論じている。
" Ἄλλος τὸ λόγους ποιεῖν ἀντὶ τῶν ὀνομάτων τοῦ συμβεβηκότος καὶ ᾧ συμβέβηκεν, ἢ ἀμφοτέρων καθ’ ἑκάτερον ἢ τοῦ ἑτέρου." Ὁ τόπος οὗτος ὢν ἀπὸ ὁρισμοῦ καθόλου ἀνασκευαστικὸς τοιοῦτός ἐστιν· ἐπεὶ τὸ πρόβλημα, πρὸς ὃ τὰς ἐπιχειρήσεις ποιούμεθα, τῷ γένει πρότασίς ἐστι κατηγορική (τοιοῦτον γὰρ [ἂν] κατασκευάσαι ἢ ἀνασκευάσαι βουλόμεθα), πᾶσα δὲ πρότασις κατηγορικὴ ἐξ ὑποκειμένου ὅρου καὶ κατηγορουμένου, καὶ ἐν τοῖς ἀπὸ τοῦ συμβεβηκότος προβλήμασιν ὁ κατηγορούμενος ὅρος ὡς συμβεβηκός τι δηλοῖ, φησὶ δεῖν διαλαμβάνοντας τοὺς τοῦ προβλήματος ὅρους, τόν τε ὑποκείμενον καὶ τὸν κατηγορούμενον, κατ’ ἰδίαν ἑκάτερον αὐτῶν ὁρίζεσθαι,1 ἰδίᾳ μὲν τὸ συμβεβηκός, ὅ ἐστι κατηγορούμενον, ἰδίᾳ δὲ τὸ τούτῳ ὑποκείμενον (τοῦτο γάρ ἐστι τὸ ἀμφοτέρων καθ’ ἑκάτερον· ἵνα γὰρ μὴ ἀμφοτέρων τοὺς ὁρισμοὺς συνάπτωμεν, ὡς ἐπὶ τοῦ ‘ἄνθρωπος περιπατεῖ’ [ἢ] τὸ ‘ζῷον πεζὸν δίπουν διὰ σκελῶν κινεῖται’, ἀλλὰ ἰδίᾳ ἑκατέρου τὸν ὁρισμὸν χωρίσαντες ἀποδῶμεν), ἢ εἰ τὸ ἕτερον αὐτῶν φανερὸν εἴη, τὸ ἕτερον μόνον τὸ μὴ φανερὸν ὁρίσαι (τοῦτο γὰρ βούλεται τὸ ἢ τοῦ ἑτέρου), ἔπειτα ὁρᾶν εἴ τι τῶν ἐν τοῖς ὁρισμοῖς μαχόμενόν ἐστι καὶ μὴ δυνάμενον ὑπάρχειν τούτῳ ᾧ ὑπάρχειν κεῖται. ἂν γὰρ οὕτως ἔχῃ, ἀνασκευάσομεν καθόλου τὸ πρόβλημα· οἷον εἰ εἴη τιθέμενον ὑπό τινος τὸ δύνασθαι θεὸν ἀδικεῖσθαι, εἰ ὁ ἀδικούμενος ὑπὸ ἀδικοῦντος ἀδικεῖται, δεῖ ὁρίσασθαι τί ἐστι τὸ ἀδικεῖν, καὶ λαβόντας ὅτι τὸ βλάπτειν ἑκόντα, ἐπεὶ οὐχ οἷόν τε τὸν θεὸν βλάπτεσθαι ὑπό τινος (ἔνδοξον γὰρ καὶ ἐναργὲς τοῦτο), δεῖ δεικνύναι ὅτι μηδὲ ἀδικεῖσθαι. εἰπὼν δὲ τὴν ἀρχὴν εἰ ἔστι θεὸν ἀδικεῖν, ὅτι τὸ ἀδικεῖν ἐπὶ τοῦ ἀδικεῖσθαι ἔλαβεν,2 ἐδήλωσεν ἐπενεγκὼν τὸ δῆλον ὡς οὐκ ἔστι θεὸν ἀδικεῖσθαι. πάλιν εἰ εἴη τις λέγων τὸν σπουδαῖον φθονερὸν εἶναι, χρὴ ὁρίσασθαι τίς ὁ φθονερός. τοῦτο δὲ ἂν ποιήσαιμεν, εἰ πρῶτον ὁρισαίμεθα τί ποτέ ἐστιν ὁ φθόνος. εἰ δή ἐστιν ὁ φθόνος λύπη ἐπὶ φαινομένῃ εὐπραγίᾳ τῶν ἐπιεικῶν τινος, δῆλον ὡς καὶ φθονερὸς ἂν εἴη ὁ λυπούμενος ἐπὶ ταῖς τῶν ἐπιεικῶν εὐπραγίαις· οὗ κειμένου, ἐπεὶ προδήλως ἀλλότριον τοῦ σπουδαίου τὸ λυπεῖσθαι ἐπὶ ταῖς τῶν ἀγαθῶν εὐπραγίαις (οἱ γὰρ ἐπιεικεῖς ἀγαθοί), οὐκ ἂν εἴη ὁ σπουδαῖος φθονερός. δῆλον δὲ ὅτι αἱ τοιαῦται δείξεις ἐν δευτέρῳ γίνονται σχήματι καθόλου ἀποφατικὸν συνάγουσαι. καὶ οὕτως μέν, εἰ τὸ ὑποκείμενον ἐν τῷ προβλήματι γνώριμον εἴη, τὸ συμβεβηκὸς τῷ ὑποκειμένῳ ὁρισάμενοι ἀνασκευάσομεν καθόλου τὸ πρόβλημα. ἀμφοτέρους δὲ τοὺς ὅρους τοῦ προβλήματος ὁρισόμεθα ἐν οἷς μηδέτερόν ἐστιν αὐτόθεν γνώριμον, ὡς ἐν τοῖς τοιούτοις· εἰ εἴη τιθέμενον ὑπό τινος ὅτι ὁ νεμεσητικὸς φθονερός ἐστιν. ἐπεὶ γὰρ ἐπὶ τούτων ὁμοίως ὁ νεμεσητικὸς τῷ φθονερῷ πρὸς γνῶσιν ἔχει (οὐδέτερος γὰρ αὐτῶν αὐτόθεν ἐστὶ φανερός), ὁρισάμενοι ἀμφοτέρους, τόν τε νεμεσητικὸν καὶ τὸν φθονερόν, οὕτως ἀνασκευάσαι δυνησόμεθα τὸ τιθέμενον. δοκεῖ γὰρ φθονερὸς μὲν εἶναι ὁ λυπούμενος ἐπὶ ταῖς τῶν ἀγαθῶν εὐπραγίαις, ἐπεὶ καὶ ὁ φθόνος τοιοῦτον, νεμεσητικὸς δὲ ὁ λυπούμενος ἐπὶ ταῖς τῶν κακῶν εὐπραγίαις· τοιοῦτον γὰρ ἡ νέμεσις. εἰ οὖν νεμεσητικὸς μέν ἐστιν ὁ λυπούμενος ἐπὶ ταῖς τῶν κακῶν εὐπραγίαις, ὁ δὲ φθονερὸς οὐ λυπεῖται ἐπὶ ταῖς τῶν κακῶν εὐπραγίαις (τοὐναντίον γὰρ οὗτος ἐπὶ ταῖς τῶν ἀγαθῶν εὐπραγίαις κεῖται λυπούμενος), οὐκ ἂν εἴη ὁ νεμεσητικὸς φθονερός. δύναται τὸ πρόβλημα τοῦτο ὁρικὸν εἶναι, εἰ ζητοῖτο πότερον ὁ αὐτός ἐστι νεμεσητικὸς τε καὶ φθονερὸς ἢ οὔ· τὰ γὰρ περὶ ταὐτοῦ προβλήματα τοῖς ὅροις ἔφη δεῖν ὑποτάσσεσθαι. οὕτως δειχθήσεται καὶ ὅτι μή ἐστιν εὐδαίμων ὁ τύραννος· εἰ γὰρ ὁ μὲν τύραννός ἐστιν ἄρχων παράνομος, εὐδαίμων δέ ἐστιν ὁ κατ’ ἀρετὴν ἐνεργῶν, οὐχ οἷόν τε τὸν τύραννον εὐδαίμονα εἶναι· τὸ γὰρ παρανόμως ἄρχειν οὐ κατ’ ἀρετὴν ἐνεργοῦντος. ἀλλὰ καὶ ὅτι μὴ πλούσιος ὁ σοφός, εἴ γε ὁ πλοῦτος μέν ἐστιν ἐν κτήσει χρημάτων, σοφία δὲ ἐν ἀρετῆς κτήσει. Ἐπεὶ δὲ πολλάκις οὐδὲ τῶν ὁρισμῶν ῥηθέντων ἤδη φανερὰ τῶν ὁριζομένων ἡ πρὸς ἄλληλα διαφορὰ τῷ ὀνόματά τινα ἐν αὐτοῖς εἰλῆφθαι οὐ ταὐτὸν ἐν ἑκατέρῳ αὐτῶν δηλοῦντα3 ἀλλ’ ὁμώνυμα, ἀξιοῖ μὴ προαφίστασθαι ἀλλὰ πάλιν αὐτῶν τούτων τῶν ἐν τοῖς ὁρισμοῖς ὀνομάτων λόγους λαμβάνειν· οὕτως γὰρ ἔσεσθαι γνώριμον αὐτῶν τὴν διαφοράν, ἂν τὸ κοινὸν ὄνομα τοῦτο, ὡς τί σημαῖνον ἐν ἑκατέρῳ τῶν ὁρισμῶν παρείληπται, γνωσθῇ. τοῦτο δὲ καὶ ἐν τῷ πρώτῳ ἤδη φθάσας εἶπεν ἐν τῇ διδασκαλίᾳ τῶν τόπων οὓς πρὸς τὴν εὕρεσιν τῶν πολλαχῶς λεγομένων παρεδίδου· εἶπε γὰρ οὕτως· “πολλάκις δὲ καὶ ἐν αὐτοῖς τοῖς λόγοις λανθάνει παρακολουθοῦν τὸ ὁμώνυμον· διὸ καὶ ἐπὶ τῶν λόγων σκεπτέον.
「別の[トポス]は、付帯性とそれが付帯しているものとの名辞の代わりに定義言明を作成することであり、両方についてそれぞれ作成するか、あるいは一方について作成することである。」 定義に基づくものであり全称的に論破するものであるこのトポスは、次のようなものである。すなわち、われわれが論難を試みる問題は、類としては肯定的な命題であり(なぜならわれわれが確立しようと望むのも論破しようと望むのもそのような命題だからである)、すべての肯定的な命題は主語となる項と述語となる項から成り立っており、付帯性に基づく問題においては述語となる項は何らかの付帯性を示しているのであるから、問題の項たち、すなわち主語と述語を区別したうえで、それぞれを固有に定義せねばならない、と彼は言う。付帯性、すなわち述語であるものを個別に取り出し、これに対する主語を個別に取り出して定義するのである(これが「両方についてそれぞれ」が意味することである。なぜならわれわれは「人間は歩行する」に対して「足の二本ある陸生動物が両脚で移動する」とするように両者の定義を結合してしまうのではなく、それぞれ固有の定義を切り離して与えるべきだからである)。あるいは、それらのうち一方が自明であるならば、自明でない他方のみを定義せねばならない(これが「あるいは一方について」の意図するところである)。そのうえで、定義のうちにある何らかの要素が矛盾対立しており、それが属していると措定されている対象に属しえないかどうかを見定めるのである。なぜなら、もしそのようになっているなら、われわれは問題を全称的に論破することになるからである。例えば、神が不正を受けることが可能であるということが誰かによって措定されている場合、もし不正を受ける者が不正をなす者によって不正を受けるのであるならば、不正をなすとは何であるかを定義せねばならず、「故意に害を与えることである」と把握したうえで、神は何者かによって害を受けることはありえないのだから(なぜならこれは通念に合致し自明なことだからである)、不正を受けることもありえないと示さねばならない。なお、彼が冒頭で「神に不正をなすことが可能か」と言ったものの、「不正をなす」を「不正を受ける」の意味で取ったのだということは、彼が続けて「神が不正を受けることはないのは明らかである」と付言したことで示した。また例えば、ある人が徳ある者は嫉妬深いと述べているなら、嫉妬深い人とは誰であるかを定義せねばならない。そしてこのことは、嫉妬とはいったい何であるかをまず定義するならば可能となるであろう。もし嫉妬が公平な人のうちの誰かの見かけの繁栄に対する苦痛であるとするなら、明らかに嫉妬深い人とは公平な人たちの繁栄に対して苦痛を覚える者であろう。このことが措定されたとき、善い人たちの繁栄に対して苦痛を覚えることは明らかに徳ある者にとって相容れないことであるから(なぜなら公平な人たちは善い人たちだからである)、徳ある者は嫉妬深い人ではないことになるであろう。そして、このような論証は全称否定命題を導出する第二格においてなされることは明らかである。このようにして、もし問題における主語が既知であるならば、主語に対する付帯性を定義することによって、われわれは問題を全称的に論破するであろう。他方、両方の項のいずれもが端的に既知ではないような問題においては、われわれは問題の両方の項を定義するであろう。例えば次のような場合がそうである。すなわち、義憤を抱く人は嫉妬深い人であると誰かによって措定されている場合である。なぜならこれらの場合においては、義憤を抱く人は知られやすさに関して嫉妬深い人と同様の状態にあるので(どちらも端的に明白ではないからである)、両者、すなわち義憤を抱く人と嫉妬深い人の双方を定義することによって、われわれはそのように措定された主張を論破することができるようになるからである。実際、嫉妬深い人とは善い人たちの繁栄に対して苦痛を覚える者であると思われ(なぜなら嫉妬もそのようなものだからである)、他方で義憤を抱く人とは悪しき人たちの繁栄に対して苦痛を覚える者であると思われるからである(なぜなら義憤はそのようなものだからである)。したがって、義憤を抱く人が悪しき人たちの繁栄に対して苦痛を覚える者であるのに対し、嫉妬深い人は悪しき人たちの繁栄に対して苦痛を覚えないとするなら(なぜなら反対に、この人は善い人たちの繁栄に対して苦痛を覚えると措定されているからである)、義憤を抱く人は嫉妬深い人ではないであろう。もし義憤を抱く人と嫉妬深い人とは同一であるか否かが探求されるならば、この問題は定義に関する問題となりうる。実際、同一性に関する問題は定義に下位区分されるべきだと彼は言ったからである。同様にして、僭主は幸福ではないということも示されるであろう。なぜなら、僭主とは不法に支配する者であり、幸福な人とは徳に従って活動する者であるとするなら、僭主が幸福であることは不可能だからである。不法に支配することは徳に従って活動する者の性質ではないからである。しかしまた、もし富が財産の所有のうちにあり、知恵が徳の所有のうちにあるならば、賢者は富裕ではないということも示されるであろう。ところで、定義が述べられた後でも、定義のうちに用いられたある名辞が両方の定義において同一のことを示しているのではなく同名異義的であることによって、定義されるものどうしの相互の差異がまだ明白にならない場合がしばしばあるので、彼は途中で断念するのではなく、定義のうちにあるまさにこれらの名辞の定義言明をさらに把握するよう求めている。なぜなら、この共通の名辞がそれぞれの定義において何を意味するものとして採用されているのかが知られるならば、それらの差異が既知のものとなるからである。このことは彼が第一巻においてすでに先んじて、多義的に語られるものの発見のために伝授したトポスの教説の中でも述べていた。すなわち彼は次のように言っていた。「定義言明そのものの内部にも同名異義的なものが付随して潜んでいることがしばしばある。ゆえに定義言明についても考察せねばならない」と。
- 2.8ἐπεὶ τὸ πρόβλημα ... φησὶ δεῖν διαλαμβάνοντας ... ὁρίζεσθαι
長大な構文の主節の骨格は φησὶ δεῖν διαλαμβάνοντας ... ὁρίζεσθαι ... ἢ ... ὁρίσαι ... ἔπειτα ὁρᾶν であり、先行する ἐπεὶ ... πᾶσα δὲ ... καὶ ... は全体として理由節を構成している。主節内の διαλαμβάνοντας は不定詞 ὁρίζεσθαι の意味上の主語(一般の人・論者)を表す対格分詞である。
- 2.8ὅτι τὸ ἀδικεῖν ἐπὶ τοῦ ἀδικεῖσθαι ἔλαβεν
ὅτι 節は後続する主動詞 ἐδήλωσεν の目的語節(「…ということを」)であり、統語的に先置されている。全体の構造は、「冒頭で『…』と言ったものの、彼が ἀδικεῖν を ἀδικεῖσθαι の意味で取ったということを、彼は『…』と言い添えることによって示した」となる。
- 2.8τῷ ὀνόματά τινα ἐν αὐτοῖς εἰλῆφθαι οὐ ταὐτὸν ἐν ἑκατέρῳ αὐτῶν δηλοῦντα
与格の定冠詞付き完了不定詞構文(τῷ + 完了受動不定詞 εἰλῆφθαι)が、全体の文において「〜であることによって」という原因・理由を表している。ὀνόματά τινα はこの不定詞の意味上の主語(対格主語)であり、現在分詞 δηλοῦντα はこれを修飾している。
