- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:119.1-120.11
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アリストテレスが挙げた弁証術の四つの道具のうち、多義性の区別の有用性(第一に設定の明瞭さ、第二に言葉ではなく事柄そのものへの論述の集中)を注解し、パルメニデス・メリッソスや知識と魂の不可分性の例を引いて説明する。
" Χρήσιμον δὲ τὸ μὲν ποσαχῶς λέγεται ἐπεσκέφθαι πρὸς τὸ σαφές." Εἰπὼν περὶ ἑκάστου τῶν τεσσάρων, ἃ ὄργανα εἶπεν εἶναι τῆς εὐπορίας τῶν διαλεκτικῶν λόγων τε καὶ συλλογισμῶν, ἀκολούθως, τί ἕκαστον αὐτῶν συντελεῖ πρὸς αὐτοὺς καὶ κατὰ τί ὄργανα λέγεται, δείκνυσι. καὶ τὸ μὲν ἀπὸ τῆς τῶν προτάσεων ἐκλογῆς τε καὶ παρασκευῆς γινόμενον χρήσιμον πρὸς τὴν τῶν συλλογισμῶν εὐπορίαν ὡς γνώριμον παρέλιπεν εἰπεῖν. ὕλη γὰρ καὶ μέρη τῶν συλλογισμῶν αἱ προτάσεις· ἐκ γὰρ τῶν προτάσεων οἱ συλλογισμοί· καὶ δῆλον ὅτι ἡ τούτων εὐπορία τε καὶ παρασκευὴ εὐπορίαν ἡμῖν συλλογισμῶν παρέξει. πρὸς δὲ τί χρήσιμον τῶν ἄλλων ἕκαστον, λέγει. καὶ πρῶτόν γε περὶ τῆς τῶν πολλαχῶς λεγομένων διαιρέσεως ποιεῖται τὸν λόγον, καί φησιν αὐτὸ χρήσιμον εἶναι πρός τε τὸ σαφές· σαφὲς γὰρ γίνεται τὸ τιθέμενον, πρὸς ὃ δεῖ τοὺς λόγους ποιεῖσθαι, διορισθέν, ἡ δὲ σαφήνεια τοῦ τιθεμένου χρήσιμος πρὸς τοὺς συλλογισμοὺς τοὺς πρὸς αὐτό· ῥᾷον γάρ τις τῶν οἰκείων πρὸς τὸ προκείμενον εὐπορεῖ λόγων εἰδὼς σαφῶς τί ποτέ ἐστι καὶ μὴ ὑπὸ τοῦ διττοῦ παραγόμενος. ὅλως δὲ ἡ σαφήνεια χρήσιμος καὶ πρὸς κατασκευὴν καὶ πρὸς ἀνασκευήν τινων· διὰ γοῦν τὸ μὴ διελέσθαι τὸ ὂν ποσαχῶς λέγεται Παρμενίδην τε καὶ Μέλισσον1 ἄδηλός ἐστι νῦν ἡ δόξα αὐτῶν ἡ περὶ τοῦ ἓν τὸ ὂν εἶναι. τὸ δὲ μᾶλλον γὰρ ἄν τις εἰδείη τί τίθησιν2 εἴη ἂν λέγων περὶ τοῦ ἀποκρινομένου καὶ συγχωροῦντος ταῖς προτάσεσιν· ὅταν γὰρ ᾖ γνώριμον περὶ οὗ ἐρωτῶνται ποσαχῶς λέγεται, ῥᾷον συγχωροῦσι τοῖς ἠρωτημένοις, γνωρίσαντες καθ’ ὃ συγχωροῦσι. δευτέραν χρείαν τῆς τῶν πολλαχῶς λεγομένων διαιρέσεως ἐκτίθεται τὴν πρὸς τὸ κατ’ αὐτὸ τὸ κείμενον πρᾶγμα καὶ πρὸς αὐτὸ καὶ περὶ αὐτοῦ γίνεσθαι τοὺς συλλογισμούς τε καὶ λόγους καὶ μὴ πρὸς τὸ ὄνομα καὶ τὴν λέξιν· σοφιστικὸς γὰρ ὁ πρὸς τοὔνομα καὶ τὴν λέξιν λόγος ἀλλ’ οὐ διαλεκτικός. ἀδήλου γὰρ ὄντος ποσαχῶς τὸ προκείμενον λέγεται, ἐνδέχεται ἐπ’ ἄλλο μὲν τὸν ἐρωτῶντα ἐπ’ ἄλλο δὲ τὸν ἀποκρινόμενον τῶν σημαινομένων ὑπὸ τοῦ ὀνόματος τὴν διάνοιαν φέρειν· οὕτως δὲ πρὸς τὸ ὄνομα ἂν οἱ λόγοι ἀλλ’ οὐ περὶ τοῦ πράγματος γίνοιντο. ὁρισθέντος δὲ κατὰ τί τῶν σημαινομένων ὑπὸ τῆς λέξεως τίθησιν ὃ τίθησιν ὁ ἀποκρινόμενος καὶ γνωρίμου γενομένου γελοῖον ἔτι πρὸς ἄλλο τῶν ὑπὸ τοῦ ὀνόματος σημαινομένων καὶ μὴ πρὸς τὸ κείμενον ποιεῖσθαι τὰς ἐρωτήσεις τε καὶ τοὺς λόγους τὸν ἐρωτῶντα.3 ἁπλῶς μὲν γὰρ κειμένου τοῦ τὴν ἐπιστήμην μὴ χωρίζεσθαι τῆς ψυχῆς δύναταί τις ἐπιχειρῶν συλλογίζεσθαι ὅτι πᾶσα ψυχὴ ἣν ἔχει ἐπιστήμην ἀεὶ ἔχει· εἰ γὰρ ἀχώριστος ἡ ἐπιστήμη τῆς ψυχῆς, τὸ δὲ ἀχώριστον ἀχωρίστου ἀχώριστον, καὶ ἡ ψυχὴ ἂν ἀχώριστος εἴη τῆς ἐπιστήμης· εἰ δὲ τοῦτο, σύμφυτος ἂν αὐτῇ ἡ ἐπιστήμη εἴη. διορισθέντος μέντοι τοῦ ἀχωρίστου, ὅτι τὰ μὲν οὕτως ἀχώριστα ὡς τὰ ἐν τῇ οὐσίᾳ ἑκάστου, τὰ δὲ οὕτως ἀχώριστα, ὅτι μὴ δύναται καθ’ αὑτὰ εἶναι, ἀλλ’ ἔστιν αὐτοῖς φθορὰ τὸ μὴ σὺν ἐκείνοις εἶναι (ὧν ἐστι καὶ ἡ ἐπιστήμη καὶ πάντα τὰ ἐν ὑποκειμένῳ), οὐκέτ’ ἂν δεικνύοιτο σύμφυτον τῇ ψυχῇ καὶ ἐν τῇ οὐσίᾳ αὐτῆς ἡ ἐπιστήμη διὰ τοῦ ἀχωρίστου.
「いく通りに言われるかを探究しておくことは、明瞭さにとって有用である。」 弁証術の論述と推論の豊富さのための道具であると述べた四つのもの各々について語り終えた後、それらに引き続いて、それらの各々がそれら[論述や推論]に対してどのように寄与するのか、また何によって道具と呼ばれるのかを示す。そして、命題の選択と準備から生じる、推論の豊富さにとっての有用性については、周知の事柄として語るのを省いた。というのも、命題は推論の質料であり部分だからである。実際、推論は命題から成り立つのであり、これらの豊富さと準備が我々に推論の豊富さを提供することは明白である。一方、他の各々が何にとって有用であるかを彼は述べる。そしてまず多義的に言われるものの区分について論じ、それが一つには明瞭さにとって有用であると言う。というのも、それに対して論述をなすべき設定された事柄は、画定されることで明瞭になり、設定された事柄の明瞭さはそれに対する推論にとって有用だからである。実際、主題が一体何であるかを明瞭に知っており、二重の意味によって迷わされない者は、主題に固有の論述をより容易に豊富に見出す。全体として、明瞭さはある事柄の確立にとっても論駁にとっても有用である。事実、パルメニデスとメリッソスが存在がいく通りに言われるかを区分しなかったことによって、存在は一であるという彼らの見解は今や不明瞭となっている。また、「よりよく自分の設定しているものを知るであろうから」という句は、応答し命題に同意する者について〔彼が〕述べているのであろう。というのも、尋ねられている事柄がいく通りに言われるかが周知となったとき、彼らは自分たちが何に従って同意するのかを認知して、尋ねられた事柄により容易に同意するからである。彼は、多義的に言われるものの区分の第二の用途として、推論や論述が置かれた事柄そのものに即して、またそれに対して、それ自体について行われ、名称や表現に対して行われないようにすることを開陳する。というのも、名称や表現に対する論述は詭弁的であって、弁証術的ではないからである。実際、主題がいく通りに言われるかが不明瞭であると、問う者は名称によって意味されるものの一方に、応答する者は他方に思考を向けることがありうる。そしてこのようになると、論述は名称に対して行われ、事柄について行われないことになるであろう。だが、表現によって意味されるもののうちのどれに即して、応答する者が自分の設定しているものを設定しているのかが画定され周知となったならば、問う者が名称によって意味されるもののうちの別のものに対して、置かれた事柄に対してではなく質問や論述を行うことは、もはや滑稽である。というのも、知識が魂から離別されないと単純に置かれた場合、〔論証を〕試みる者は、あらゆる魂は〔自らが〕持っている知識を常に持っていると推論することが可能だからである。なぜなら、知識が魂から離別不能であり、離別不能なものは離別不能なものから離別不能であるなら、魂も知識から離別不能であろうし、もしそうなら、知識は魂に生得的[なもの]であることになるからである。しかしながら、離別不能なものとは、あるものは各々の本質のうちにあるもののように離別不能であり、他のものはそれら自体では存在できず、むしろそれら[基底]とともにないことがそれらにとって消滅であるようなもの(知識や基底にあるすべてのものがこれらに属する)として離別不能であると画定されたならば、もはや知識が離別不能であることを通じて魂に生得的であり魂の本質のうちにあるとは示されえないであろう。
- 1.69διὰ γοῦν τὸ μὴ διελέσθαι τὸ ὂν ποσαχῶς λέγεται Παρμενίδην τε καὶ Μέλισσον
前置詞句 διὰ τὸ μὴ διελέσθαι(不定詞の冠詞付き対格形)において、Παρμενίδην τε καὶ Μέλισσον は不定詞 διελέσθαι の意味上の主語(対格)であり、間接疑問節 τὸ ὂν ποσαχῶς λέγεται が διελέσθαι の目的語となっている。
- 1.69τὸ δὲ μᾶλλον γὰρ ἄν τις εἰδείη τί τίθησιν
冠詞 τὸ は直後のアリストテレス本文(108a19-20)からの引用句「μᾶλλον γὰρ ἄν τις εἰδείη τί τίθησιν」全体を名詞化して受けており、εἴη ἂν λέγων(主語は省略されたアリストテレス、男性単数主格分詞 λέγων)の目的語(対格)となっている。
- 1.69ὁρισθέντος δὲ ... γελοῖον ἔτι ... τὸν ἐρωτῶντα
ὁρισθέντος δὲ ... καὶ γνωρίμου γενομένου は絶対属格構文。主文は述語形容詞 γελοῖον[ἐστί]に不定詞 ποιεῖσθαι が続く非人称構文であり、対格 τὸν ἐρωτῶντα が不定詞の意味上の主語となっている。
