← アフロディシアスのアレクサンドロス

アリストテレス『分析論前書』第1巻注解

§67.25-69.4

両前提が部分的な組み合わせの無推論性とストア派批判

第一格において大前提が全称否定で小前提が部分否定である組み合わせが無推論的であること、および両前提が部分(または無規定)である八通りの組み合わせすべてが無推論的である理由(中項が同一の共通項とならないこと)を論じ、部分前提から推論が生じるとするストア派の議論を批判する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.38

" Ὁμοίως δὲ δειχθήσεται, καὶ εἰ τὸ καθόλου τεθείη στερητικόν." Ἤτοι τὸ λεγόμενόν ἐστιν ‘ὁμοίως γὰρ δειχθήσεται’ ἢ ‘ὁμοίως οὖν’, ἵνα ᾖ τῷ ‘δέ’ ἀντὶ τοῦ ‘γάρ’ κεχρημένος ἢ ἀντὶ τοῦ ‘οὖν’·1 ὁμοίως γὰρ ἀσυλλόγιστος ἡ συζυγία δειχθήσεται ἡ ἔχουσα τὴν ἐλάττονα ἐπὶ μέρους ἀποφατικὴν τῇ ἐχούσῃ τὴν αὐτὴν ταύτην καθόλου ἀποφατικήν· ἔφθακε δὲ ἐκείνη δεδεῖχθαι. ἢ τῇ ἐπὶ τοῦ ἀδιορίστου δείξει ἰδίᾳ ἐπ’ ἀμφοτέρων χρῆται τῶν συμπλοκῶν, τῆς τε, ἐν ᾗ ἡ μὲν μείζων καθόλου καταφατικὴ ἡ δ’ ἐλάττων ἐπὶ μέρους ἀποφατική, καὶ τῆς ἐχούσης τὴν μὲν μείζονα πάλιν καθόλου ἀποφατικὴν τὴν δ’ ἐλάττονα ἐπὶ μέρους ἀποφατικήν. ποιησάμενος οὖν τὸν λόγον πρῶτον ἐπὶ τῆς ἐχούσης τὴν μείζονα καθόλου καταφατικήν, ὁμοίως, φησί, δειχθήσεται, καὶ εἰ ἡ μείζων καθόλου οὖσα εἰς τὸ ἀποφατικὸν μεταληφθείη.

「全称[前提]が否定的に置かれた場合にも、同様に示されるであろう。」 言われていることの意味は、「同様に示されるであろうから(γάρ)」であるか、あるいは「それゆえ同様に(οὖν)」であり、彼が「しかし(δέ)」を「なぜなら(γάρ)」の代わりに、あるいは「それゆえ(οὖν)」の代わりに用いたことになる。なぜなら、小前提に部分否定をもつ組み合わせは、この同じ[小前提]を全称否定としてもつ[組み合わせ]と同様に無推論的であることが示されるであろうからである。そしてあちらの[組み合わせ]はすでに示されている。あるいは、彼は不確定なものに基づく論証を、両方の結合、すなわち大前提が全称肯定で小前提が部分否定である結合と、大前提が再び全称否定で小前提が部分否定である結合の双方に対して、別個に用いているのである。それゆえ、大前提に全称肯定をもつものについてまず論述を行ってから、大前提が全称であるまま否定へと変えられた場合にも同様に示されるであろう、と彼は述べるのである。

§1.39

"Οὐδὲ ἐὰν ἄμφω τὰ διαστήματα κατὰ μέρος ᾖ ἢ κατηγορικῶς ἢ στερητικῶς." Δείκνυσιν, ὅτι, κἂν ἀμφότεραι ὦσιν ἐπὶ μέρους αἱ προτάσεις, ὅπως ἄν ἔχωσι ποιότητος, ἀσυλλόγιστοι αἱ συζυγίαι, ἄν τε ἀμφότεραι καταφατικαί, ἄν τε ἀμφότεραι ἀποφατικαί, ἄν τε ἡ μὲν μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική, ἐάν τε ἀνάπαλιν, ἀλλ’ οὐδ’ ἂν ἀδιόριστοι ἢ ἀμφότεραι καταφατικαὶ ἢ ἀμφότεραι ἀποφατικαὶ ἢ ἡ μὲν μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατικὴ ἢ ἀνάπαλιν. κοινοὶ δὲ πασῶν ὅροι τῶν ὀκτὼ συζυγιῶν, τοῦ μὲν ὑπάρχειν ζῷον, λευκόν, ἵππος, τοῦ δὲ μὴ ὑπάρχειν ζῷον, λευκόν, λίθος. δῆλον δὲ τὸ αἴτιον τοῦ τὰς τοιαύτας συμπλοκὰς πάσας ἀσυλλογίστους εἶναι·2 τῷ γὰρ μηδὲν εἰλῆφθαι καθόλου ὁ μέσος οὐ κατὰ ταὐτὸν ἀμφοτέροις κοινωνῶν ἀλλὰ δυνάμενος τίθεσθαι κατ’ ἄλλο καὶ ἄλλο σχεδὸν οὐδὲ μέσος ἐστὶν αὐτῶν. εἰκότως δὲ ἐκ δύο ἐπὶ μέρους προτάσεων οὐδὲν συνάγεται συλλογιστικῶς, ὅτι κεῖται ἡ συλλογιστικὴ πίστις διὰ τοῦ καθόλου πιστοῦσθαι καὶ δεικνύναι τι τῶν ὑπ’ αὐτό. ὅσοι δὲ ἡγοῦνται ἐκ δύο ἐπὶ μέρους συλλογιστικῶς τι συνάγεσθαι, ὡς οἱ τοὺς παρὰ τοῖς Στωϊκοῖς λεγομένους ἀμεθόδως περαίνοντας παρεχόμενοι εἰς δεῖξιν τούτου καὶ ἄλλα τινὰ παραδείγματα ἀθροίζοντες, ἢ διαβαλλέτωσαν τὰ ὑπ’ Ἀριστοτέλους εἰρημένα παραδείγματα εἰς ἔλεγχον τοῦ ἀσυλλόγιστον τὴν τοιαύτην συμπλοκὴν δείξαντες αὐτὴν ψευδῆ (καὶ λέγοιεν ἄν τι) ἢ ἴστωσαν,3 ὅτι ἱκανὸν καὶ τὸ ἕν τι παρατεθὲν ἀσυλλόγιστον ἐλέγξαι συζυγίαν, πρὸς τῷ καὶ τὰ παραδείγματα, ἃ παρέχονται, μὴ τοῖς λαμβανομένοις καὶ τιθεμένοις ἔχειν ἐξ ἀνάγκης ἑπόμενον τὸ συμπέρασμα μηδὲ “τῷ ταῦτα εἶναι” ἀλλὰ τῷ ἀληθῆ εἶναι ἐπ’ αὐτῶν τὴν καθόλου πρότασιν, παρ’ ἧς ἔχοντες τὸ συμπέρασμα, ἐν τῇ τῶν προτάσεων λήψει παραλιπόντες ἐκείνην, τὴν ἐλάττονα εἰς δύο διαιροῦσιν· πάντες γὰρ οὕτως συνάγουσιν τῶν λεγομένων ὑπ’ αὐτῶν ἀμεθόδως περαίνειν οἱ τὰς δύο προτάσεις ἐπὶ μέρους ἔχοντες. ῥᾴδιον δὲ ἐπὶ τῶν παραδειγμάτων, ὧν παρέχονται, τοῦτο δεικνύναι. καὶ τἆλλα δέ, ὅσα ἡμαρτημένως λαμβάνουσι βιαζόμενοι δεικνύναι συλλογιστικὴν τὴν τοιαύτην συζυγίαν, οὐ χαλεπὸν ἐλέγχειν.

「両方の間隔が、肯定的であれ否定的であれ、部分[命題]である場合にも[推論は成り立たない]。」 彼は、両前提が部分[命題]であるならば、質の点においてどのようであっても、両方が肯定であれ、両方が否定であれ、大前提が肯定で小前提が否定であれ、あるいはその逆であれ、組み合わせは無推論的であり、さらには無規定[命題]であっても、両方が肯定であれ、両方が否定であれ、大前提が否定で小前提が肯定であれ、あるいはその逆であれ、[無推論的である]ことを示している。そしてこれら八つの組み合わせのすべてに共通の項は、「属する」に対しては動物、白、馬であり、「属さない」に対しては動物、白、石である。このような結合がすべて無推論的である原因は明らかである。何ものも全称的に取られていないことによって、中項は同一のものにおいて両者と結びつくのではなく、異なるものにおいて置かれうるため、事実上それらの[両端項の]中項ですらないからである。そして、二つの部分前提からは推論的に何ものも導かれないのはもっともである。推論の確信は全称を通じて確かめられ、その下にある何ものかを示すことにあると定められているからである。これに対して、ストア派において無体系的に結論するものと呼ばれるものをこのことの論証のために持ち出し、他のいくつかの例をかき集めて、二つの部分[前提]から推論的に何かが導かれると考える人々は、このような結合が無推論的であることを立証するためにアリストテレスによって挙げられた諸例を、それが偽であることを示すことによって論破すべきであるか(そうすれば彼らも何事かを言っていることになろう)、あるいは、一つの例示が無推論的であることを示すだけでも組み合わせを論破するのに十分であると知るべきである。それに加えて、彼らが提出する諸例は、取られ置かれたものによって必然的に結論が伴うものでも「これらがそうであることによって」伴うものでもなく、それらの項において全称前提が真であることによって伴うものであり、彼らはそこから結論を得ていながら、前提を取る際にその[全称前提]を省き、小前提を二つに分割しているのである。なぜなら、彼らによって無体系的に結論すると言われるもののうち、二つの前提を部分命題としてもつものは、すべてこのように結論しているからである。彼らが提出する諸例において、このことを示すのは容易である。また、彼らがこのような組み合わせが推論的であることを示そうと強弁して誤って取っている他のすべての点も、論破することは難しくない。

構文注3 件
  1. 1.38ἵνα ᾖ τῷ ‘δέ’ ἀντὶ τοῦ ‘γάρ’ κεχρημένος ἢ ἀντὶ τοῦ ‘οὖν’

    ἵνα に完了分詞 κεχρημένος と接続法 ᾖ が組み合わさった迂言的接続法構文であり、「…を用いたことになるように」という結果的・解釈的な目的を表す。与格 τῷ ‘δέ’ は動詞 χράομαι の目的語である。

  2. 1.39μὴ τοῖς λαμβανομένοις καὶ τιθεμένοις ἔχειν ἐξ ἀνάγκης ἑπόμενον τὸ συμπέρασμα μηδὲ “τῷ ταῦτα εἶναι”

    πρὸς τῷ の後に続く対格不定詞構文(主語 τὰ παραδείγματα、動詞 ἔχειν、目的語 τὸ συμπέρασμα、補語 ἑπόμενον)。与格句 τοῖς λαμβανομένοις καὶ τιθεμένοις と引用句 τῷ ταῦτα εἶναι(アリストテレスの推論定義『分析論前書』24b19)は、結論が導かれる根拠・要因(原因・手段の与格)として並列されている。

  3. 1.39ὅσοι δὲ ἡγοῦνται ... ἢ διαβαλλέτωσαν ... ἢ ἴστωσαν

    文全体の骨格は、関係詞節 ὅσοι δὲ ἡγοῦνται...(関係節内に分詞句 ὡς οἱ ... παρεχόμενοι ... καὶ ... ἀθροίζοντες を含む)を主語相当の主題部とし、二人称または三人称への働きかけとして ἢ διαβαλλέτωσαν ... ἢ ἴστωσαν(命令法三人称複数)という二者択一の主動詞が呼応する構造をとる。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:67.25-69.4