← アフロディシアスのアレクサンドロス

アリストテレス『分析論前書』第1巻注解

§44.19-46.6

前提の機能的名称と中間項による前提の結合

アレクサンドロスは、文脈に応じた前提の諸名称(問題、補助前提、公理、結論)を整理し、問題の二項(主語と述語)を結ぶために外部から導入される中間項とそれによる前提の対結合を定義する。さらに、二つの項を共有する前提同士の間で成立する対立関係(反対・小反対・大小対当・矛盾)と換位の構造を説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.23#2

προτιθέμενον μὲν γὰρ εἰς δεῖξιν ὡς μὴ γνώριμον πρόβλημα καλεῖται, λαμβανόμενον δὲ εἰς ἄλλου δεῖξιν λῆμμα καὶ ὁμολόγημα, ὡς Πλάτων, καὶ ἰδίως πρότασις· ἀξίωμα δέ, ἂν ἀληθὲς ᾖ καὶ ἐξ αὑτοῦ γνώριμον· δεδειγμένον δὲ συμπέρασμα· τὸ γὰρ δειχθὲν γίνεται συμπέρασμα τῶν, δι’ ὧν ἐδείχθη. ἐπεὶ τοίνυν τὸ πρόβλημα πρότασις τῷ γένει, πᾶσα δὲ πρότασις ἐξ ὑποκειμένου ἐστὶν ὅρου καὶ κατηγορουμένου,1 τοῦ μὲν ὑποκειμένου ὄντος τοῦ, περὶ οὗ ὁ λόγος, κατηγορουμένου δὲ τοῦ περὶ τούτου λεγομένου, καὶ ὑποκειμένου μὲν ὄντος, ᾧ ὁ κατὰ τὸ ποσὸν διορισμὸς τῆς προτάσεως προστίθεται, τὸ πᾶς ἢ οὐδεὶς ἢ τὶς ἢ οὐ πᾶς, ᾧ δὲ τὸ ‘ἐστίν’ ἤ τι ἴσον τούτῳ δυνάμενον καὶ περιέχον ἐν αὑτῷ δυνάμει αὐτὸ τοῦτο, κατηγορουμένου· δύο δὴ ὄντων ὅρων τῶν ἐν τῷ προβλήματι, τοῦ μὲν ὑποκειμένου τοῦ δὲ κατηγορουμένου, ὃν δεῖ ὑπάρχοντα ἢ μὴ ὑπάρχοντα δειχθῆναι τῷ ὑποκειμένῳ, τρίτου τινὸς ὅρου δεῖ πρὸς τὴν ἐκείνου δεῖξιν, ὃς προσληφθεὶς ἢ συνάξει τοὺς ἐν τῷ προβλήματι ἢ χωρίσει καὶ διαστήσει. δεῖ δὲ τοῦτον τὸν προσλαμβανόμενον ἔξωθεν ὅρον σχέσιν τινὰ ποιὰν ἔχειν πρὸς τοὺς ἐν τῷ προβλήματι δύο ὅρους. οὗτος δὲ ληφθεὶς μέσος ἀμφοτέρων γίνεται καὶ διαιρεῖ τὸ πρόβλημα καὶ ποιεῖ τὴν μίαν πρότασιν δύο ἐν ἑκατέρᾳ αὐτῶν καὶ αὐτὸς παραλαμβανόμενος καὶ ἑκατέρῳ συντιθέμενος τῶν ἐν τῷ προβλήματι ὅρων ἐν μέρει, ποτὲ μὲν τῷ ὑποκειμένῳ ποτὲ δὲ τῷ κατηγορουμένῳ. καὶ τούτῳ γε γνωρίζεται ὁ μέσος ἔξωθεν παρειλημμένος τῷ δὶς λαμβάνεσθαι καὶ ἐν ἀμφοτέραις εἶναι ταῖς προτάσεσιν. καὶ καλεῖται ἡ τοιαύτη τῶν προτάσεων συμπλοκὴ συζυγία· συζυγία γάρ ἐστι κοινωνία δύο προτάσεων κατὰ ἕνα ὅρον, ὅς ἐστι μέσος· τῶν γὰρ διαφερουσῶν προτάσεων αἱ μὲν οὐδ’ ὅλως κοινωνοῦσιν ἀλλήλαις, ὡς ἡ ‘πᾶν δίκαιον καλόν’ καὶ ἡ ‘πᾶσα ἡδονὴ ἀγαθόν’, αἱ δὲ κοινωνοῦσιν ἀλλήλαις· καὶ τῶν κοινωνουσῶν αἱ μὲν κατὰ ἕνα κοινωνοῦσιν ὅρον, αἱ δὲ κατὰ τοὺς δύο. Ἐν μὲν οὖν ταῖς κατὰ τοὺς δύο ὅρους κοινωνούσαις προτάσεσιν αἵ τε ἀντιθέσεις τῶν προτάσεών εἰσι καὶ αἱ ἀντιστροφαί. ὅταν μὲν γὰρ οὕτω κοινωνῶσι τῶν ὅρων, ὡς τὴν αὐτὴν αὐτοὺς τάξιν ἐν ἀμφοτέραις φυλάττειν ταῖς προτάσεσι διαφέρειν δὲ ἢ κατὰ τὸ ποιὸν ἢ κατὰ τὸ ποσὸν ἢ κατ’ ἄμφω, αἱ ἀντιθέσεις εὑρίσκονται αὐτῶν καὶ αἱ τῶν ἀντιθέσεων διαφοραί· ὅταν μὲν γὰρ τούς τε ὅρους ὁμοίως ἔχωσι κειμένους καὶ τὸ ποσὸν ταὐτὸν ἐν ἀμφοτέραις, διαφέρωσι δὲ κατὰ τὸ ποιόν, ἂν μὲν καθόλου ὦσιν, ἐναντίαι γίνονται· ἡ γὰρ καθόλου καταφατικὴ τῇ καθόλου ἀποφατικῇ, ὅταν ἐπὶ τῶν αὐτῶν ὅρων ὦσι καὶ τῆς αὐτῆς τάξεως κατὰ τὸ καταφατικὸν μόνον καὶ τὸ ἀποφατικὸν διαφέρουσαι, ἐναντίαι εἰσίν· ὅταν δὲ ὦσιν ἐπὶ μέρους ἀμφότεραι, ὑπεναντίαι καλοῦνται, αἳ δοκοῦσι μὲν ἀντίθεσιν ἔχειν πρὸς ἀλλήλας, οὐ μὴν ἀντίκεινταί γε· ὅταν δὲ τὸ μὲν ποιὸν ταὐτὸν ἔχωσι πρὸς τῇ ὁμοίᾳ τάξει τῶν ὅρων, διαφέρωσι δὲ κατὰ τὸ ποσόν, ὑπάλληλοι γίνονται, αἵτινες οὐκ εἰσὶν ὅλως ἀντικείμεναι· οὕτως γὰρ ἔχουσι πρὸς ἀλλήλας ἥ τε καθόλου καταφατικὴ πρὸς τὴν ἐπὶ μέρους καταφατικὴν καὶ ἡ καθόλου ἀποφατικὴ πρὸς τὴν ἐπὶ μέρους ἀποφατικήν· ὅταν δὲ καὶ κατὰ τὸ ποσὸν καὶ κατὰ τὸ ποιὸν ὦσι διαφέρουσαι καὶ τοὺς αὐτοὺς ἔχωσιν ὅρους καὶ ὁμοίως τεταγμένους, τότε ἀντίφασιν ποιοῦσιν· οὕτως ἔχουσιν ἥ τε καθόλου καταφατικὴ καὶ ἡ ἐπὶ μέρους ἀποφατικὴ πρὸς ἀλλήλας καὶ ἡ καθόλου ἀποφατικὴ καὶ ἡ ἐπὶ μέρους καταφατικὴ πάλιν πρὸς ἀλλήλας· ἀντιφατικῶς γὰρ αἱ τοιαῦται ἀντίκεινται. ὅταν δὲ κοινωνῶσι μὲν κατὰ τοὺς δύο ὅρους αἱ προτάσεις ἀλλήλαις, μὴ τὴν αὐτὴν δὲ τάξιν ἔχωσιν ἐν αὐταῖς οἱ ὅροι, ἀλλὰ ἀνάπαλιν λαμβάνωνται, ἐν ταῖς οὕτω κοινωνούσαις εἰσὶν αἱ τῶν προτάσεων ἀντιστροφαί· ἔστι γὰρ προτάσεως ἀντιστροφὴ κοινωνία προτάσεων κατὰ τοὺς δύο ὅρους ἀνάπαλιν τιθεμένους μετὰ τοῦ συναληθεύειν.2

実に、未知のものとして証明のために提示されるものは「問題」と呼ばれ、他のものの証明のために受け取られるものは「補助前提」およびプラトンが言うように「合意事項」、そして固有の意味では「前提」と呼ばれる。他方、真でありそれ自体から知られるなら「公理」[と呼ばれ]、証明されたなら「結論」[と呼ばれる]。なぜなら、証明されたものは、それを通じて証明された諸前提の結論となるからである。したがって、問題は類としては前提であり、すべての前提は主語の項と述語の項から成り、主語とは論述がそれについての論述であるところのものであり、述語とはこれについて語られるものであるとともに、主語とは前提の量に応じた規定(「すべての」「何一つ…ない」「ある」「すべての…ではない」)が付加されるものであり、他方、「である」あるいはこれと等しい効力を持ち潜在的にまさにこの「である」を自らのうちに含んでいるものが[付加される]ものが述語である以上、問題のうちにある項が二つ、すなわち主語と述語であり、この述語は主語に属しているか属していないかが証明されなければならないのであるから、そのことの証明のためには何らかの第三の項が必要であり、この第三の項が付け加えられることによって、問題のうちにある諸項を結びつけるか、あるいは分離し引き離すことになる。そして、この外部から付け加えられる項は、問題のうちにある二つの項に対して何らかの特定の関係を持っていなければならない。そしてこの項は受け取られると両者の中間項となり、問題を分割し、一つの前提から二つを作り出す。すなわち、それらの前提の各々において、それ自身もまた引き入れられ、問題のうちにある諸項の各々と交互に組み合わされ、ある時は主語と、ある時は述語と[組み合わされる]。そして中間項が外部から引き入れられたものであることは、二度受け取られ、両方の前提のうちに存在することによってまさに知られるのである。そして諸前提のこのような結合は「対結合(シュジュギア)」と呼ばれる。なぜなら、対結合とは、中間項である一つの項に関して生じる二つの前提の共有だからである。実際、互いに異なる前提のうち、あるものは全く互いに共有せず(例えば「すべての正しいものは美である」と「すべての快は善である」のように)、あるものは互いに共有する。そして共有するもののうち、あるものは一つの項に関して共有し、あるものは二つの項に関して共有する。 それゆえ、二つの項に関して共有する諸前提において、前提の対立と換位が存在する。なぜなら、両方の前提において項が同じ配列を保ち、質において、あるいは量において、あるいはその双方において異なるように項を共有するとき、それらの対立と対立の差異が見出されるからである。実際、諸項の配置が同様であり両方の前提において量が同一であって質において異なるとき、普遍であるならば、[それらは]「反対」となる。なぜなら、普遍肯定と普遍否定は、同一の諸項と同一の配列のもとにあって肯定的なことと否定的なことにおいてのみ異なるとき、反対だからである。他方、両方が部分であるとき、「小反対」と呼ばれ、これらは互いに対立を持つように見えるが、対立してはいない。他方、諸項の同様の配列に加えて質が同一であり、量において異なるとき、「大小対当(従属関係)」となり、これらは全く対立するものではない。なぜなら、普遍肯定と部分肯定、および普遍否定と部分否定は、互いにそのような関係にあるからである。他方、量においても質においても異なり、同一の諸項を持ち、同様に配列されているとき、そのとき[それらは]「矛盾」をなす。普遍肯定と部分否定、また普遍否定と部分肯定は互いに対してそのような関係にある。なぜなら、そのようなものは矛盾的性格において対立するからである。しかし、諸前提が二つの項に関して互いに共有するが、それらにおいて諸項が同一の配列を持たず、かえって逆に受け取られるとき、そのように共有する諸前提において前提の換位が存在する。なぜなら、前提の換位とは、真理を共有すること(同真であること)を伴いつつ、逆に置かれる二つの項に関して生じる諸前提の共有だからである。

構文注2 件
  1. 1.23καὶ ὑποκειμένου μὲν ὄντος, ᾧ ὁ κατὰ τὸ ποσὸν διορισμὸς τῆς προτάσεως προστίθεται, τὸ πᾶς ἢ οὐδεὶς ἢ τὶς ἢ οὐ πᾶς, ᾧ δὲ τὸ ‘ἐστίν’ ἤ τι ἴσον τούτῳ δυνάμενον καὶ περιέχον ἐν αὑτῷ δυνάμει αὐτὸ τοῦτο, κατηγορουμένου·

    主語と述語の定義に関する対照的な絶対属格構文である。前半の「καὶ ὑποκειμένου μὲν ὄντος, ᾧ...」に対して、後半は「ᾧ δὲ τὸ 'ἐστίν'... [προστίθεται], κατηγορουμένου [ὄντος]」という形で動詞(προστίθεται)および分詞(ὄντος)の省略を補って読む。すなわち、「量の規定が付加されるものが主語であり、『である』が付加されるものが述語である」という対比構造をなしている。

  2. 1.23μετὰ τοῦ συναληθεύειν

    換位(ἀντιστροφή)の定義の末尾に付加された前置詞句(μετά+中性単数定冠詞付不定詞)。主格または対格の意味上の主語として二つの前提(αἱ προτάσεις)が想定されており、「[換位された二つの前提が]互いに同時に真であること(同真であること)を伴いつつ」を意味する。単なる項の順序の入れ替えではなく、真理値が保存される同値的変換であることを構文上規定している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:44.19-46.6