- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:351.25-353.7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アレクサンドロスは、不定の前提と全称の前提の混同によって生じる誤謬を示すアリストテレスの第二の例(音楽的なミッカロース)を検討し、可能命題としての結論に関する難問を解決したうえで、善・作用・種概念などの明瞭な例を挙げて両者の相違を論証する。
λαμβάνει γὰρ ἐπὶ μὲν τοῦ Γ Μίκκαλον, ἐπὶ δὲ τοῦ Β μουσικὸν Μίκκαλον, ἐπὶ δὲ τοῦ Α τὸ φθείρεσθαι αὔριον· ἔπειτα τὸ μὲν Β τοῦ Γ κατηγορεῖ, τὸν μουσικὸν Μίκκαλον Μικκάλου, ὡς ἀληθὲς ὂν (ἦν γάρ τις, ὡς ἔοικε, Μίκκαλος μουσικός), τὸ δὲ Α τοῦ Β, 〈τὸ〉 φθείρεσθαι αὔριον κατὰ μουσικοῦ Μικκάλου. πῶς ἐνδεχόμενον δὲ λαμβάνει τοῦτο; ὡς καὶ τὸ διανοητὸν Ἀριστομένη ἀεὶ εἶναι ἢ ὡς Μικκάλου μουσικοῦ φθειρομένου αὔριον τῷ ἀποβάλλειν τὴν μουσικήν; τούτων γὰρ ὄντων ἀληθῶν οὐκέτι φησὶν ἀληθῶς τὸ Α τοῦ Γ κατηγορεῖσθαι, τὸ φθείρεσθαι αὔριον Μίκκαλον· δι’ ὑποθέσεως γὰρ εἰλῆφθαι καὶ τὸ μὴ φθείρεσθαι αὔριον μουσικὸν Μίκκαλον κατὰ τὸ ἀποβάλλειν αὔριον τὴν μουσικήν. οὗ ψεύδους φησὶν αἴτιον εἶναι τὸ ἀδιόριστον ληφθῆναι τὴν μείζονα πρότασιν1 τὴν ἐγχωρεῖν λέγουσαν μουσικὸν Μίκκαλον αὔριον φθαρῆναι, ὡς ἀδιορίστως μὲν αὐτῆς λαμβανομένης ἀληθοῦς οὔσης, καθόλου δὲ οὐκέτι ἀληθοῦς· μὴ γὰρ ἀληθὲς εἶναι τὸ πάντα τὸν μουσικὸν Μίκκαλον ἐνδέχεσθαι αὔριον φθαρῆναι. τοῦτο δ’ ἂν εἴη λέγων ψεῦδος εἶναι ἤτοι διὰ τὸ εἰληφέναι ὑπόθεσιν ταύτην τοὺς τὸ σόφισμα ἐρωτῶντας (λαμβάνουσι γὰρ ὑποθέσεις οὐκ ἀδυνάτους τό τε μὴ φθείρεσθαι αὔριον τὸν μουσικὸν Μίκκαλον καὶ τὸ ἀποβάλλειν αὐτὸν αὔριον τὴν μουσικήν· ὡς γὰρ δυνατοῖς οὖσι τοῖς ἐν ἀμφοτέραις ταῖς προτάσεσι λαμβανομένοις ᾤοντο δεικνύναι ἀδύνατον τὸ ἑπόμενον), ἢ λέγοι ἂν ψεῦδος εἶναι πάντα τὸν μουσικὸν Μίκκαλον ἐνδέχεσθαι φθαρῆναι αὔριον, ὅτι ἐνδέχεται τινα καὶ μηδέπω εἶναι μουσικὸν Μίκκαλον, ἔσεσθαι δέ· ὃν τίθησι μὲν ὁ λέγων πάντα τὸν μουσικὸν Μίκκαλον ἐνδέχεσθαι αὔριον φθαρῆναι μὴ προστιθεὶς δὲ τὸ ‘ὄντα’ ὡς ἐνδεχόμενον καὶ αὐτὸν φθαρῆναι· οὐ μὴν δυνατὸν οὐδ’ ἐνδεχόμενον τὸν μηδέπω ὄντα φθαρῆναι. ἢ ὡς ὑπόθεσιν ἔλαβε τὸ τινὰ μουσικὸν Μίκκαλον αὔριον φθείρεσθαι· τούτου γὰρ ὑποτεθέντος ἀληθοῦς εἶναι οὐ πάντως ἕπεται τὸ καὶ τοῦτον τὸν Μίκκαλον αὔριον φθείρεσθαι. ζητήσαι δ’ ἄν τις, διὰ τί οὐκ ἔσται ἀληθὲς τὸ συμπέρασμα ὡς ἐνδεχόμενον τοῦ τὸν Μίκκαλον αὔριον ἐνδέχεσθαι φθαρῆναι· καὶ γὰρ ἡ μείζων πρότασις ἐνδεχομένη ἐλήφθη, ἧς οὔσης ἐνδεχομένης ἐνδεχόμενον ἔσται καὶ τὸ συμπέρασμα. ἢ τὸ Α τοῦ Γ ψεῦδος εἶπεν ὡς ἴσον τῷ ‘τὸ δὲ λέγειν ἐπὶ τούτοις συλλογιστικῶς τὸ Α τοῦ Γ κατηγορεῖσθαι ψεῦδος’·2 καὶ γὰρ εἰ ἄλλως ἀληθές, ἀλλ’ ὡς ἐν συλλογισμῷ ψεῦδος. οὐ γὰρ περὶ τοῦ συμπεράσματος ἀκριβολογεῖται νῦν, ἀλλὰ μόνον ἡμῖν ἐνδείκνυται τὴν τῆς ἀδιορίστου καὶ τῆς καθόλου προτάσεως διαφορὰν διὰ τοῦ λαβεῖν τῆς λεγούσης μουσικὸν Μίκκαλον αὔριον φθείρεσθαι ἀληθοῦς οὔσης μὴ πάντως ἀληθῆ γίνεσθαι τὴν λέγουσαν πάντα μουσικὸν Μίκκαλον αὔριον φθείρεσθαι· τὸ γὰρ καθόλου Μίκκαλος μουσικὸς τὴν ‘πᾶς Μίκκαλος μουσικὸς’ σημαίνει. Ἔστι δὲ τὸ λεγόμενον δεῖξαι καὶ διὰ φανερωτέρων παραδειγμάτων. ἔστω ἐπὶ μὲν τοῦ Α ἀγαθόν, ἐπὶ δὲ τοῦ Β οἰκεῖον, ἐπὶ δὲ τοῦ Γ ἡδονή· τὸ δὴ Α κατὰ τοῦ Β κατηγορείσθω, τὸ ἀγαθὸν κατὰ τοῦ οἰκείου· ἀλλὰ καὶ τὸ Β κατὰ τοῦ Γ, τὸ οἰκεῖον κατὰ τῆς ἡδονῆς. ἀληθῶν δὴ τῶν προτάσεων οὐσῶν οὐ πάντως τὸ ἀγαθὸν κατὰ τῆς ἡδονῆς, ὅτι μὴ ἐλήφθη τὸ ἀγαθὸν κατὰ παντὸς τοῦ οἰκείου, ἀλλ’ ἀδιορίστως. ἀλλὰ κἂν λάβῃ τις, ὅτι ἡ ποιότης ποιεῖ, τὸ ποιοῦν σῶμα, οὐ συλλογιεῖται ‘ἡ ποιότης ἄρα σῶμα’. οὐ γὰρ ἔλαβε ‘πᾶν τὸ ποιοῦν σῶμα’· ψεῦδος γάρ· ἀδιορίστως γὰρ ληφθὲν ἀληθὲς μέν, ἀσυλλόγιστον δέ. ὁμοίως κἂν τὸν μὲν ἄνθρωπον λάβῃ ζῷον εἶναι, τὸ δὲ ζῷον γένος· οὐ γὰρ καὶ ὁ ἄνθρωπος γένος. γίνεται δὲ ἐν τοῖς τοιούτοις ἡ ἀπάτη διὰ τὸ τῷ καθόλου ἐφαρμόζειν τὸ ἀδιόριστον· ὡς γὰρ τοῦ ἀδιορίστου ἴσον τῷ καθόλου δυναμένου συγχωροῦσι καὶ δέχονται. πλεῖστον δὲ διαφέρει· τὸ μὲν γὰρ καθόλου καὶ ἀδιορίστως εἰπεῖν ἀληθές, τὸ δὲ ἀδιορίστως ἀληθὲς οὐκέτι καὶ καθόλου ἐξ ἀνάγκης. ταύτην μὲν οὖν καὶ τὴν τοιαύτην ἀπάτην γίνεσθαί φησι διὰ τὸ παρὰ μικρόν· ὡς γὰρ οὐδὲν διαφέρον καθόλου πρότασιν λαβεῖν ἢ ἀδιόριστον συγχωρήσαντες τὴν ἀδιόριστον ὡς καθόλου ἀπατῶνται.
実際、彼はΓとしてミッカロースを、Βとして音楽的なミッカロースを、Αとして明日滅びることを取っている。次いで、彼はΒをΓに、音楽的なミッカロースをミッカロースに述語づけるが、これは真である(思われるに、音楽的なミッカロースという者がいたからである)。他方でΑをΒに、すなわち明日滅びることを音楽的なミッカロースに述語づける。しかし彼はこれをどのように可能的なものとして取っているのか。「思考可能なアリストメネスが永遠にあること」と同様にか、それとも音楽的なミッカロースが音楽の能力を喪失することによって明日滅びるということとしてか。これらが真であるとき、彼が言うには、ΑがΓに真に述語づけられること、すなわちミッカロースが明日滅びることはもはや成立しない。なぜなら、音楽の能力を明日喪失することによって音楽的なミッカロースが明日滅びるのではないということもまた、仮定によって取られているからである。彼は、音楽的なミッカロースが明日滅びうるという大前提を不定に取ったことがこの偽の原因である、と言う。すなわち、それが不定に取られたときには真であるが、全称としてはもはや真ではないということからである。なぜなら、すべての音楽的なミッカロースが明日滅びうるということは真ではないからである。そして、彼がこれが偽であると述べているのは、詭弁を問いかける者たちがこの仮定を取ったからであるか(実際、彼らは音楽的なミッカロースが明日滅びないことと、彼が明日音楽の能力を喪失することという、不可能ではない仮定を取る。彼らは両方の前提において取られた事柄が可能であることから、帰結する結論が不可能であることを示せると考えたからである)、あるいは、音楽的なミッカロースであり、まだ存在していないが将来存在するであろう誰かが存在しうるという理由によって、「すべての音楽的なミッカロースが明日滅びうる」が偽であると彼が言っているのかもしれない。すべての音楽的なミッカロースが明日滅びうると述べる者は、「現に存在する」を付加することなく、彼もまた滅びうるものとして措定しているが、いまだ存在していない者が滅びることは可能でもありえず、起こりうることでさえない。あるいは、ある音楽的なミッカロースが明日滅びるということを彼は仮定として取ったのである。なぜなら、このことが真であると仮定されても、このミッカロースもまた明日滅びるということがどうしても帰結するわけではないからである。しかしある者は、ミッカロースが明日滅びうるという可能的なものとしての結論が、なぜ真でないのかと問うかもしれない。実際、大前提は可能性[命題]として取られたのであり、それが可能的なものである以上、結論も可能的なものとなるはずだからである。あるいは[こう答えるべきである]、彼が「ΑがΓに[述語づけられること]は偽である」と言ったのは、「これらの前提に基づいて推論的にΑがΓに述語づけられると述べることは偽である」というのと同等である、と。なぜなら、他の意味において真であるとしても、推論において[導かれるもの]としては偽だからである。実際、彼は今、結論について厳密に論じているのではなく、「音楽的なミッカロースが明日滅びる」と述べる[前提]が真であるとしても、「すべての音楽的なミッカロースが明日滅びる」と述べる[前提]が決して真になるわけではないということを取ることによって、不定の前提と全称の前提との相違をわれわれに示しているにすぎないからである。全称の「音楽的なミッカロース」は「すべての音楽的なミッカロース」を意味するからである。この言われている事柄は、より明瞭な例を通じても示すことができる。Αを善、Βを固有のもの、Γを快楽とせよ。そこでΑがΒに、すなわち善が固有のものに述語づけられ、さらにΒがΓに、固有のものが快楽に述語づけられるとせよ。前提は真であるにもかかわらず、善が快楽に[述語づけられること]が決して成立しないのは、善がすべての固有のものにではなく、不定に取られたからである。また、性質が作用すること、作用するものは物体であることを取る者がいても、「それゆえ性質は物体である」と推論することはできない。その者は「すべての作用するものは物体である」と取らなかったからである。それは偽だからである。不定に取られた場合には真であるが、無推論的である。同様に、人間が動物であること、動物が類であることを取る者がいても[推論は成立しない]。人間もまた類であることにはならないからである。このようなものにおいて欺瞞が生じるのは、不定なものを全称なものに当てはめることによる。彼らは不定なものが全称なものと同等の力をもつかのように同意し、受け入れるからである。しかしこれらは大きく異なっている。全称なものは不定にも述べるのが真であるが、不定に真であるものが必然的に全称としても[真である]とはもはや言えないからである。それゆえ、彼が言うには、これやこの種の欺瞞が生じるのは「わずかな差異」によるのである。全称の前提を取ることと不定の前提を取ることとは何ら異ならないかのように、不定の前提を全称のものとして承認することによって、人々は欺かれるからである。
- 2.242οὗ ψεύδους φησὶν αἴτιον εἶναι τὸ ἀδιόριστον ληφθῆναι τὴν μείζονα πρότασιν
οὗ は関係代名詞属格であり(Wallies 351.34)、ψεύδους と結びついて前文の偽なる述語づけ(アリストテレス本文 47b27: τὸ δὲ δὴ Α τῷ Γ ψεῦδος)を受ける。φησίν が導く対格不定詞構文において、τὸ ἀδιόριστον ληφθῆναι τὴν μείζονα πρότασιν が εἶναι の主語対格、αἴτιον が述語対格である。
- 2.242ἢ τὸ Α τοῦ Γ ψεῦδος εἶπεν ὡς ἴσον τῷ ‘τὸ δὲ λέγειν ἐπὶ τούτοις συλλογιστικῶς τὸ Α τοῦ Γ κατηγορεῖσθαι ψεῦδος’
二重対格の変種であり、τὸ Α τοῦ Γ(「ΑがΓに[述語づけられること]」という命題)が εἶπεν の直接目的語、ψεῦδος がその述語対格である。これに続く ὡς ἴσον τῷ... は「…と同等の意味において[そのように言った]」と動詞の意図を補足説明している。
