← アフロディシアスのアレクサンドロス

アリストテレス『分析論前書』第1巻注解

§34.2-35.19

提示による換位の証明と他の諸命題の換位

全称否定命題の換位が提示(エクテシス)によって示されたことを再確認し、推論や帰謬法による別証は前提導入の順序として不適当であることを論じる。続いて、全称否定の換位を前提として特称肯定および全称肯定の換位が導かれる手順と、特称否定が質料(反例)によって換位しない理由を論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.14#3

Καὶ αὕτη μὲν ἡ δεῖξις ἡ ἐπὶ τῆς καθόλου ἀποφατικῆς, ᾗ Ἀριστοτέλης κέχρηται οὔτε τῇ δι’ ἀλλήλων προσκεχρημένος δείξει οὔτε τῇ εἰς ἀδύνατον ἀπαγωγῇ συλλογιστικῶς· ἦν γὰρ οὐδὲ αὕτη κατὰ καιρὸν ἡ δεῖξις· οὐ γὰρ εἰ ἐφαρμόζει τοῖς εἰρημένοις ἡ δι’ ἀδυνάτου δεῖξις, ἤδη καὶ αὐτὸς δι’ αὐτῆς ἔδειξε τὸ προκείμενον.1 ἄλλος γὰρ καὶ τῆς τοιαύτης δείξεως2 ὁ ἐκθετικὸς τρόπος· ἡ γὰρ δι’ ἀδυνάτου δεῖξις τοῦ προκειμένου ἐν τρίτῳ σχήματι γίνεται· ὑποτεθέντος γὰρ τοῦ τὸ Β τινὶ τῷ Α, τοῦτ’ ἔστι τῷ Γ παντί, ὅ ἐστί τι τοῦ Α, καὶ προσληφθείσης προτάσεως τῆς ‘τὸ Α κατὰ παντὸς τοῦ Γ’ οὔσης ἐναργοῦς συνάγεται ἐν τρίτῳ σχήματι τὸ τὸ Α τινὶ τῷ Β ὑπάρχειν, ὅ ἐστιν ἀδύνατον· ἔκειτο γὰρ μηδενὶ ὑπάρχειν. ἄκαιρος δὲ νῦν καὶ ἡ διὰ τρίτου σχήματος δεῖξις. ἄμεινον οὖν λέγειν τὰ εἰρημένα δεικτικὰ εἶναι τοῦ δεῖν ἀπεζεῦχθαι καὶ τὸ Β τοῦ Α, εἰ τὸ Α τοῦ Β ἀπέζευκται, ὃ οἱ περὶ Θεόφραστον ὡς ἐναργὲς ὂν λαμβάνουσι χωρὶς δείξεως. ἔνεστι δὲ καὶ διὰ συλλογισμοῦ δεῖξαι διὰ τοῦ πρώτου σχήματος γινομένου, ὡς καὶ αὐτὸς προσχρῆται τῇ εἰς ἀδύνατον ἀπαγωγῇ· εἰ γάρ τις μὴ λέγοι ἀντιστρέφειν τὴν καθόλου ἀποφατικήν, κείσθω τὸ Α μηδενὶ τῷ Β· εἰ δὲ μὴ ἀντιστρέφει, ἔστω τὸ Β τινὶ τῷ Α· γίνεται ἐν πρώτῳ σχήματι τὸ Α τινὶ τῷ Α μὴ ὑπάρχον, ὅπερ ἄτοπον. ἀλλ’ ἄκαιρον τὸ διὰ συλλογισμοῦ δεικνύναι μηδέπω περὶ συλλογισμῶν εἰδότας. διὸ χρηστέον, ᾧ αὐτὸς ἐξέθετο τρόπῳ τῆς δείξεως. Δείξας δὲ ταύτην ἀντιστρέφουσαν προσχρῆται τοῖς δεδειγμένοις πρὸς τὰ ἐφεξῆς δεικνύμενα· ὅτι γὰρ ἡ ἐπὶ μέρους καταφατικὴ ἀντιστρέφει, πάλιν προσχρησάμενος τῇ τῆς καθόλου ἀποφατικῆς ἀντιστροφῇ δείκνυσιν. εἰ γὰρ τὸ Α τινὶ ὑπάρχει τῷ Β, καὶ τὸ Β τινὶ ὑπάρχει τῷ Α· εἰ γὰρ μηδενί (αὕτη γὰρ ἀντίκειται τῇ τινί), οὐδὲ τὸ Α οὐδενὶ ὑπάρξει τῷ Β· ἀντιστρέφουσα γὰρ δέδεικται ἡ καθόλου ἀποφατική· ἀλλ’ ἔκειτο τὸ Α τινὶ τῷ Β ὑπάρχειν· καὶ τὸ Β ἄρα τινὶ τῷ Α ὑπάρξει. ἀλλὰ καὶ τῇ καθόλου καταφατικῇ ὅτι ἡ ἐπὶ μέρους ἀντιστρέφει, ὁμοίως δείκνυται· εἰ γὰρ τὸ Α παντὶ τῷ Β, καὶ τὸ Β τινὶ τῷ Α· εἰ γὰρ μηδενί, γίνεται καθόλου ἀποφατική, ἥτις ἐδείχθη ἀντιστρέφουσα αὑτῇ· ὥστε ἔσται καὶ τὸ Α οὐδενὶ τῷ Β· κεῖται δὲ καὶ παντὶ ὑπάρχειν. οὐ τοῦτο δὲ λέγεται, ὅτι ἡ καθόλου καταφατικὴ οὐδέποτε αὑτῇ ἀντιστρέφει· ἀντιστρέφει γὰρ ἐπὶ ὕλης τινός, οἷον ἐπὶ τῶν ἐξισαζόντων καὶ ἰδίων. ἀλλ’ ἐπεὶ μὴ ἀεί, ἀεὶ δὲ ἡ ἐπὶ μέρους (καὶ γὰρ ὅταν ἡ καθόλου ᾖ ἀντιστρέφουσα, καὶ τότε ἡ ἐπὶ μέρους ἀληθής), διὰ τοῦτο αὕτη ἀντιστρέφειν αὑτῇ λέγεται· αἱ γὰρ ἀντιστροφαὶ καὶ ὅλως αἱ κατὰ τὰ σχήματα συναγωγαὶ οὐ παρὰ τὴν τῆς ὕλης3 ἰδιότητα γίνονται, ὡς εἶπον ἤδη (αὕτη μὲν γὰρ ἄλλοτ’ ἀλλοία), ἀλλὰ παρ’ αὐτὴν τὴν τῶν σχημάτων φύσιν. διὸ καθολικαὶ αἱ δείξεις ἐπ’ αὐτῶν. τὴν δὲ ἐπὶ μέρους ἀποφατικήν, ὅτι μὴ ἀντιστρέφει, ἔδειξεν ἐπὶ ὕλης· εἰ γὰρ ἐστιν, ὅτε καὶ ἐφ’ ὧν μὴ ἀντιστρέφει, ἀπολώλεκε τὸ καθόλου. οὔσης γὰρ ἀληθοῦς τῆς ‘ἄνθρωπος οὐ παντὶ ζῴῳ ὑπάρχει ἢ τινὶ ζῴῳ οὐχ ὑπάρχει’ οὐκέτι ἀληθὴς γίνεται ἡ λέγουσα ‘ζῷον οὐ παντὶ ἀνθρώπῳ ἢ τινὶ ἀνθρώπῳ οὐχ ὑπάρχει’· οὐδὲ γὰρ τοῦ ἀντικειμένου αὐτῇ ληφθέντος, ἀδύνατόν τι ἕπεται, ὥσπερ ἐπὶ τῶν ἀντιστρεφουσῶν δέδειχεν. ἀντίκειται μὲν γὰρ τῷ τινὶ μὴ τὸ παντί· ληφθέντος δὲ τοῦ Β παντὶ τῷ Α ὑπάρχειν ἀκολουθήσει καὶ τὸ Α τινὶ τῷ Β ὑπάρχειν· ἔκειτο δὲ αὐτῷ τινὶ μὴ ὑπάρχειν. οὐκ ἔστι δὲ ἀδύνατον, ὃ τινὶ ὑπάρχει, τοῦτο καὶ τινὶ μὴ ὑπάρχειν· ὁ γοῦν ἄνθρωπος τινὶ ζῴῳ μὴ ὑπάρχων καὶ ὑπάρχει τινί.

そして、これが全称否定前提においてアリストテレスが用いた論証であり、彼は相互による論証も推論的な不可能への帰着も併用しなかった。なぜなら、この論証もまた時宜に適ったものではなかったからである。不可能による論証が言われた事柄に適合するからといって、ただちに彼自身がそれを通じて当面の問題を示したということにはならないからである。提示による方法は、まさにそのような論証とも異なるからである。実際、当面の問題を不可能によって論証することは第三格において生じる。なぜなら、Βが或るΑに、すなわちΑの或るものであるすべてのΓに属すると仮定され、自明である「ΑはすべてのΓについて述語づけられる」という前提が付け加えられると、第三格においてΑが或るΒに属するということが導かれるが、これは不可能である。なぜなら[Αは]どのものにも属さないと定立されていたからである。しかし、第三格による論証もまたいまは時宜を得ていない。したがって、言われた事柄は、もしΑがΒから切り離されているならΒもΑから切り離されていなければならないことを示すものであると言うほうが優れている。そしてテオプラストスらは、これを自明なものとして論証なしに受け取っている。また、彼自身が不可能への帰着を併用しているように、第一格を通じて成立する推論を通じても示すことができる。なぜなら、もし誰かが全称否定前提は換位しないと主張するなら、ΑはどのΒにも属さないと定立されよ。そしてもし換位しないなら、Βは或るΑに属するとせよ。すると第一格において、Αが或るΑに属さないということになり、これは不条理である。しかし、推論についてまだ知らない者たちが、推論を通じて示すことは時宜を得ていない。それゆえ、彼自身が提示した論証の方法を用いなければならない。 そして、彼がこれ[全称否定前提]が換位することを示した上で、その論証された事柄を、引き続いて示される事柄のために併用している。実際、特称肯定前提が換位することを、彼は再び全称否定前提の換位を併用して示しているからである。なぜなら、もしΑが或るΒに属するなら、Βも或るΑに属する。もしどのものにも属さないなら(これこそが「或るものに」と対立するからである)、ΑもいかなるΒにも属さないであろう。全称否定前提は換位することが示されたからである。だが、Αは或るΒに属すると定立されていた。したがってΒも或るΑに属するであろう。しかしまた、全称肯定前提に対しても特称前提が換位することは同様に示される。なぜなら、もしΑがすべてのΒに属するなら、Βも或るΑに属する。もしどのものにも属さないなら、全称否定前提が生じるが、これはそれ自身へと換位することが示された。したがってΑもどのΒにも属さないことになるであろう。しかし[Αは]すべてに属するとも定立されている。だが、全称肯定前提がそれ自身へと決して換位しないと言われているのではない。或る質料においては、たとえば外延の等しいものや固有属性においては換位するからである。しかし、常にではなく、他方で特称前提は常に換位する(全称前提が換位するときにも、そのとき特称前提も真だからである)ので、このゆえにこれ[特称前提]がそれ自身へと換位すると言われるのである。換位や、一般に格に応じた結論の導出は、私が既に述べたように、質料の特殊性によって生じるのではなく(質料は時と場合によって様々に異なるからである)、格そのものの本性によって生じるからである。それゆえ、これらに関する論証は普遍的なのである。他方、特称否定前提については、それが換位しないことを彼は質料によって示した。もしそれが換位しない時があり、換位しない対象があるなら、全称性[普遍性]を失ったからである。実際、「人間はすべての動物に属するわけではない、あるいは或る動物に属さない」が真であるとき、「動物はすべての人間に属するわけではない、あるいは或る人間に属さない」と言う命題はもはや真とはならない。なぜなら、それ[特称否定命題]と対立するものが受け取られても、彼が換位する命題において示したように、不可能な事柄が帰結するわけではないからである。なぜなら、「或るものに属さない」に対立するのは「すべてに属する」だからである。そしてΒがすべてのΑに属すると受け取られても、Αが或るΒに属することも帰結するであろう。だが[Αは]それの或るものに属さないと定立されていた。しかし、或るものに属するもの、これがまた或るものに属さないということは不可能ではない。少なくとも人間は或る動物に属さないとしても、或るものには属するのである。

構文注3 件
  1. 1.14οὐ γὰρ εἰ ἐφαρμόζει τοῖς εἰρημένοις ἡ δι’ ἀδυνάτου δεῖξις, ἤδη καὶ αὐτὸς δι’ αὐτῆς ἔδειξε τὸ προκείμενον

    οὐ ... εἰ ..., ἤδη καί ... の構文。「仮に〜だとしても、そのことによって直ちに…であるわけではない」という論理的否定を表す。条件節の内容(帰謬法がテキストに適合すること)を事実として認めつつも、主節の結論(アリストテレス自身が帰謬法を用いたこと)を否定する骨格である。

  2. 1.14τὸ δεῖν ἀπεζεῦχθαι καὶ τὸ Β τοῦ Α, εἰ τὸ Α τοῦ Β ἀπέζευκται, ὃ οἱ περὶ Θεόφραστον ὡς ἐναργὲς ὂν λαμβάνουσι χωρὶς δείξεως

    関係代名詞 ὃ は、直前の「もしΑがΒから切り離されているなら、ΒもΑから切り離されていなければならない」という条件的一連の命題全体(または τὸ δεῖν ἀπεζεῦχθαι ... という不定詞節全体)を先行詞として受けている。

  3. 1.14τὴν δὲ ἐπὶ μέρους ἀποφατικήν, ὅτι μὴ ἀντιστρέφει, ἔδειξεν ἐπὶ ὕλης

    対格名詞句 τὴν δὲ ἐπὶ μέρους ἀποφατικήν は、後続する ὅτι 節の主語となるべき語が主節動詞 ἔδειξεν の直接目的語の位置へと前置された先取り(prolepsis)構文である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:34.2-35.19