← アフロディシアスのアレクサンドロス

アリストテレス『分析論前書』第1巻注解

§320.8-321.18

背理法と直証推論で項が共通する理由

アリストテレス『分析論前書』45b1を注解し、直証的推論と背理法による推論が同じ項を通じて成立する理由を論じる。仮定外から導入される「共通の項」が背理法において偽の結論を導き、その結論を真へと変換することで直証的中項へと転化する構造を解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.212#1

" Πάλιν εἰ δεικτικῶς συλλελόγισται τὸ Α τῷ Ε μηδενὶ ὑπάρχειν." Ἔφθακε μὲν ἤδη τοῦτο εἰρηκέναι, ὅτι τὰ δεικτικῶς δεικνύμενα καὶ δι’ ἀδυνάτου δείκνυται, ὥσπερ καὶ ἀνάπαλιν. ἂν γὰρ ᾖ δεδειγμένον δεικτικῶς, ὅτι τὸ Α τῷ Ε οὐδενί, διὰ τοῦ τὸ Β τῷ Θ ταὐτὸν εἶναι, καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τὸ αὐτὸ δειχθήσεται, ἂν ὑποθώμεθα αὐτὸ τινὶ τῷ Ε ὑπάρχειν καὶ προσλάβωμεν τὸ Β αὐτῷ, λέγω δὲ τῷ Α, παντὶ ὑπάρχειν· εἵπετο γὰρ αὐτῷ. ἔσται δὴ τὸ Β τινὶ τῷ Ε ὑπάρχον, ὅ ἐστιν ἀδύνατον· ἦν γὰρ τὸ Β ταὐτὸν τῷ Θ, ὃ οὐδενὶ ὑπῆρχε τῷ Ε. ὁμοία ἡ δεῖξις καὶ ἐπὶ τῶν ἄλλων προβλημάτων, τοῦ τε καθόλου καταφατικοῦ καὶ τῶν δύο τῶν ἐπὶ μέρους. νῦν δὲ προστίθησι καὶ τὴν αἰτίαν, δι’ ἣν διὰ τῶν αὐτῶν ὅρων ἀμφότεροι γίνονται οἱ συλλογισμοί, καὶ πῶς διὰ τῶν αὐτῶν ὅ τε δεικτικὸς καὶ δι’ ἀδυνάτου γίνεται συλλογισμός, διδάσκει. ἐν ἅπασι γάρ φησι τοῖς δι’ ἀδυνάτου δεικνύουσί τι (περὶ τούτων γὰρ λέγει), ὅτι ἀνάγκη κοινόν τινα λαβεῖν ὅρον ἔξωθεν ἄλλον τῶν ὑποκειμένων ἐν τῇ ὑποθέσει, ἥτις ἐστὶ τὸ ἀντικείμενον, οὗ βουλόμεθα δεῖξαι, κοινὸν λέγων νῦν οὐ τὸν ὡς μέσον ἀμφοτέροις τοῖς ἐν τῇ ὑποθέσει ὅροις συντιθέμενον, ἀλλὰ πρὸς μὲν τὸν ἕτερον τῶν ἐν τῇ ὑποθέσει ὅρων συντασσόμενον καὶ ποιοῦντα πρότασιν ἀληθῆ συντελοῦσαν εἰς τὴν δεῖξιν τοῦ ἀδυνάτου συμπεράσματος πρὸς δὲ τὸν ἕτερον ἐν τῷ συμπεράσματι τῷ ἀδυνάτῳ τῷ γινομένῳ διὰ τὴν ὑπόθεσιν συντασσόμενον ψευδῶς.1 ἐν γὰρ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ παρὰ τοὺς ὅρους τοὺς ἐν τῇ ὑποθέσει εἰλημμένους, ἧς βουλόμεθα τὸ ἀντικείμενον δεῖξαι συναγόμενον, τρίτος τις ὅρος ἔξωθεν προσλαμβάνεται, ὃς πρὸς μὲν τὸν ἕτερον τῶν ὅρων τῶν ἐν τῇ ὑποθέσει ἀληθῶς συντάσσεται καὶ πρότασιν ἀληθῆ ποιεῖ, λαμβάνεται δὲ 〈καὶ〉 ἐν τῷ συμπεράσματι τῷ ψευδεῖ. τὸ γὰρ δεικνύμενον συμπέρασμα τὸ ἀδύνατον ἐξ αὐτοῦ τέ ἐστι καὶ τοῦ ἑτέρου τῶν ὅρων 〈τῶν〉 εἰλημμένων ἐν τῇ ὑποθέσει· πρὸς γὰρ τὸν ὅρον τὸν προσληφθέντα γίνεται τὸ τοῦ ψεύδους καὶ ἀδυνάτου συμπέρασμα. οὗ συμπεράσματος εἰς τὸ ἀληθὲς μεταληφθέντος καὶ ἀληθοῦς τῆς προτάσεως γενομένης, τῆς δὲ ἑτέρας οὐ τῆς ὑποτεθείσης, ἀλλὰ ἐν ᾗ ἦν ὁ προσληφθεὶς ὅρος, τῆς αὐτῆς μενούσης τε καὶ προσληφθείσης (ἦν γὰρ ἀληθής) μέσος μὲν ὅρος γίνεται τότε ὁ προσληφθεὶς ἔξωθεν,2 ὃν ἴσως καὶ διὰ τοῦτο κοινὸν εἶπεν ὡς γινόμενον κοινόν τε καὶ μέσον ἐν τῷ δεικτικῷ συλλογισμῷ· ἀμφότεραι γὰρ αἱ προτάσεις τότε γίνονται πρὸς τοῦτον συνάγουσαι ἀληθές, ὅταν γένηται δεικτικὸς ὁ συλλογισμός. ἂν γὰρ θέλοντες δεῖξαι τὸ Α τῷ Ε παντὶ ὑπάρχον τὸ ἀντικείμενον λάβωμεν τὸ τὸ Α τινὶ τῷ Ε μὴ ὑπάρχειν, εἶτα ἔξωθεν ὅρον προσλάβωμεν τὸν Ζ καὶ λάβωμεν ἀληθῆ πρότασιν τὴν τὸ Α παντὶ τῷ Ζʹ, συναχθήσεται τὸ Ζ τινὶ τῷ Ε μὴ ὑπάρχον, ὅ ἐστιν ἀδύνατον· ἦν γὰρ ἑπόμενον αὐτῷ. τοιαύτη μὲν ἡ δι’ ἀδυνάτου δεῖξις. ἂν δὴ μεταλάβωμεν τὸ συναχθὲν ἀδύνατον τὸ Ζ τινὶ τῷ Ε μὴ ὑπάρχειν εἰς ἀληθὲς ὂν τὸ τὸ Ζ παντὶ τῷ Ε καὶ ποιήσωμεν ἀληθῆ πρότασιν τὸ Ζ παντὶ τῷ Ε ὑπάρχειν τιθεῖσαν καὶ προσλάβωμεν τὴν ἑτέραν πρότασιν τῶν, δι’ ὧν ἡ εἰς ἀδύνατον ἀπαγωγὴ ἐγένετο, μὴ τὴν ὑποτεθεῖσαν, ἧς τὸ ἀντικείμενον ἐδείκνυμεν, ἀλλὰ τὴν προτέραν τὴν ἀληθῆ τὴν τὸ Α παντὶ τῷ Ζ λέγουσαν, ἔσται μὲν ὁ Ζ ὅρος ὁ ἔξωθεν προσληφθεὶς μέσος· δεικτικῶς δὲ συναχθήσεται τὸ τὸ Α παντὶ τῷ Ε, ὃ καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἐδείχθη.

「再び、もし直証的にΑがどのΕにも属さないと推論されたならば。」 彼は、直証的に証明される事柄が不可能なことを通じても証明され、その逆もまた同様であるということを、すでに先に述べている。実際、もしΒがΘと同一であることによって「ΑはどのΕにも属さない」ということが直証的に証明されているならば、それが[Εの]あるものに属すると仮定し、かつΒがそれ、すなわちΑのすべてに属するということを付け加えるならば、不可能なことへの帰着を通じても同一の事柄が証明されるであろう。なぜなら[Βは]それ[Α]の後に従っていたからである。かくして「ΒはあるΕに属する」ということになるであろうが、これは不可能である。なぜならΒはΘと同一であり、ΘはどのΕにも属していなかったからである。証明は他の課題、すなわち全称肯定命題や二つの特称命題においても同様である。しかし今や彼は、いかなる原因によって双方の推論が同じ項を通じて生じるのかということも付け加え、直証的推論と不可能なことによる推論がどのようにして同じものを通じて生じるのかを教えている。実際、不可能なことを通じて何かを証明するすべての推論において(なぜなら彼はこれらについて述べているのである)、仮定――これはわれわれが証明しようと望むものの対立命題である――に置かれた項とは別の、外から取られたある共通の項を取ることが必然であると彼は述べている。ここで彼が「共通の[項]」と言っているのは、仮定の中にある双方の項に対して中項として結合される項のことではなく、仮定の中にある一方の項と結合されて不可能な結論の証明に寄与する真なる前提を形成し、他方の項とは仮定のために生じる不可能な結論において偽なる仕方で結合される項のことである。なぜなら、不可能なことへの帰着においては、われわれがその対立命題が推論されることを証明しようと望むところの仮定において取られた項のほかに、外から第三のある項が付け加えられるからである。そしてこの項は、仮定の中にある一方の項とは真なる仕方で結合されて真なる前提を形成するが、偽なる結論の中にも取られる。実際、証明される不可能な結論は、それ〔この項〕と仮定において取られた他方の項とから成るのである。なぜなら、付け加えられた項に対して、偽および不可能な結論が生じるからである。この結論が真なるものへと変換されて前提が真となり、他方の前提――仮定された前提ではなく、付け加えられた項があった前提――が同じまま保たれて付け加えられたとき(なぜならそれは真であったからである)、そのときに外から付け加えられた項が中項となるのであり、おそらくこのために彼は、直証的推論において共通のものかつ中項となるものとして、これを「共通の[項]」と呼んだのである。実際、推論が直証的推論となるとき、双方の前提はそのときにこの項に対して結びついて真なることを推論するからである。実際、もしわれわれが「ΑはすべてのΕに属する」ということを証明しようと望んで、対立命題である「ΑはあるΕに属さない」を取り、次いで外から項Ζを付け加え、「ΑはすべてのΖに属する」という真なる前提を取るならば、「ΖはあるΕに属さない」ということが推論されるであろうが、これは不可能である。なぜなら[Ζは]それ[Ε]の後に従っていたからである。不可能なことによる証明はこのようなものである。そこで、もしわれわれが推論された不可能な命題「ΖはあるΕに属さない」を、真なる命題である「ΖはすべてのΕに属する」へと変換し、「ΖはすべてのΕに属する」と措定する真なる前提を形成し、不可能なことへの帰着が生じた前提のうちの他方の前提――われわれがその対立命題を証明していた仮定された前提ではなく、「ΑはすべてのΖに属する」と述べている真なる先行の前提――を付け加えるならば、外から付け加えられた項Ζが中項となるであろう。そして「ΑはすべてのΕに属する」ということが直証的に推論されるであろうが、これは不可能なことへの帰着を通じても証明されたことなのである。

構文注2 件
  1. 2.212κοινὸν λέγων νῦν οὐ τὸν ὡς μέσον ἀμφοτέροις τοῖς ἐν τῇ ὑποθέσει ὅροις συντιθέμενον, ἀλλὰ πρὸς μὲν τὸν ἕτερον τῶν ἐν τῇ ὑποθέσει ὅρων συντασσόμενον καὶ ποιοῦντα πρότασιν ἀληθῆ συντελοῦσαν εἰς τὴν δεῖξιν τοῦ ἀδυνάτου συμπεράσματος πρὸς δὲ τὸν ἕτερον ἐν τῷ συμπεράσματι τῷ ἀδυνάτῳ τῷ γινομένῳ διὰ τὴν ὑπόθεσιν συντασσόμενον ψευδῶς

    分詞 λέγων の目的語・補語構造。κοινόν は先行文の κοινόν τινα λαβεῖν ὅρον を受けた述語的あるいは先取り的引用であり、実質的な目的語は οὐ τὸν... συντιθέμενον, ἀλλὰ... συντασσόμενον という二つの冠詞付き分詞句の対比によって展開されている。「共通の項と言っているのは……ではなく……である」と解釈する。

  2. 2.212οὗ συμπεράσματος εἰς τὸ ἀληθὲς μεταληφθέντος καὶ ἀληθοῦς τῆς προτάσεως γενομένης, τῆς δὲ ἑτέρας οὐ τῆς ὑποτεθείσης, ἀλλὰ ἐν ᾗ ἦν ὁ προσληφθεὶς ὅρος, τῆς αὐτῆς μενούσης τε καὶ προσληφθείσης (ἦν γὰρ ἀληθής) μέσος μὲν ὅρος γίνεται τότε ὁ προσληφθεὶς ἔξωθεν

    主節 μέσος μὲν ὅρος γίνεται τότε ὁ προσληφθεὶς ἔξωθεν に対し、複数の独立属格句が重畳して前提条件を示している長大な構文。οὗ συμπεράσματος... μεταληφθέντος と ἀληθοῦς τῆς προτάσεως γενομένης、さらに τῆς δὲ ἑτέρας... τῆς αὐτῆς μενούσης τε καὶ προσληφθείσης が並列して主節の γίνεται の生起条件をなしている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:320.8-321.18