← アフロディシアスのアレクサンドロス

アリストテレス『分析論前書』第1巻注解

§314.7-314.34

極項に伴う反対項の選定と第2格への還元

アリストテレスの45a4を注解し、極項に伴う反対項を取って推論が成立する場合でも、それは反対関係そのものによるのではなく、第2格の選定方式(中項の一致)に還元されることを論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.206

" Οἷον εἰ τὸ Β καὶ τὸ Ζ ἢ ἐναντία ἢ μὴ ἐνδέχεται τῷ αὐτῷ ὑπάρχειν." Δείκνυσιν, ὅτι καὶ ὅταν ἐναντία λαβόντες τινὰ ἀλλήλοις εἶναι1 τῶν περὶ ἑκατέρου τῶν ἄκρων ἐκλελεγμένων ἢ ὅλως ἀντικείμενα δεικνύωμέν τι καὶ συλλογιζώμεθα, ὅτι καὶ τότε οὐ διὰ τὸ τὰ ἐναντία ἢ ἀντικείμενα εἰλῆφθαι ὁ συλλογισμὸς ἀλλὰ διὰ τὸ τινά, ὧν προειρήκαμεν ἡμεῖς ἐκλογῶν, ἀληθῆ εἶναι. εἰ γάρ τις λαβὼν τὸ Β (τοῦτο δ’ ἦν ἑπόμενον τῷ Α)2 ἐναντίον εἶναι τῷ Ζ, ὃ ἦν τῷ Ε ἑπόμενον, δεικνύοι, ὅτι μηδενὶ τῷ Ε τὸ Α ὑπάρχει, οὐ δι’ ἄλλο τι τοῦτο δείξει συναγόμενον ἢ δι’ ὃν ἡμεῖς εἰρήκαμεν τρόπον. εἰ γὰρ τὸ Ζ καὶ τὸ Β εἴη ἐναντία, ἀμφοτέροις, τῷ τε Ε καὶ τῷ Α, ἑπόμενα, ἀδύνατα ἂν εἴη ἀμφότερα τῷ αὐτῷ, ἢ τῷ Α ἢ τῷ Ε, ὑπάρχειν· δῆλον γὰρ ὡς τὸ Β τῷ μὲν Α παντὶ ὑπάρξει, τῷ δὲ Ε οὐκ ἂν ἐνδέχοιτο αὐτὸ ὑπάρχειν ἐναντίον γε ὂν τοῖς ἑπομένοις αὐτῷ· ταῦτα δ’ ἦν τὰ Ζ· ἀλλὰ μὴν τὰ μὴ ὑπάρχοντα τῷ Ε τὰ Θ ἦν· τὸ ἄρα Β τινὶ τῶν Θ ἔσται ταὐτόν. οὕτως γὰρ παντὶ μὲν τῷ Α τὸ Β τῷ Θ ὂν ταὐτόν, τῷ δὲ Ε οὐδενὶ τὸ Θ ὑπάρξει· οὗτος δέ ἐστιν εἷς τῆς ἐκλογῆς τῶν προειρημένων ὑφ’ ἡμῶν τρόπος. ἐπεὶ ἄν γε ληφθῇ τὸ μὲν Β παντὶ τῷ Α τὸ δὲ Ζ παντὶ τῷ Ε, ἐναντίον δὲ ᾖ τὸ Β τῷ Ζ, ἐκ τούτων οὐδὲν οἷόν τε προσεχῶς συναχθῆναι· οὐδὲ γὰρ μέσος τις ὅρος ἐν ταῖς προτάσεσιν εἴληπται. εἰ γὰρ τὸ μὲν λευκὸν χιόνι τὸ δὲ μέλαν ἐναντίον ὂν τῷ λευκῷ πίττῃ, χιὼν μὲν οὐδεμία πίττῃ, οὐ μὴν ἐκ τῶν κειμένων, ἐπειδὴ μὴ εἴληπταί τι κοινόν, ἀλλὰ τῷ τὸ Β τὸ ἑπόμενον τῷ Α ταὐτὸν εἶναι τῷ Θ, ὃ οὐχ οἷόν τε ὑπάρχειν τῷ Ε, ἢ πάλιν τὸ Ζ, ὃ ἦν ἑπόμενον τῷ Ε, ταὐτὸν εἶναι τῷ Δ, ὃ μὴ ἐνδέχεται τῷ Α. οὕτω γὰρ τὸ αὐτὸ τῷ μὲν ἑτέρῳ αὐτῶν ὑπάρξει παντὶ τῷ δὲ ἑτέρῳ οὐδενί, καὶ ἔσται συλλογισμός, καθ’ ὃν τρόπον εἰρήκαμεν, ἐν δευτέρῳ σχήματι· δεῖ γὰρ τὸ λευκὸν ταὐτόν τινι εἶναι τῶν μὴ ἐνδεχομένων πίττῃ ὑπάρχειν, ἵν’ οὕτως ᾖ συλλογισμός, ἀλλ’ οὐχ ἁπλῶς [ὡς] ἐναντίον τῷ μέλανι, ὃ ὑπάρχει τῇ πίττῃ.

「たとえば、もしΒとΖが反対であるか、あるいは同一のものに属しえない場合。」 彼は、我々が両極項の各々に関して選定されたもののうちで互いに反対であるもの、あるいは一般に対立するものを取ることによって何らかの結論を示し推論する場合でも、まさにそのとき推論が成立するのは、反対のものや対立するものが取られたことによるのではなく、我々があらかじめ述べた選定のいずれかが真であることによるのだということを示している。なぜなら、もし誰かが(Αに伴うものであったところの)Βが、(Εに伴うものであったところの)Ζに反対であると取ることによって、ΑがΕのいずれにも属さないということを示すとするならば、この人がこの結論が導かれることを示すのは、我々が述べた仕方を通じて以外の理由によるのではないからである。なぜなら、もしΖとΒが反対であり、ΕとΑの双方に伴うとするなら、双方が同一のものに、すなわちΑあるいはΕに属することは不可能であろう。なぜなら、ΒはΑのすべてに属するが、Εには、それに伴うもの――これらはΖであった――に対して反対である以上、属しえないということは明らかだからである。しかしながら、Εに属さないものはΘであった。したがってΒはΘのいずれかと同一であろう。なぜなら、このようにしてΒは、Θと同一でありつつΑのすべてに属し、他方でΘ[=Β]はΕのいずれにも属さないことになろうからである。そしてこれこそが、我々によってあらかじめ述べられた選定の諸方式の一つなのである。というのも、もしΒがΑのすべてに、ΖがΕのすべてに[属すると]取られ、ΒがΖに対して反対であるとするならば、これらから直接に何かが結論されることは不可能だからである。なぜなら前提の中に何ら中項が取られていないからである。なぜなら、もし白が雪に属し、白に反対である黒が瀝青に属するとしても、いかなる雪も瀝青に属さないが、提示された前提から[結論される]のではなく(いかなる共通項も取られていないからである)、むしろΑに伴うΒが、Εに属しえないところのΘと同一であることによって、あるいは逆に、Εに伴うものであったΖが、Αに属しえないところのΔと同一であることによって[結論される]のである。なぜなら、このようにして同一のものがそれらの一方のすべてに属し、他方のいずれにも属さないことになり、我々が述べた仕方において、第2格において推論が成立するであろうからである。というのも、このようにして推論が成立するためには、白は瀝青に属しえないもののいずれかと同一でなければならず、瀝青に属している黒に対して単に反対であることによるのではないからである。

構文注2 件
  1. 2.206Δείκνυσιν, ὅτι καὶ ὅταν ἐναντία λαβόντες τινὰ ἀλλήλοις εἶναι τῶν περὶ ἑκατέρου τῶν ἄκρων ἐκλελεγμένων ἢ ὅλως ἀντικείμενα δεικνύωμέν τι καὶ συλλογιζώμεθα, ὅτι καὶ τότε οὐ διὰ τὸ τὰ ἐναντία ἢ ἀντικείμενα εἰλῆφθαι ὁ συλλογισμὸς ἀλλὰ διὰ τὸ τινά, ὧν προειρήκαμεν ἡμεῖς ἐκλογῶν, ἀληθῆ εἶναι.

    主動詞 Δείκνυσιν の目的語を導く ὅτι が、挿入された条件時間節(καὶ ὅταν ... συλλογιζώμεθα)を挟んで、主節相当の骨格(ὅτι καὶ τότε οὐ διὰ τὸ ...)の直前で反復(先取り構文・重複)されている。後半の διὰ τὸ τινά, ὧν προειρήκαμεν ἡμεῖς ἐκλογῶν, ἀληθῆ εἶναι において、ὧν は先行詞 ἐκλογῶν(属格牽引または関係節内の名詞同伴)と結びついており、意味上は「我々があらかじめ述べた選定(ἐκλογαί)のうちのいくつかが真であることによって」を表す。

  2. 2.206οὐ μὴν ἐκ τῶν κειμένων, ἐπειδὴ μὴ εἴληπταί τι κοινόν, ἀλλὰ τῷ τὸ Β τὸ ἑπόμενον τῷ Α ταὐτὸν εἶναι τῷ Θ, ὃ οὐχ οἷόν τε ὑπάρχειν τῷ Ε, ἢ πάλιν τὸ Ζ, ὃ ἦν ἑπόμενον τῷ Ε, ταὐτὸν εἶναι τῷ Δ, ὃ μὴ ἐνδέχεται τῷ Α.

    文頭の否定句 οὐ μὴν ἐκ τῶν κειμένων では主述関係(「提示された前提から結論されるのではない」)が省略されており、後続の ἀλλὰ τῷ ... ταὐτὸν εἶναι は原因・理由を表す冠詞付き与格不定詞句で、前置詞句 ἐκ τῶν κειμένων に対比されている(「前提からではなく、むしろ同一であることによって」)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:314.7-314.34