← アフロディシアスのアレクサンドロス

アリストテレス『分析論前書』第1巻注解

§263.13-264.26

仮定推論における付加前提と定言推論による証明

アレクサンドロスは、仮言・分離・連言否定などの仮定推論において証明を要する前提(付加前提)はすべて定言推論によって証明されることを論じ、古代のペリパトス派による「代入」と後代(ストア派)の「付加前提」の厳密な概念的相違を明確化している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.160#2

λείπεται δὲ τὸ προσλαμβανόμενον ἀμφιδοξούμενον εἶναι, ὥς φησι Θεόφραστος, καὶ δεόμενον δείξεως.1 ὁ δὴ συλλογισμὸς τοῦ τοῦτο οὕτως ἔχειν ἔσται κατηγορικός τε καὶ δεικτικός, ὥστε καὶ ἐν τοῖς ὑποθετικοῖς τοῖς ἐκ τροπικοῦ συνημμένου συλλογισμοῖς τὸ μὲν κατασκευαζόμενον καὶ δεόμενον δείξεως διὰ κατηγορικοῦ δείκνυται συλλογισμοῦ, τὸ δ’ ἐξ ἀρχῆς προκείμενον δείκνυται οὐ διὰ συλλογισμοῦ ἀλλὰ διὰ τῆς ὑποθέσεως τῆς ὑποτεθείσης· ἦν δὲ αὕτη τοῦ συνημμένου. οὐδὲ γὰρ οἷόν τε τὸ μὴ γνώριμον δειχθῆναι, ὅτι τόδε τί ἐστιν ἢ τοιόνδε, ἢ ὅλως κατασκευασθῆναί τι καὶ τεθῆναι κυρίως, εἰ μὴ διὰ κατηγορικοῦ συλλογισμοῦ. κἂν τὸ συνεχὲς δείξεως δέηται συλλογιστικῆς, κἀκεῖνο διὰ κατηγορικοῦ δειχθήσεται συλλογισμοῦ· εἰ γὰρ εἴη ζητούμενον, διὰ τί, εἰ ἡ ἀρετὴ ἐπιστήμη, διδακτή, ληφθείσης καθόλου προτάσεως τῆς ‘πᾶσα ἐπιστήμη διδακτόν, ἡ δ’ ἀρετὴ ἐπιστήμη’ γίνεται κατηγορικὸς συλλογισμός. Διαφέρειν δὲ δοκεῖ κατὰ τοὺς ἀρχαίους τὸ μεταλαμβανόμενον τοῦ προσλαμβανομένου. ἐφ’ ὧν μὲν γὰρ ἐν τοῖς εἰλημμένοις ἔγκειταί τε καὶ ἔστι τὸ λαμβανόμενον, οὐ μὴν οὕτως οὐδὲ τοιοῦτον, οἷον λαμβάνεται, ἐπὶ τούτων τὸ λαμβανόμενον μεταλαμβανόμενόν ἐστιν·2 οὐ γὰρ ἔξωθεν προστίθεται, ἀλλὰ κείμενον ἄλλως μεταλαμβάνεται εἰς ἄλλο. ἐν γὰρ τῷ ‘εἰ ἡμέρα ἐστί, φῶς ἐστι’ τὸ ‘[εἰ] ἡμέρα ἐστίν’, ὃ προσλαμβανόμενον οἱ νεώτεροι λέγουσιν, ἔγκειται μέν, οὐ μὴν τοιοῦτον, ὁποῖον λαμβάνεται· τίθεται μὲν γὰρ ἐν τῷ συνημμένῳ ἐν ὑποθέσει τε καὶ ἀκολουθίᾳ, λαμβάνεται δὲ ὡς ὑπάρχον. ἐπὶ δὲ τούτων καὶ τῶν τοιούτων μετάληψιν γίνεσθαι λέγουσιν· τὸ γὰρ κείμενον οὐχ ὡς κεῖται λαμβανόμενον μεταλαμβανόμενον γίνεται· κείμενον γὰρ ἐν σχέσει καὶ ἀκολουθίᾳ καὶ ὑποθέσει μεταλαμβάνεται εἰς ὕπαρξιν. προσλαμβανόμενον δὲ λέγουσιν, ἐφ’ ὧν τοῖς κειμένοις ἔξωθέν τι προστίθεται δυνάμει πως ἐν αὐτοῖς περιεχόμενον οὐ μὴν ἐνεργείᾳ, ὡς ἔχει ἐπὶ τῶν κατὰ πρόσληψιν γινομένων συλλογισμῶν· ἐν γὰρ τῷ ‘καθ’ οὗ τὸ Β, κατ’ ἐκείνου τὸ Α, κατὰ δὲ τοῦ Γ τὸ Β’, ἔξωθεν τὸ ‘κατὰ δὲ τοῦ Γ τὸ Β’ προσείληπται· οὐ γὰρ ἔκειτο ἐνεργείᾳ ἐν τῇ προτάσει τῇ ‘καθ’ οὗ τὸ Β, κατ’ ἐκείνου τὸ Α’ τὸ κατὰ τοῦ Γ τὸ Β λέγεσθαι. χρῶνται μέντοι καὶ τῇ προσλήψει ἀντὶ τῆς μεταλήψεως. Ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ διαιρετικοῦ ‘ἤτοι τόδε ἢ τόδε’, ὃ καὶ αὐτὸ ἐκ τροπικοῦ καὶ τῆς προσλήψεως λέγουσιν· ὁποῖον γὰρ ἂν αὐτῶν λαμβάνηται δείξεως δεόμενον, δεῖται κατηγορικοῦ πρὸς τὸ δειχθῆναι [διὰ] συλλογισμοῦ. οἷον εἰ ληφθείη διαιρετικὸν τὸ ‘ἤτοι σῶμά ἐστιν ἡ ψυχὴ ἢ ἀσώματος’, εἶτα κατασκευάζοιτο, ὅτι οὐ σῶμα (οὕτως γὰρ ἂν προσληφθείη τὸ ‘ἀλλὰ μὴν οὐ σῶμα, ἀσώματος ἄρα’), ἀνάγκη καὶ αὐτὸ δειχθῆναι διὰ κατηγορικοῦ συλλογισμοῦ· οἷον πᾶν σῶμα ἢ στοιχεῖον ἢ ἐκ στοιχείων· ἡ δὲ ψυχὴ οὔτε στοιχεῖον οὔτε ἐκ στοιχείων· ἡ ψυχὴ ἄρα οὐ σῶμα. ἀλλὰ καὶ ἐπὶ τοῦ ἐξ ἀποφατικῆς συμπλοκῆς, εἴ γε καὶ αὐτὸς ἄλλος τῶν προκειμένων τρόπων καὶ μὴ ὁ αὐτὸς τῷ διὰ συνημμένου τοῦ ἀρχομένου ἀπὸ καταφατικοῦ καὶ λήγοντος εἰς ἀποφατικόν,3 οἷόν ἐστιν τὸ ‘εἰ τὸ Α, οὐ τὸ Β’· καὶ γὰρ ἐν τούτοις, εἰ εἴη τὸ μεταλαμβανόμενον δείξεως δεόμενον, διὰ κατηγορικοῦ δειχθήσεται συλλογισμοῦ· οἷον οὐχὶ καὶ τὸ ἡδέως ζῆν τέλος καὶ ἡ ἀρετὴ δι’ αὑτὴν αἱρετή· ἀλλὰ μὴν ἡ ἀρετὴ δι’ αὑτὴν αἱρετή· οὐκ ἄρα τὸ ἡδέως ζῆν τέλος. τὸ γὰρ μεταληφθὲν τὸ ‘ἡ ἀρετὴ δι’ αὑτὴν αἱρετή’ διὰ κατηγορικοῦ δείκνυται συλλογισμοῦ· οἷον ἀφ’ ἧς ἕξεως αὐτό τε τὸ ἔχον αὑτὴν ἄριστα ἔχει καὶ κάλλιστα τὸ ἴδιον ἔργον ἐπιτελεῖ, αὕτη δι’ αὑτήν ἐστιν αἱρετή· ἀπὸ δὲ τῆς ἀρετῆς ἕξεως οὔσης αὐτό τε τὸ ἔχον αὑτὴν ἄριστα ἔχει καὶ κάλλιστα τὸ ἴδιον ἔργον ἐπιτελεῖ· ἡ ἀρετὴ ἄρα δι’ αὑτήν ἐστιν αἱρετή.

そして、テオプラストスが言うように、付加されるものが疑わしいものであり証明を要するものであるということが残る。このことがそのようにあることの推論は、定言的かつ直接的であろう。したがって、結合条件前提からの仮定推論においても、確立されるべきもので証明を要するものは定言推論を通じて示され、他方で最初から課題とされていたものは、推論を通じてではなく、仮定された仮定を通じて示される。そしてこの[仮定]は結合命題のものであった。なぜなら、周知でないものが、これが何であるか、あるいはいかなる性質のものであるかを示されること、あるいは何かが本義において一般に確立され定立されることは、定言推論を通じるのでなければ不可能だからである。たとえ連続命題が推論的証明を要するとしても、それもまた定言推論を通じて示されるであろう。なぜなら、「徳が知識であるならば、なぜ[徳は]教えられるものなのか」ということが探究されているとすれば、「すべての知識は教えられるものであるが、徳は知識である」という全称前提を取ることによって、定言推論が生じるからである。他方で、古代の者たちによれば、代入されるものと付加されるものとは異なると考えられる。すなわち、取られた前提の中に取られるものが内在し現に存在するが、取られる通りの仕方でもそのような性質でもない場合、これらにおいては取られるものが代入されるものである。なぜなら、それは外部から付加されるのではなく、別の仕方で置かれていたものが別のものへと代入されるからである。実際、「昼であるならば、光がある」において、後代の者たちが付加されるものと呼ぶ「昼である」は、現に含まれてはいるものの、取られる通りの性質ではない。なぜなら、結合命題の中では仮定と帰結関係において置かれているが、取られるさいには存在する[事実]として取られるからである。そして、これらやこれに類するものについて、彼らは代入が生じると述べている。なぜなら、置かれたものが置かれている通りの仕方で取られるのではないとき、代入されるものとなるからである。関係と帰結と仮定において置かれていたものが、存在へと代入されるのである。これに対し、置かれた前提に、力能としてはそれらに何らかの仕方で含まれているものの現実活動としては[含まれて]いない何らかのものが外部から付加される場合を、彼らは付加されるものと呼んでいる。付加前提によって生じる推論においてそのようであるように。実際、「それについてBが言われるもの、それについてAが言われ、CについてBが言われる」において、「CについてBが言われる」は外部から付加されたのである。「それについてBが言われるもの、それについてAが言われる」という前提の中に、CについてBが言われるということが現実活動として置かれていたわけではないからである。もっとも、彼らは代入の代わりに付加という語をも用いている。同じ議論は、「これか、あるいはこれか」という分離命題についても成り立つ。そして彼らは、これ自体も条件前提と付加前提とから成ると述べている。なぜなら、それらのうち証明を要するものとして取られるものがいずれであれ、示されるために定言推論を必要とするからである。たとえば、「魂は物体であるか、あるいは非物体である」という分離命題が取られ、次いで[魂が]物体ではないということが確立されるならば(そのようにして「しかるに物体ではない、したがって非物体である」が付加されるであろうから)、これ自体も定言推論を通じて示されることが必然である。たとえば、「すべての物体は元素であるか元素から成るかのいずれかである。魂は元素でも元素から成るものでもない。したがって魂は物体ではない」。しかし連言否定による[推論]についても同様である。もしそれ自身もまた、提示された諸形式とは別のものであって、肯定から始まって否定へと終わる結合命題――たとえば「Aであるならば、Bではない」のような――を通じたものと同一ではないとすれば。実際、これらにおいても、代入されるものが証明を要するものであるならば、定言推論を通じて示されるであろう。たとえば、「快く生きることが目的であり、かつ徳がそれ自体のゆえに選ばれるべきものである、ということはない。しかるに徳はそれ自体のゆえに選ばれるべきものである。したがって、快く生きることは目的ではない」。「徳はそれ自体のゆえに選ばれるべきものである」という代入されたものは、定言推論を通じて示されるからである。たとえば、「いかなる性向によって、それを持つ当のものが最善の状態にあり、自らの固有の機能を最も立派に果たすか、そのような性向はそれ自体のゆえに選ばれるべきものである。徳という性向によって、それを持つ当のものが最善の状態にあり、自らの固有の機能を最も立派に果たす。したがって徳はそれ自体のゆえに選ばれるべきものである」。

構文注3 件
  1. 2.160λείπεται δὲ τὸ προσλαμβανόμενον ἀμφιδοξούμενον εἶναι, ὥς φησι Θεόφραστος, καὶ δεόμενον δείξεως

    非人称動詞 λείπεται に主語として対格不定詞句 τὸ προσλαμβανόμενον ἀμφιδοξούμενον εἶναι ... καὶ δεόμενον が後続する構文。「〜ということが残る/〜という帰結になる」の意。

  2. 2.160ἐφ’ ὧν μὲν γὰρ ἐν τοῖς εἰλημμένοις ἔγκειταί τε καὶ ἔστι τὸ λαμβανόμενον, οὐ μὴν οὕτως οὐδὲ τοιοῦτον, οἷον λαμβάνεται, ἐπὶ τούτων τὸ λαμβανόμενον μεταλαμβανόμενόν ἐστιν

    関係詞節 ἐφ' ὧν ... が主節の ἐπὶ τούτων と呼応する相関構造。関係節内では τὸ λαμβανόμενον(取られるもの)が主語であり、ἔγκειταί τε καὶ ἔστι(内在し現に存在する)に係り、οὐ μὴν οὕτως οὐδὲ τοιοῦτον[ἐστιν], οἷον λαμβάνεται がそれに制限を加えている。

  3. 2.160ἀλλὰ καὶ ἐπὶ τοῦ ἐξ ἀποφατικῆς συμπλοκῆς, εἴ γε καὶ αὐτὸς ἄλλος τῶν προκειμένων τρόπων καὶ μὴ ὁ αὐτὸς τῷ διὰ συνημμένου τοῦ ἀρχομένου ἀπὸ καταφατικοῦ καὶ λήγοντος εἰς ἀποφατικόν

    文頭の述語動詞(前の文の ὁ δ' αὐτὸς λόγος ἐστίν または δεῖται)が省略された文。条件節内の ἄλλος は比較・区別の属格(τῶν προκειμένων τρόπων)を取り、他方で ὁ αὐτός は同等関係を表す与格(τῷ διὰ συνημμένου...)を取っている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:263.13-264.26