- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:246.11-247.29
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アレクサンドロスは、第3格における事実前提と可能前提の混合について、小前提が全称否定である場合や両前提が全称否定である場合の読み替えによる推論の成立条件を検討し、次いで部分前提を含む組の推論性と帰謬法による証明を論じている。
" Εἰ δὲ τὸ στερητικὸν τεθείη πρὸς τὸ ἔλαττον ἄκρον, ἢ καὶ ἄμφω ληφθείη στερητικά." Αὐτὸς μὲν ἁπλῶς λέγει τῆς ἐλάττονος καθόλου ἀποφατικῆς τεθείσης διὰ μὲν τῶν κειμένων μὴ ἔσεσθαι, μεταληφθείσης δὲ τῆς στερητικῆς εἰς τὴν καταφατικήν.1 δεῖ δὲ προσυπακούειν ἐπὶ τῆς ἐλάττονος στερητικῆς τὸ ‘ἐνδεχομένης’· οὕτω γὰρ δυνήσεται μεταληφθῆναι ἡ ἀποφατικὴ εἰς τὴν καταφατικήν, εἰ ἐνδεχομένη εἴη. ὑπαρχούσης γὰρ οὔσης ἀποφατικῆς αὐτῆς οὔτε μετάληψις ἔτι δύναται γενέσθαι, οὔτε συλλογιστικὴ συζυγία τοῦ προκειμένου γίνεται, ἐκτὸς εἰ μὴ τηρήσαντες τὴν ἐλάττονα ἀποφατικὴν ὑπάρχουσαν τὴν Β Γ ἀντιστρέψαιμεν τὴν καταφατικὴν ἐνδεχομένην τὴν Α Γ. ἔσται γὰρ τὸ Β τῷ Γ οὐδενὶ ὑπάρχον, τὸ Γ τῷ μὲν Α τινὶ ἐνδεχόμενον, καὶ συμπέρασμα τὸ Β τῷ Α τινὶ ἐνδεχόμενον μὴ ὑπάρχειν· ὃ εἰ, ὡς νῦν φησι, τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου ἐστίν, ἀντιστρέφει, καὶ τὸ Α τινὶ τῷ Β ἐνδέχεται μὴ ὑπάρχειν. ὥστε συναχθήσεται καὶ μηδεμιᾶς γενομένης μεταλήψεως ὄντος τούτου τοῦ συμπεράσματος. πάλιν εἰ ἀμφότεραι εἶεν καθόλου ἀποφατικαί, ἡ μὲν ὑπάρχουσα ἡ δὲ ἐνδεχομένη, ἐκ μὲν τῶν κειμένων οὐδὲν συναχθήσεται, μεταληφθείσης δὲ τῆς ἐνδεχομένης ἀποφατικῆς εἰς τὴν καταφατικὴν καὶ ἀντιστραφείσης συλλογιστικὴ γίνεται ἡ συζυγία. εἰ μὲν οὖν ἡ ἐλάττων εἴη ἐνδεχομένη ἀποφατική, φανερὰ ἥ τε μετάληψις καὶ ἡ δεῖξις. εἰ δὲ ἡ μείζων εἴη ἐνδεχομένη, οὐκ ἔσται συλλογιστικὴ ἡ συζυγία τῆς ἐλάττονος ἀποφατικῆς οὔσης ὑπαρχούσης καθόλου. ἢ δεήσει τὴν μείζονα μεταλαβόντας, ἐπεί ἐστιν ἐνδεχομένη ἀποφατική, εἰς τὴν καταφατικὴν ἐνδεχομένην ἀντιστρέψαι τε καὶ ἐλάττονα ποιῆσαι, εἶτα τὸ συμπέρασμα πάλιν ἀντιστρέψαι καὶ αὐτό, εἰ ἔστι τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου, ὡς νῦν λέγει. Εἰ δ’ ἡ μὲν καθόλου τῶν προτάσεων ἡ δ’ ἐν μέρει, εἴτε ἀμφότεραι εἶεν καταφατικαί, εἴτε ἡ μὲν ἑτέρα καταφατικὴ ἡ ἐπὶ μέρους ἡ δὲ ἑτέρα ἀποφατικὴ 〈ἡ〉 καθόλου, ὁποτέρα ἂν αὐτῶν ᾖ ὑπάρχουσα, συλλογιστικὴ ἡ συζυγία· τῆς γὰρ καταφατικῆς ἐπὶ μέρους, εἴτε ἐνδεχομένη εἴη εἴτε ὑπάρχουσα, ἀντιστραφείσης γίνεται διὰ τοῦ πρώτου σχήματος συζυγία συλλογιστική. τὸ δὲ ὁ αὐτὸς τρόπος ἔσται τῶν συλλογισμῶν δηλωτικόν ἐστι τοῦ δι’ ἀντιστροφῆς ἔσεσθαι τὴν δεῖξιν. ἐπεσημήνατο δὲ πάλιν, ὅτι τὸ συμπέρασμα ἐνδεχόμενον ἔσται, ὡς ἐν πρώτῳ σχήματι αἰεὶ ἐν τῇ ἐξ ὑπαρχούσης καὶ ἐνδεχομένης μίξει τοιούτου γινομένου τοῦ συμπεράσματος. Εἰ δὲ εἴη ἡ μὲν ἐλάττων καταφατικὴ καθόλου ἡ δὲ μείζων ἀποφατικὴ ἐν μέρει, συλλογιστικὴν μέν φησιν ἔσεσθαι τὴν συζυγίαν, οὐ μὴν δι’ ἀντιστροφῆς δειχθήσεται ἀναχθείσης αὐτῆς εἰς τὸ πρῶτον σχῆμα, ἀλλὰ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. κείσθω γὰρ τὸ μὲν Β παντὶ ὑπάρχειν τῷ Γ, τὸ δὲ Α ἐνδεχέσθω τινὶ τῷ Γ μὴ ὑπάρχειν· τὸ δὴ Α ἐνδέξεται τινὶ τῷ Β μὴ ὑπάρχειν. εἰ γὰρ μή, τὸ ἀντικείμενον ἐξ ἀνάγκης αὐτῷ παντί·2 ἀλλὰ καὶ τὸ Β παντὶ τῷ Γ ὑπάρχει· τὸ ἄρα Α παντὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρξει. γίνεται γὰρ ἡ συζυγία ἐν πρώτῳ σχήματι ἐξ ἀναγκαίας καθόλου καταφατικῆς τῆς μείζονος καὶ ὑπαρχούσης καθόλου καταφατικῆς τῆς ἐλάττονος, ἐφ’ ἧς ἔδειξε καθόλου καταφατικὸν ἀναγκαῖον γινόμενον τὸ συμπέρασμα. ἀδύνατον δὲ τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης· ἔκειτο γὰρ ἐνδέχεσθαι αὐτῷ τινὶ μὴ ὑπάρχειν. πῶς δὲ οὐχ οἷόν τε ἔσται καὶ διὰ τῆς ἀντιστροφῆς τὴν τοιαύτην συμπλοκὴν δεικνύναι συλλογιστικὴν κατ’ αὐτόν, εἴ γε ἡ ἐπὶ μέρους ἀποφατικὴ ἐνδεχομένη ἀντιστρέφει αὑτῇ, ζητήσαι τις ἄν·3 εἰ γὰρ τὸ Α τῷ Γ ἐνδέχεται τινὶ μή, καὶ τὸ Γ τῷ Α ἐνδέξεται τινὶ μή. μᾶλλον δὲ μεταλαβόντας ἔνεστιν εἰς τὸ καταφατικὸν τὸ ἀποφατικὸν ἐπὶ μέρους ἐνδεχόμενον (οὕτως γὰρ ἔσται συλλογιστικὴ ἡ συμπλοκὴ) ἀντιστρέψαι αὐτό, καὶ ἔσται τὸ Γ τῷ Α ἐνδεχόμενον τινί· κεῖται δὲ τὸ Β τῷ Γ παντὶ ὑπάρχειν· γίνεται τὸ Β τῷ Α τινὶ ἐνδεχόμενον. εἰ δὲ τοῦτο, καὶ τὸ Α τινὶ τῷ Β ἐνδέχεται· ἀντιστρέφει γὰρ καὶ τὸ ἐνδεχόμενον ἐπὶ μέρους τό τε καταφατικὸν καὶ ἀποφατικόν.
「しかし、否定前提が小項に対して置かれるか、あるいは両前提とも否定として取られるならば……」 彼自身は単に、小前提が全称否定として置かれた場合には、置かれた前提のままでは[推論は]成立せず、否定前提が肯定前提へと読み替えられたときには[成立する]、と述べている。しかし、小前提の否定に関して「可能である」という語を補って理解しなければならない。なぜなら、それが可能前提である場合にのみ、否定前提は肯定前提へと読み替えられうるからである。事実否定であるならば、もはや読み替えが生じることもできず、提起された事柄の推論的な組が生じることもない。ただし、事実否定の小前提ΒΓを保持したまま、肯定可能前提ΑΓを換位する場合は別である。というのも、ΒはいかなるΓにも属さず、ΓはあるΑに可能であり、結論としてΒはあるΑに属さないことが可能である、となるからである。この[結論]は、彼が今述べているように定義に適った可能のものであるならば換位し、ΑはあるΒに属さないことが可能である、となる。したがって、この結論が存在することにより、いかなる読み替えも生じることなしに[結論が]導出されるであろう。他方、両前提が全称否定であり、一方が事実前提、他方が可能前提である場合、置かれた前提のままでは何も導出されないが、可能否定前提が肯定へと読み替えられて換位されたとき、その組は推論的なものとなる。したがって、小前提が可能否定であるならば、読み替えも証明も明白である。しかし大前提が可能前提であるならば、小前提が全称事実否定であるときには組は推論的ではないであろう。あるいは、大前提が可能否定である以上、それを肯定可能前提へと読み替えたうえで換位して小前提とし、次いで結論自身も、彼が今述べているように定義に適った可能のものであるならば、再び換位することが必要になるであろう。また、前提の一方が全称で他方が部分である場合、両方が肯定であれ、一方が肯定の部分で他方が否定の全称であれ、それらのうちどちらが事実前提であっても、その組は推論的である。なぜなら、部分肯定前提が、可能であれ事実であれ、換位されることによって第1格を通じて推論的な組が生じるからである。そして、「推論の仕方は同一であろう」という句は、証明が換位を通じてなされることを示している。そして彼は、第1格において事実前提と可能前提の混合から常にそのような結論が生じるように、結論は可能のものとなるであろうと再び注意を促した。一方、小前提が全称肯定で大前提が部分否定である場合、彼はその組が推論的になるであろうと述べるが、それは第1格へ還元されて換位を通じて証明されるのではなく、不可能への帰謬法を通じて証明されるであろう。なぜなら、ΒはすべてのΓに属すると置かれ、ΑはあるΓに属さないことが可能であるとせよ。するとΑはあるΒに属さないことが可能となるであろう。もしそうでないなら、その反対の事柄、すなわち必然的にすべてのそれに[属する]ということになる。だがΒもすべてのΓに属している。それゆえΑはすべてのΓに必然的に属するであろう。なぜなら、第1格において大前提が必然全称肯定で小前提が事実全称肯定である組が生じ、この組において彼は全称肯定必然の結論が生じることを示したからである。しかしΑがすべてのΓに必然的に[属する]ことは不可能である。なぜなら、あるそれに属さないことが可能であると置かれていたからである。だが、もし部分否定可能前提がそれ自身へと換位するならば、彼に従っても、なぜこのような結合が換位を通じても推論的であると示されえないのか、と誰かが問うかもしれない。なぜなら、ΑがあるΓに属さないことが可能であるならば、ΓもあるΑに属さないことが可能であろうからである。むしろ、部分否定可能前提を肯定へと読み替えたうえで(そうすれば結合は推論的になるからである)、それを換位することが可能であり、ΓはあるΑに可能となり、ΒはすべてのΓに属すると置かれており、ΒはあるΑに可能となる。そしてこれ[が成り立つ]ならば、ΑもあるΒに可能である。部分可能前提は肯定も否定も換位するからである。
- 2.152διὰ μὲν τῶν κειμένων μὴ ἔσεσθαι, μεταληφθείσης δὲ τῆς στερητικῆς εἰς τὴν καταφατικήν
対比される二つの節のうち、前節の ἔσεσθαι には主語として「推論が(συλλογισμόν)」が補われ、後節の μεταληφθείσης... の後には前節と反対の肯定内容である「推論が成立する(ἔσεσθαι συλλογισμόν)」が省略されている。
- 2.152εἰ γὰρ μή, τὸ ἀντικείμενον ἐξ ἀνάγκης αὐτῷ παντί
帰謬法の仮定を導入する慣用句 εἰ γὰρ μή(「もしそうでなければ」)に続く文で、述語動詞(κείσθω または ὑπάρχει)が省略されている。構造としては「その反対の事柄、すなわち[Αが]必然的にすべてのそれに[属するという命題が成り立つ]」と補って読解する。
- 2.152πῶς δὲ οὐχ οἷόν τε ἔσται καὶ διὰ τῆς ἀντιστροφῆς τὴν τοιαύτην συμπλοκὴν δεικνύναι συλλογιστικὴν κατ’ αὐτόν, εἴ γε ἡ ἐπὶ μέρους ἀποφατικὴ ἐνδεχομένη ἀντιστρέφει αὑτῇ, ζητήσαι τις ἄν
疑問節 πῶς δὲ οὐχ οἷόν τε ἔσται... が文頭に前置され、それを統括する主節の動詞句 ζητήσαι τις ἄν(「誰かが問うかもしれない」)が文末に置かれる倒置構文である。疑問節の内部には条件文 εἴ γε... が埋め込まれている。
