← アフロディシアスのアレクサンドロス

アリストテレス『分析論前書』第1巻注解

§217.29-219.24

第2格における可能命題同士の推論不成立

アリストテレスの36b26について、第2格では可能命題同士の組み合わせから推論が成立しない理由を、可能否定命題の肯定への相換と換位の不可能性から論じ、次いで混交前提における成立条件および第1格の混交が先行して論じられた順序の必然性を解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.129

" Ἐν δὲ τῷ δευτέρῳ σχήματι ὅταν μὲν ἐνδεχόμεναι λαμβάνωνται ἀμφότεραι αἱ προτάσεις, οὐδεὶς ἔσται συλλογισμός." Μετελήλυθε μὲν ἐπὶ τὸ δεύτερον σχῆμα εἰπὼν περὶ πασῶν τῶν ἐν τῷ πρώτῳ σχήματι μίξεων, λέγει δὲ ἐν τούτῳ τῷ σχήματι ἐκ δύο ἐνδεχομένων μὴ γίνεσθαι συλλογισμόν, μήτ’ ἂν καταφατικαὶ μήτ’ ἂν ἀποφατικαὶ ληφθῶσι, μήτ’ ἂν ἡ μὲν καταφατικὴ ἡ δὲ ἀποφατική, μήτ’ ἂν ἀμφότεραι καθόλου ὦσι, μήτ’ ἂν ἡ ἑτέρα ἐπὶ μέρους. τὸ δ’ αἴτιον, ὅτι ἐν δευτέρῳ σχήματι ἐδείχθη ἀδύνατον ὂν ἐκ δύο καταφατικῶν προτάσεων γίνεσθαι συλλογισμόν. διὸ οὐδὲ ἐξ ἀμφοτέρων ἐνδεχομένων· κἂν γὰρ ἀποφατικαὶ ληφθῶσι, τῷ ἀντιστρέφειν ταῖς ἀποφατικαῖς τὰς καταφατικὰς ἐνδεχομένας1 ἴσον δυνήσονται ταῖς καταφατικαῖς. ἐπιζητήσαι δ’ ἄν τις, διὰ τί ἡ μὲν ἐνδεχομένη ἀποφατικὴ ἴσον δυναμένη τῇ ἐνδεχομένῃ καταφατικῇ καὶ ἀντιστρέφουσα αὐτῇ, ὅταν ληφθῇ εἰς τὴν καταφατικὴν ἐκείνην μεταλαμβανομένη, τὴν ἐκείνης χρείαν παρέχεται πρὸς τὸ συλλογιστικὴν ἢ ἀσυλλόγιστον, ὡς νῦν, ποιεῖν τὴν συμπλοκήν, οὐκέτι δὲ ἡ καταφατικὴ εἰς ἐκείνην μεταλαμβάνεται οὐδὲ ποιεῖ ἀσυλλογίστους τὰς συμπλοκὰς τὰς δεομένας αὐτῆς καταφατικῆς εἰς τὸ συλλογιστικόν. ἐλέγετο πρῶτον μέν, ὅτι ἄτοπον τῆς καταφατικῆς συλλογιστικὴν ποιούσης συμπλοκὴν μεταλαμβάνειν αὐτὴν ζητεῖν, εἰς ἣν μεταληφθεῖσα οὐ ποιήσει τὴν συμπλοκὴν ἔτι συλλογιστικήν. ἐπὶ δὲ τῆς ἀποφατικῆς εὐλόγως ἡ μετάληψις, ὅτι ἐδεῖτο βοηθείας πρὸς τὸ εἶναι συλλογιστική. τοῦτο γὰρ ποιοῦμεν καὶ ἐπὶ τῶν ἀντιστροφῶν τῶν προτάσεων· ἐπὶ γὰρ τούτων ταῖς ἀντιστροφαῖς χρώμεθα, ἐφ’ ὧν δείκνυται δι’ ἀντιστροφῆς τὸ συλλογιστικὸν τῶν συζυγιῶν, οὐκέτ’ ἀντιστρέφοντες ταύτας τὰς προτάσεις, αἳ ἀντιστραφεῖσαι οὐκ ἔσονται συλλογιστικαί. ἔτι δὲ ἡ ἐνδεχομένη ἀποφατικὴ οὔτε ἁπλῶς ἐστιν ἀποφατική, ἐπεὶ μὴ τῷ τρόπῳ τὸ ἀποφατικὸν πρόσκειται,2 οὔτε ὡς ἐνδεχομένη· ὃ γὰρ ἀποφάσκει, τὸ αὐτὸ καὶ καταφάσκει δυνάμει· τοῦτο γὰρ σημαίνει τὸ ἐνδέχεσθαι μὴ ὑπάρχειν τὸ καὶ ἐνδέχεσθαι ὑπάρχειν. οὐδ’ ὅλως οὖν ἐστιν ἀπόφασις. οὖσα δὲ κατάφασις, ἐπεὶ οὕτως λεγομένη ἀποφατικὸν τὸ σχῆμα ἔχει, ὡς εἰς φανερωτέραν καὶ ὁμολογουμένην κατάφασιν ἐκείνην μεταλαμβάνεται. διά τε οὖν τοῦτο ἐν δευτέρῳ σχήματι οὐδεὶς γίνεται συλλογισμὸς ἐξ ἐνδεχομένων δύο, καὶ ὅτι δι’ ἀντιστροφῆς μὲν τῆς καθόλου ἀποφατικῆς προτάσεως οἱ πλεῖστοι τῶν ἐν τούτῳ τῷ σχήματι συνάγοντες ἐδείκνυντο· εἷς γὰρ μόνος αὐτῶν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· δείξει δέ, ὅτι ἡ ἐνδεχομένη ἀποφατικὴ οὐκ ἀντιστρέφει ἑαυτῇ. Κἂν μικταὶ δὲ ὦσιν αἱ συζυγίαι ἐξ ὑπαρχούσης καὶ ἐνδεχομένης ἢ ἀναγκαίας καὶ ἐνδεχομένης, ἂν ᾖ ἡ ἐνδεχομένη ἐν αὐταῖς ἀποφατικὴ μόνη, οὐκ ἔσται συλλογιστικὴ ἡ συζυγία τῷ γίνεσθαι καὶ τότε δυνάμει ἀμφοτέρας καταφατικὰς διὰ τὸ τὴν ἐνδεχομένην ἀποφατικὴν ἀντιστρέφειν τῇ καταφατικῇ. τῆς δὲ ὑπαρχούσης ἢ τῆς ἀναγκαίας ἀποφατικῶν τε οὐσῶν καὶ καθόλου συναχθήσεταί τι ἀεί. εἰ γὰρ ἐπὶ μέρους εἶεν ἀποφατικαί, κἂν ἢ ὑπάρχουσαι ἢ ἀναγκαῖαι, οὐκέτι συλλογιστικαὶ αἱ συζυγίαι· δεῖ γὰρ ἐν τῷ δευτέρῳ σχήματι τὴν μείζονα καθόλου εἶναι. διὸ τούτων μὲν καὶ ὑπαρχουσῶν ἐν μέρει δὲ οὐσῶν μειζόνων ἀσυλλόγιστοι αἱ συμπλοκαί. ἀλλὰ κἂν αὗται μὲν ὦσιν ἐλάττους καθόλου, αἱ δὲ μείζους ἐνδεχόμεναι ἐπὶ μέρους, καὶ οὕτως ἀσυλλόγιστοι αἱ συμπλοκαί. εἰ δὲ τούτων οὐσῶν ἐλαττόνων αἱ μείζους εἶεν ἐνδεχόμεναι καθόλου, συλλογιστικαὶ μὲν αἱ συζυγίαι, δεικνύοιντο δ’ ἂν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, οὐ δι’ ἀντιστροφῆς· οὔτε γὰρ ἡ καθόλου καταφατικὴ ἐνδεχομένη ἀντιστρέφει ἑαυτῇ, ὡς δέδεικται, οὔτε ἡ καθόλου ἀποφατική, ὡς δείξει. ἔτι τε ἡ ἐλάττων ἐν πρώτῳ σχήματι ἀποφατικὴ γίνεται, εἰ καὶ ἀντιστρέφει ἡ μείζων· ἀσυλλόγιστος δὲ ἡ οὕτως ἔχουσα συμπλοκή. ἔτι δεῖ μὲν ἀντιστροφῆς ἐν ταῖς οὕτως συλλογιστικαῖς· οὐδετέρα δὲ ἀντιστραφήσεται, οὔτε ἡ ἀποφατικὴ διὰ τὸ ἐπὶ μέρους εἶναι, οὔτε ἡ καταφατικὴ τῷ ἐνδεχομένη τε εἶναι καὶ καθόλου. συναχθήσεται δέ, κἂν ὦσιν ἀμφότεραι ἀποφατικαί, ἥ τε ὑπάρχουσα καὶ ἡ ἐνδεχομένη, τῆς ἐλάττονος οὔσης ἐνδεχομένης τῷ μεταλαμβάνεσθαι τὴν ἐνδεχομένην ἀποφατικὴν εἰς καταφατικὴν ἐνδεχομένην. τοῦτ’ ἄρα ἦν, δι’ ὃ εἰπὼν περὶ τῶν ἐνδεχομένων συζυγιῶν τῶν ἐν τῷ πρώτῳ σχήματι ἑξῆς περὶ τῶν μίξεων εἶπε τῶν ἐν τῷ πρώτῳ σχήματι ἐξ ὑπαρχούσης τε καὶ ἐνδεχομένης καὶ ἀναγκαίας τε καὶ ἐνδεχομένης πρὸ τοῦ περὶ τῶν ἐν τῷ δευτέρῳ καὶ τρίτῳ εἰπεῖν σχήματι ἐξ ἐνδεχομένων συζυγιῶν, ὅτι οὐδεὶς ἐν δευτέρῳ σχήματι γίνεται συλλογισμὸς3 ἐξ ἐνδεχομένων τῶν δύο προτάσεων, ἐκ δὲ μικτῶν γίνονται. ἔδει δὲ πρῶτον περὶ τῶν ἐν τῷ πρώτῳ σχήματι μίξεων εἰδέναι· οἱ γὰρ ἐν δευτέρῳ σχήματι γινόμενοι ἐκ μικτῶν προτάσεων κατὰ τὴν εἰς τὸ πρῶτον σχῆμα ἀναγωγὴν δείκνυνται συλλογιστικοί, ὥσπερ καὶ οἱ ἁπλοῖ. διὸ πρῶτον ἔδει περὶ ἐκείνων, τίνες τε καὶ πόσαι καὶ πῶς γίνονται, προειδέναι.

「しかし第2格においては、両前提がともに可能命題として取られるときには、推論は一つも成立しないであろう。」 彼は第1格におけるすべての混交について述べたのち、第2格へと移行したが、この格においては二つの可能命題からは、それらが肯定命題として取られようと否定命題として取られようと、あるいは一方が肯定命題で他方が否定命題として取られようと、また両方が全称であろうと一方が特称であろうと、推論は成立しないと述べる。そしてその理由は、第2格においては二つの肯定前提から推論が成立することは不可能であると示されたからである。それゆえ、両方が可能命題である場合からも[推論は成立]しない。なぜなら、たとえ否定命題として取られたとしても、肯定可能命題が否定可能命題と相換することによって、それら[否定可能命題]は肯定命題と同等の力を持つことになるからである。しかし人は、否定可能命題は肯定可能命題と同等の力を持ち、これと相換するものであり、その肯定命題へと変換されて取られるときには、いまの場合のように組み合わせを推論的あるいは非推論的にするためにその肯定命題の働きを果たすのに、なぜ肯定命題の方は否定命題へと変換されず、推論的であるためにまさに肯定命題を必要としている組み合わせを非推論的なものにしないのか、と疑問に思うかもしれない。まず第一に言われていたのは、肯定命題が組み合わせを推論的なものにしているときに、変換されたならばその組み合わせをもはや推論的なものにしなくなるような命題へと、それを変換することを求めるのは不条理だということである。これに対して否定命題の場合には、それが推論的であるために助けを必要としていたがゆえに、変換が当然のことなのである。なぜなら我々は前提の換位においてもこのことを行っているからである。すなわち、換位を通じて前提対の推論的性格が示されるようなものにおいてのみ我々は換位を用い、換位されたならば推論的でなくなるような前提をこれ以上換位することはないのである。さらにまた、否定可能命題は単的に否定命題なのではなく――否定辞が様相に付加されているわけではないからである――、可能命題としても[否定命題ではない]。なぜなら、それが否定するまさにそのことを、それは潜在的に肯定もしているからである。内在しないことが可能であるということは、内在することも可能であるということを意味するからである。したがって、それは全く否定ではないのである。そして肯定命題でありながら、そのように語られるときには否定的な外形を持っているため、より明白で誰もが認める肯定命題へと変換されるのである。したがって、第2格において二つの可能命題から推論が成立しないのは、この理由によるのであり、またこの格において結論を導くものの大部分が全称否定前提の換位を通じて示されたからでもある(それらのうち唯一つだけが帰謬法による)。そして彼は、否定可能命題はそれ自身と換位しないということを示すことになる。 たとえ現存在命題と可能命題、あるいは必然命題と可能命題からなる混交した前提対であっても、それらのうちで可能命題だけが否定命題であるならば、否定可能命題が肯定命題と相換することによってその場合にも潜在的に両方が肯定命題となるがゆえに、前提対は推論的なものとはならないであろう。しかし現存在命題または必然命題が否定命題であり、かつ全称であるならば、常に何らかの結論が導かれるであろう。なぜなら、もしそれらが特称否定命題であるなら、たとえ現存在命題や必然命題であっても、前提対はもはや推論的ではないからである。というのも、第2格においては大前提が全称でなければならないからである。それゆえ、これらが現存在命題であっても大前提として特称であるならば、その組み合わせは非推論的である。しかし、たとえこれらが全称の小前提であり、大前提が可能特称命題であるとしても、同様にその組み合わせは非推論的である。しかし、これらが小前提であり、大前提が全称可能命題であるならば、前提対は推論的であるが、換位を通じてではなく帰謬法を通じて示されるであろう。なぜなら、全称肯定可能命題はすでに示されたようにそれ自身と換位せず、全称否定可能命題も換位しないことを彼が示すことになるからである。さらに、たとえ大前提が換位するとしても、第1格における小前提が否定命題となってしまう。そしてそのような組み合わせは非推論的である。さらにまた、このように推論的である[前提対]においては換位が必要であるが、否定命題は特称であることによって、肯定命題は可能命題かつ全称であることによって、いずれも換位されないであろう。しかし、現存在命題と可能命題の両方が否定命題である場合にも、小前提が可能命題であるならば、否定可能命題が肯定可能命題へと変換されることによって結論が導かれるであろう。それゆえ、第1格における可能命題の前提対について述べたのち、第2格および第3格における可能命題の前提対について述べる前に、続けて現存在命題と可能命題、および必然命題と可能命題からなる第1格の混交について彼が述べたのは、第2格においては二つの可能前提からは推論が一つも成立せず、混交から成立するからであった。そしてまず第1格における混交について知っておく必要があった。なぜなら、第2格において混交前提から成立する推論は、単純な推論と同様に、第1格への還元によって推論的であることが示されるからである。それゆえ、それら〔混交〕がどのようなもので、いくつあり、どのように成立するのかを、まずあらかじめ知っておく必要があったのである。

構文注3 件
  1. 2.129τῷ ἀντιστρέφειν ταῖς ἀποφατικαῖς τὰς καταφατικὰς ἐνδεχομένας

    冠詞付き不定詞句「τῷ ἀντιστρέφειν...」において、与格「ταῖς ἀποφατικαῖς」は「ἀντιστρέφειν」の目的語(〜と換位・相換する)であり、対格「τὰς καταφατικὰς ἐνδεχομένας」が不定詞の意味上の主語である。ここでは可能命題特有の相換(ἀντιστροφὴ σὺν ἀκολουθήσει)、すなわち「内在しないことが可能である」から「内在することが可能である」への論理的同値関係を指している。

  2. 2.129ἐπεὶ μὴ τῷ τρόπῳ τὸ ἀποφατικὸν πρόσκειται

    「τῷ τρόπῳ」(様相に)は「πρόσκειται」に係る与格。「否定的なもの(τὸ ἀποφατικόν:否定辞 οὐ)」が「様相(様相辞『可能である』)」そのものに付加されているわけではない(すなわち「可能ではない」という否定様相命題ではなく、「内在しないことが可能である」という可能否定命題である)ことを理由として述べている。

  3. 2.129τοῦτ’ ἄρα ἦν, δι’ ὃ ... ὅτι οὐδεὶς ἐν δευτέρῳ σχήματι γίνεται συλλογισμός

    文全体の骨格は「τοῦτ’ ἄρα ἦν [ἐκεῖνο], δι’ ὃ ... [φησίν], ὅτι ...」(これこそが、彼が…した理由であった、すなわち…ということである)。関係節「δι’ ὃ...」の中に「εἰπὼν ... ἑξῆς ... εἶπε ... πρὸ τοῦ ... εἰπεῖν」という長大な連用分詞構文および前置詞句が挿入され、末尾の「ὅτι οὐδεὶς...」節が「τοῦτο」の内容を同格的に説明している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:217.29-219.24