← アフロディシアスのアレクサンドロス

アリストテレス『分析論前書』第1巻注解

§190.1-191.18

時間的限定による推論無効化と項の対比

アリストテレスが『分析論前書』34b7で実存在前提を時間的限定なしに取るべきとした理由について、可能前提によって時間的に限定されると大前提が特称否定に転換して推論が成立しなくなるため格に起因する問題であると論じ、対立する結論を導く項の対比を通じてその非推論性を説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.109#2

λέγοι δ’ ἂν ἤτοι μὴ δεῖν τὴν ὑπάρχουσαν καθόλου τοιαύτην λαμβάνεσθαι ὡς δύνασθαι αὐτῆς κατὰ χρόνον τὸ ἀληθὲς ὁρίζεσθαι ὑπὸ τῆς προστιθεμένης ἐνδεχομένης προτάσεως, ἢ μᾶλλον, ὅτι μὴ δεῖ τὴν προστιθεμένην αὐτῇ ἐνδεχομένην τοιαύτην εἶναι ὡς ὁρίζειν τῆς ὑπαρχούσης τῆς πρὸ αὐτῆς εἰλημμένης τὸ ἀληθὲς κατὰ χρόνον. Ὁ δὲ λέγων μὴ δεῖν κατὰ χρόνον ὡρίσθαι τῆς ὑπαρχούσης τὸ ἀληθὲς οὐ παρὰ τὴν ὕλην δόξαι ἂν ποιεῖν τὸ συλλογιστικὸν ἢ ἀσυλλόγιστον τῆς συμπλοκῆς, ὡς ἂν δόξαι τινί, ἀλλὰ παρὰ τὸ σχῆμα ἴσως μᾶλλον.1 κατὰ χρόνον γὰρ ὁρισθεῖσα μεταπίπτουσα ποιεῖ ἐν πρώτῳ σχήματι τὴν μείζονα ἐπὶ μέρους ἀποφατικήν· τούτου δὲ γινομένου ἀσυλλόγιστος ἡ συμπλοκή. τοῦ γὰρ ἀσυλλόγιστον γίνεσθαι τὴν συζυγίαν, ἐν ᾗ ἡ μείζων πρότασις οὖσα καθόλου καταφατικὴ ὑπάρχουσα ὥρισται κατὰ χρόνον, σημεῖον φέρει τὸ τοιαύτης οὔσης τῆς συζυγίας ἐν πρώτῳ σχήματι ὡς εἶναι τὴν μείζονα καθόλου καταφατικὴν ὑπάρχουσαν ὡρισμένην ἐν χρόνῳ ὑπὸ τῆς ἐλάττονος προτάσεως οὔσης ἐνδεχομένης τὸ καὶ τοῦ παντὶ καὶ μηδενὶ ἐξ ἀνάγκης ὅρους λαμβάνεσθαι2 ὁμοίως ἀληθῶν οὐσῶν ἀμφοτέρων τῶν προτάσεων. δείκνυσι γάρ, ὅτι ἀσυλλόγιστοι αἱ οὕτως ἔχουσαι, τῇ τῶν ὅρων παραθέσει καὶ μηδενὶ ἐξ ἀνάγκης δείξας καὶ παντὶ ἐξ ἀνάγκης. τοῦ μὲν μηδενὶ ‘ἄνθρωπος παντὶ κινουμένῳ, τὸ κινεῖσθαι ἐνδέχεται παντὶ ἵππῳ’, καὶ ‘ἄνθρωπος ἐξ ἀνάγκης οὐδενὶ ἵππῳ’· τὸ γὰρ κινεῖσθαι τῷ ἐπὶ πλέον εἶναι τοῦ ἀνθρώπου, εἰ ληφθείη ἐνδέχεσθαι παντὶ ἵππῳ, ὁρίζει κατὰ χρόνον τὴν ὑπάρχουσαν· ὅτε γὰρ τὸ κινεῖσθαι παντὶ ἵππῳ ὑπάρχει, τότε οὐχ οἷόν τε ἔτι παντὶ κινουμένῳ τὸν ἄνθρωπον ὑπάρχειν. τοῦ δὲ παντὶ ‘ζῷον παντὶ κινουμένῳ, τὸ κινεῖσθαι παντὶ ἐνδέχεται ἀνθρώπῳ’, καὶ ‘ζῷον παντὶ ἐξ ἀνάγκης ἀνθρώπῳ’. ἔστι δὲ τὸ δεικνύον καὶ ποιοῦν ἀσυλλόγιστον τὴν συζυγίαν οὐ τὸ παντὶ ἐξ ἀνάγκης δείκνυσθαί τι ἐν αὐτῇ προηγουμένως (ἀληθὴς γὰρ ἡ ‘ἐνδέχεται παντί’ καὶ ἐπὶ τῆς ‘ἐξ ἀνάγκης παντί’, εἰ καὶ μὴ εἴη τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου), ἀλλὰ 〈τὸ〉 τοῦ ἐξ ἀνάγκης μηδενὶ ὅρους εὑρίσκεσθαι ἐν αὐτῇ, ὃ γίνεται τῷ ὑπερτείνοντος τοῦ μέσου τὸν κατηγορούμενον τὴν προστιθεμένην ἐνδεχομένην τοιαύτην λαμβάνεσθαι ὡς κατὰ χρόνον αὐτῆς τὸ ἀληθὲς ὁρίζειν. μὴ γὰρ ὑπερτείνοντος τοῦ μέσου μηδὲ τοιαύτης λαμβανομένης τῆς ἐνδεχομένης τοῦ μηδενὶ οὐχ οἷόν τε λαβεῖν ὅρους· οἷον τὸ περιπατεῖν παντὶ γραμματικῷ ὑπαρχέτω, τὸ γραμματικὸν παντὶ ἀνθρώπῳ ἐνδέχεται· οὐ γὰρ γίνεται κατὰ χρόνον ὁριζομένη ἡ τὸ περιπατεῖν παντὶ γραμματικῷ τιθεῖσα· οὐ γὰρ ἀναιρεῖται ὑπὸ τῆς συντασσομένης αὐτῇ καθόλου καταφατικῆς ἐνδεχομένης, εἰ ἀληθὴς λαμβάνοιτο. καὶ ἐπὶ τῶν ὅρων δέ, ἐφ’ ὧν τὸ ἐξ ἀνάγκης παντὶ συνάγεται, οὐ διότι ὑπερτείνει ὁ μέσος τὸν μείζονα, διὰ τοῦτο τὸ ἐξ ἀνάγκης συνάγεται (οὐ γὰρ ἐλήφθη τοιαύτη ἡ ἐνδεχομένη ὡς ὁρίζειν κατὰ χρόνον τὸ ἀληθὲς τῆς ὑπαρχούσης· οὐ γάρ τι τῶν μὴ ζῴων ἐλήφθη ὥστε ἐπὶ μέρους ποιεῖν τὴν μείζονα καὶ ὁρίζειν κατὰ χρόνον αὐτήν), ἀλλ’ ὅτι ἐλήφθη ὁ ἔσχατος ὅρος περιεχόμενος ὑπὸ τοῦ πρώτου καὶ ἐν ἐκείνῳ ὤν. οὕτως γὰρ ἔχει ὁ ἄνθρωπος πρὸς τὸ ζῷον· τοιαύτης γὰρ πάλιν λαμβανομένης τῆς ἐνδεχομένης ἀναγκαῖον γίνεται τὸ συμπέρασμα, ἀλλ’ οὐ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον. ἂν μέντοι μήτε κατὰ τὸν χρόνον ὁρίζηται ὑπὸ τῆς ἐνδεχομένης ἡ ὑπάρχουσα μήτε τοιοῦτος ὁ ἔσχατος ὅρος λαμβάνηται ὡς εἶναι ὑπὸ τὸν πρῶτον, ἐνδεχόμενον δόξει γίνεσθαι τὸ συμπέρασμα· ἔστω γὰρ τὸ κοιμᾶσθαι παντὶ ζῴῳ ὑπάρχον, ζῷον ἐνδεχέσθω παντὶ κινουμένῳ, καὶ τὸ κοιμᾶσθαι ἐνδέξεται παντὶ κινουμένῳ. ἐπισκεπτέον δέ, μήποτε μᾶλλον ἡ τῶν ὅρων παράθεσις καὶ δεῖξις ἐπὶ ἀληθέσι ταῖς προτάσεσι καὶ τοῦ παντὶ ἐξ ἀνάγκης καὶ τοῦ μηδενὶ ἐξ ἀνάγκης τὸν πρῶτον ὅρον τῷ ἐσχάτῳ ὑπάρχειν μᾶλλον τοῦ ἀσυλλόγιστον εἶναι τὴν συζυγίαν ἐστὶ δεικτική, ὡς καὶ ἐν ἄλλοις εἴρηταί μοι.

彼は、全称実存在前提が、付加される可能前提によってその真偽が時間に従って限定されうるようなものとして取られてはならない、あるいはむしろ、それに付加される可能前提が、その前に取られた実存在前提の真偽を時間に従って限定するようなものであってはならない、と言っているのだろう。実存在前提の真偽が時間に従って限定されてはならないと言う人は、誰かが考えるかもしれないように、その結合が推論的であることや非推論的であることを質料に起因するものとしているのではなく、おそらくむしろ格に起因するものとしていると見なされるであろう。なぜなら、時間に従って限定された実存在前提は、転換することによって第一格において大前提を特称否定前提にしてしまい、そしてこれが生じると結合は非推論的になるからである。実際、大前提が全称肯定実存在前提でありながら時間に従って限定されている組み合わせが非推論的になることの証拠として、彼は、第一格において大前提が小前提である可能前提によって時間において限定された全称肯定実存在前提であるような組み合わせであるときに、両前提が等しく真でありながら、必然的にすべてに[成り立つ]項と必然的にいかなるものにも[成り立たない]項の双方が取られるということを挙げている。なぜなら彼は、このような状態にある〔組み合わせ〕が非推論的であることを、項の並置によって、必然的にいかなるものにも[成り立たない]ことと必然的にすべてに[成り立つ]ことの双方を示すことによって論証しているからである。必然的にいかなるものにも成り立たないことの例としては、「人間はすべての動くものに[内在し]、動くことはすべての馬に可能である」、そして「人間は必然的にいかなる馬にも[内在しない]」というものがある。なぜなら、「動くこと」は「人間」よりも広いがゆえに、もしすべての馬に可能であると取られるならば、実存在前提を時間に従って限定するからである。なぜなら、「動くこと」がすべての馬に現に内在するときには、その時にはもはや人間がすべての動くものに内在することは不可能だからである。他方、必然的にすべてに成り立つことの例としては、「動物はすべての動くものに[内在し]、動くことはすべての人間において可能である」、そして「動物は必然的にすべての人間において[成り立つ]」というものがある。しかし、その組み合わせを非推論的であると示し、非推論的なものにしているのは、その中で必然的にすべてに[成り立つ]何かが第一義的に論証されることではなく(なぜなら「すべてに可能である」は、定義に従った可能的なものではないとしても、「必然的にすべてに[成り立つ]」にとっても真だからである)、むしろ、その中で必然的にいかなるものにも成り立たない項が見出されるということであり、これは、中項が、述語とされる項を超え出ているときに、付加される可能前提が実存在前提の真偽を時間に従って限定するようなものとして取られることによって生じるのである。なぜなら、中項が超え出ておらず、また可能前提がそのように取られないならば、いかなるものにも成り立たない項を取ることは不可能だからである。例えば、「歩くこと」がすべての文法学者に内在し、「文法学者であること」がすべての人間において可能であるとせよ。なぜなら、「歩くこと」がすべての文法学者に内在すると措定する前提は、時間に従って限定されたものとはならないからである。実際、それと組み合わされる全称肯定可能前提が真として取られるとしても、それによって破壊されることはない。そして、必然的にすべてに[成り立つ]と結論される項たちにおいても、中項が大項を超え出ているがゆえに必然的なものが結論されるのではない(なぜなら、可能前提は実存在前提の真偽を時間に従って限定するようなものとして取られてはおらず、大前提を特称にしてそれを時間に従って限定するような非動物の何かが取られたわけではないからである)。むしろ、極小項が第一項に包含され、その中にあるものとして取られたからである。実際、人間は動物に対してそのように関係している。なぜなら、可能前提が再びそのように取られるときには、結論は必然的になり、定義に従った可能的なものとはならないからである。しかし、実存在前提が可能前提によって時間に従って限定されることもなく、極小項が第一項のもとにあるようなものとして取られることもないならば、結論は可能的なものとなるように思われるであろう。例えば、「眠ること」がすべての動物に内在するとし、「動物」がすべての動くものに可能であるとせよ。すると「眠ること」はすべての動くものに可能であろう。しかし、項の並置と、前提が真であるもとで第一項が極小項に必然的にすべてに内在することと必然的にいかなるものにも内在しないことの双方を論証することが、私が他の箇所でも述べてきたように、その組み合わせが非推論的であることをむしろ示すものであるかどうかは、検討されなければならない。

構文注2 件
  1. 2.109οὐ παρὰ τὴν ὕλην δόξαι ἂν ποιεῖν τὸ συλλογιστικὸν ἢ ἀσυλλόγιστον τῆς συμπλοκῆς, ὡς ἂν δόξαι τινί, ἀλλὰ παρὰ τὸ σχῆμα ἴσως μᾶλλον

    前置詞 παρά は対格を伴って原因・理由(「〜に起因して」「〜のせいで」)を表す。アレクサンドロスは、時間的限定による推論の破綻が命題の具体的な内容(質料)のせいではなく、大前提が特称否定に変わることによって第一格の規則に違反するという論理的形式(格)のせいで起こると指摘している。

  2. 2.109τοῦ γὰρ ἀσυλλόγιστον γίνεσθαι τὴν συζυγίαν, ἐν ᾗ ἡ μείζων πρότασις οὖσα καθόλου καταφατικὴ ὑπάρχουσα ὥρισται κατὰ χρόνον, σημεῖον φέρει τὸ τοιαύτης οὔσης τῆς συζυγίας ἐν πρώτῳ σχήματι ὡς εἶναι τὴν μείζονα καθόλου καταφατικὴν ὑπάρχουσαν ὡρισμένην ἐν χρόνῳ ὑπὸ τῆς ἐλάττονος προτάσεως οὔσης ἐνδεχομένης τὸ καὶ τοῦ παντὶ καὶ μηδενὶ ἐξ ἀνάγκης ὅρους λαμβάνεσθαι

    構文の骨格は τοῦ ... ἀσυλλόγιστον γίνεσθαι τὴν συζυγίαν(名詞 σημεῖον にかかる説明的属格)+ σημεῖον φέρει(主動詞句)+ τὸ ... ὅρους λαμβάνεσθαι(φέρει の直接目的語をなす対格不定詞句)。二つの冠詞 τὸ が重なって見える構造は、挿入された属格絶対構文(τοιαύτης οὔσης τῆς συζυγίας...)に続いて不定詞句の冠詞 τὸ が反復されて同格的に置かれているためである。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:190.1-191.18