← アフロディシアスのアレクサンドロス

アリストテレス『分析論前書』第1巻注解

§145.21-146.24

第三格における全称肯定の混合三段論法

アリストテレス『分析論前書』第1巻第10章(31a18)に基づき、アレクサンドロスは必然命題と事実命題が混合する第三格の三段論法において、両前提が全称肯定である場合にどちらが必然的であっても結論が必然的となることを、第一格への還元と換位によって論証している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.72

" Ἐν δὲ τῷ τελευταίῳ σχήματι καθόλου μὲν ὄντων τῶν ὅρων πρὸς τὸ μέσον καὶ κατηγορικῶν ἀμφοτέρων." Μεταβέβηκεν ἐπὶ τὸ τρίτον σχῆμα καὶ δείκνυσι καὶ ἐν τούτῳ, πότε μὲν ἀναγκαῖον γίνεται τὸ συμπέρασμα τῆς μὲν ἑτέρας ἀναγκαίας οὔσης προτάσεως τῆς δ’ ἑτέρας ὑπαρχούσης, πότε δὲ ὑπάρχον. καὶ ἐν τούτῳ δὴ κατὰ τὴν ἐπὶ τὸ πρῶτον σχῆμα ἀναγωγὴν διὰ τῆς ἀντιστροφῆς τό τε ἀναγκαῖον καὶ ὑπάρχον δείκνυται συμπέρασμα· ἂν μὲν γὰρ ἡ κειμένη ἀναγκαία ἐν τῷ τρίτῳ σχήματι αὕτη, ἥτις ἀναχθείσης τῆς συζυγίας διὰ τῆς ἀντιστροφῆς εἰς τὸ πρῶτον σχῆμα μείζων ἐστὶν ἐν ἐκείνῳ,1 ἔσται ἀναγκαῖον τὸ συμπέρασμα, ἂν δὲ ἐλάττων, ὑπάρχον. καταφατικῶν μὲν οὖν ἀμφοτέρων οὐσῶν καθόλου, ὁποτέρα ἀναγκαία ἂν ληφθῇ, ἀναγκαῖον ἔσται τὸ συμπέρασμα. τηρήσαντες γὰρ τὴν καθόλου καταφατικὴν ἀναγκαίαν καὶ ἀντιστρέψαντες τὴν ἑτέραν τὴν ὑπάρχουσαν καὶ ποιήσαντες ἐπὶ μέρους ὑπάρχουσαν ἐν πρώτῳ σχήματι ἕξομεν τὴν μείζονα καθόλου καταφατικὴν ἀναγκαίαν τὴν δὲ ἐλάττονα ἐπὶ μέρους καταφατικὴν ὑπάρχουσαν· οὔσης δὲ τοιαύτης συζυγίας ἀναγκαῖον τὸ συμπέρασμα. εἰ γὰρ εἴη τὸ μὲν Α παντὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχον, τὸ δὲ Β παντὶ τῷ Γ ὑπαρχόντως, ἂν ἀντιστρέψωμεν τὴν Β Γ, ἔσται τὸ Γ τινὶ τῷ Β ὑπάρχον· κεῖται δὲ καὶ τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης· ἐξ ὧν συναχθήσεται τὸ τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης. τὸ δὲ τὸ γὰρ Β ὑπὸ τὸ Γ ἐστὶ δεικτικὸν προσέθηκε τοῦ τὸ πρῶτον γίνεσθαι σχῆμα2 καὶ ἐλάττονα εἶναι ἐν αὐτῷ τὴν Γ Β διὰ τὸ παντὶ τῷ Γ ἐξ ἀνάγκης τὸ Α ὑπάρχον ὑπάρξειν καὶ τῷ Β. ἀλλὰ κἂν ἀνάπαλιν τὸ μὲν Β ληφθῇ παντὶ τῷ Γ ἐξ ἀνάγκης, τὸ δὲ Α παντὶ τῷ Γ ὑπάρχῃ, ἀναγκαῖον ἔσται τὸ συμπέρασμα. ἀντιστρέψομεν γὰρ τὴν Α Γ τὴν ὑπάρχουσαν, καὶ ἔσται τὸ Γ τινὶ τῷ Α ὑπάρχον· ἔκειτο δὲ καὶ τὸ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης· ἐξ ὧν συναχθήσεται τὸ Β τινὶ τῷ Α ἐξ ἀνάγκης. καὶ ἐπεὶ ἀντιστρέφει τὸ ἐπὶ μέρους καταφατικὸν ἀναγκαῖον, καὶ τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρξει· ἔδει γὰρ τοῦτον εἶναι κατηγορούμενον ἐν τῷ συμπεράσματι, ἐπεὶ ἔκειτο αὐτὸς ὁ μείζων εἶναι· διὸ ἐδεήθημεν ἐπὶ τῆς συμπλοκῆς τῆς τοιαύτης ἀντιστρέψαι καὶ τὸ συμπέρασμα. αὐτὸς μέντοι τὸ ἀντιστρέψαι τὸ συμπέρασμα παρέλιπεν ἴσως ὡς ὂν σαφές· μόνον δὲ ἔδειξεν, ὅτι τὸ Β καὶ τῷ Α τινὶ ἐξ ἀνάγκης ὑπάρξει, ἐπεὶ παντὶ τῷ Γ ἔκειτο ἐξ ἀνάγκης ὑπάρχειν. δεῖ δὲ πάλιν, ὡς εἶπον, καὶ τὸ Β Α ἀντιστρέψαι, ἵνα ἡ δεῖξις μὴ ἄλλου τινὸς ἀλλὰ τοῦ προκειμένου ᾖ· τὸ γὰρ Α μείζων ὅρος κεῖται· τοῦτον οὖν ἐν τῷ συμπεράσματι δεῖ κατηγορούμενον εἶναι.

「しかし最後の格において、名辞が中間子に対して全称的であり、両方が肯定[前提]であるとき……」 彼は第三格へと移行し、この格においても、一方の前提が必然的であり他方が事実的であるときに、いつ結論が必然的となり、いつ事実的となるかを示している。そしてまさにこの格においても、換位による第一格への還元に従って、必然的な結論と事実的な結論が示される。なぜなら、第三格において必然的と設定された[前提]が、換位を通じて組み合わせが第一格に還元されたときにその格において大前提となるようなそれであるならば、結論は必然的となるであろうが、小前提となるならば、事実的となるであろうからである。それゆえ、両方が全称肯定であるとき、どちらが必然的と取られようとも、結論は必然的となるであろう。なぜなら、全称肯定の必然命題を保持し、事実命題である他方を換位して特称の事実命題とすることで、われわれは第一格において大前提を全称肯定の必然命題、小前提を特称肯定の事実命題として得ることになるからである。そしてこのような組み合わせであるとき、結論は必然的である。なぜなら、もしΑはすべてのΓに必然的に属し、ΒはすべてのΓに事実として属しているとするなら、われわれがΒ–Γ[前提]を換位すれば、ΓはΒのあるものに事実として属することになろう。そしてΑもすべてのΓに必然的に属すると設定されている。これらから、ΑはΒのあるものに必然的に属する、ということが導かれるであろう。そして、「なぜならΒはΓの下にあるからである」という句を彼が付加したのは、第一格が生じること、およびその格においてΓ–Β[前提]が小前提であることを示すためであり、すべてのΓに必然的に属するΑがΒ[のあるもの]にも属するであろうことによる。しかし逆に、ΒがすべてのΓに必然的に属すると取られ、ΑがすべてのΓに事実として属するとしても、結論は必然的となるであろう。なぜなら、事実命題であるΑ–Γ[前提]をわれわれが換位すれば、ΓはΑのあるものに事実として属することになり、ΒもすべてのΓに必然的に属すると設定されていたからである。これらから、ΒはΑのあるものに必然的に属する、ということが導かれるであろう。そして、特称肯定の必然命題は換位するので、ΑもΒのあるものに必然的に属するであろう。なぜなら、それ自身が大項であると設定されていた以上、結論においてはこの項が述語づけられていなければならなかったからである。それゆえわれわれは、このような結合においては結論をも換位する必要があったのである。しかしながら彼自身は、おそらく明白であるとして、結論を換位することを省略した。そしてただ、ΒはすべてのΓに必然的に属すると設定されていたので、Αのあるものにも必然的に属するであろうことのみを示した。しかし、私が言ったように、証明が他の何かについてではなく提示された問題についてのものであるために、Β–Α[命題]をも換位することが改めて必要である。なぜならΑが大項と設定されているからであり、それゆえ結論においてはこの項が述語づけられていなければならないのである。

構文注2 件
  1. 2.72ἂν μὲν γὰρ ἡ κειμένη ἀναγκαία ἐν τῷ τρίτῳ σχήματι αὕτη, ἥτις ἀναχθείσης τῆς συζυγίας διὰ τῆς ἀντιστροφῆς εἰς τὸ πρῶτον σχῆμα μείζων ἐστὶν ἐν ἐκείνῳ

    条件節内の主述関係において動詞(ᾖ など)が省略されており、αὕτη が述語名詞として機能している。関係代名詞 ἥτις は αὕτη(必然的と設定された前提)を先行詞とし、関係節内に絶対属格句(ἀναχθείσης τῆς συζυγίας...)を挟んで μείζων ἐστίν(大前提である)へと接続する複文構造となっている。

  2. 2.72τὸ δὲ τὸ γὰρ Β ὑπὸ τὸ Γ ἐστὶ δεικτικὸν προσέθηκε τοῦ τὸ πρῶτον γίνεσθαι σχῆμα

    動詞 προσέθηκε の直接目的語は中性冠詞付き引用句である τὸ ... «τὸ γὰρ Β ὑπὸ τὸ Γ ἐστὶ» であり、δεικτικόν は目的格補語(「〜を示すものとして付加した」)として構文上結びついている。これに続く属格句 τοῦ τὸ πρῶτον γίνεσθαι σχῆμα は δεικτικόν の目的・内容を限定している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:145.21-146.24