← アフロディシアスのアレクサンドロス

アリストテレス『分析論前書』第1巻注解

§127.17-129.7

第一格における事実的大前提からの必然的結論の不成立

第一格において大前提が必然的で小前提が事実的である場合の妥当性を確認し(30a17–23)、大前提が事実的で小前提が必然的である場合に必然的結論が出ない論証を第一格・第三格の帰結を通じて注解する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.55

" Οἷον εἰ τὸ μὲν Α τῷ Β ἐξ ἀνάγκης εἴληπται ὑπάρχον ἢ μὴ ὑπάρχον." Περὶ τῶν δύο συζυγιῶν λέγει τῶν ἐν τῷ πρώτῳ σχήματι πρώτων· καὶ γὰρ καταφατικῆς καὶ καθόλου ἀναγκαίας οὔσης τῆς μείζονος ὑπαρχούσης δὲ καθόλου καταφατικῆς τῆς ἐλάττονος καὶ ἀποφατικῆς ὁμοίως ἀναγκαίας πάλιν τῆς μείζονος ὑπαρχούσης δὲ καθόλου καταφατικῆς τῆς ἐλάττονος ἀναγκαῖόν φησι τὸ συμπέρασμα γίνεσθαι, ἐν ᾗ μὲν καταφατικόν, ἐν ᾗ δὲ ἀποφατικόν.

「たとえば、ΑがΒに必然的に属する、あるいは属さないと取られている場合である。」 彼は第一格における最初の二つの組み合わせについて語っている。というのも、大前提が肯定かつ全称必然であり、小前提が全称肯定の事実命題である場合、また同様に大前提が否定かつ必然であり、小前提が全称肯定の事実命題である場合、一方においては肯定の、他方においては否定の必然的な結論が生じると述べているからである。

§2.56

"Ἐπεὶ γὰρ παντὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχειν ἢ μὴ ὑπάρχειν τὸ Α κεῖται, τὸ δὲ Γ τὶ τῶν Β ἐστί, φανερόν, ὅτι καὶ τῷ Γ ἐξ ἀνάγκης ἔσται θάτερον τούτων.1" Τὸ μὲν θάτερον τούτων εἴρηκεν ἀντὶ τοῦ ‘καταφατικὸν ἢ ἀποφατικόν’. δι’ ὃ δὲ ἡγεῖται ἀναγκαῖον ἔσεσθαι τὸ συμπέρασμα οὕτως ἐχόντων τῶν ὅρων, εἴρηκεν, ὅτι τὸ μὲν Γ τὶ τῶν Β ἐστί, τὸ δὲ Α παντὶ τῷ Β ἐξ ἀνάγκης κεῖται ὑπάρχειν ἢ μὴ ὑπάρχειν.

「なぜなら、ΑはすべてのΒに必然的に属する、あるいは属さないと措定されており、ΓはΒのあるものであるから、Γにとってもこれらのいずれか一方が必然的であることは明らかである。」 「これらのいずれか一方」と彼は「肯定的あるいは否定的」の代わりに言っている。そして、項がこのようにあるとき結論が必然的であると考える理由を、ΓはΒのあるものであり、ΑはすべてのΒに必然的に属する、あるいは属さないと措定されているからである、と彼は述べている。

§2.57

"Εἰ δὲ τὸ μὲν Α Β μή ἐστιν ἀναγκαῖον, τὸ δὲ Β Γ ἀναγκαῖον, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον." Εἰ ἡ ἐλάττων, φησί, ληφθείη ἀναγκαία καθόλου ἡ δὲ μείζων ὑπάρχουσα καθόλου, οὐκ ἀναγκαῖόν φησιν ἔσεσθαι τὸ συμπέρασμα, καὶ διὰ τούτου δεικνὺς ἡμῖν, οὗ χάριν ἐν τοῖς ἔμπροσθεν εἶπε τὸ “συμβαίνει δέ ποτε καὶ τῆς ἑτέρας προτάσεως ἀναγκαίας οὔσης ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα”. ὅτι δὲ μὴ ἀναγκαῖον γίνεται τὸ συμπέρασμα ἐν τῇ τοιαύτῃ συζυγίᾳ, δεικνὺς φησὶν εἰ γὰρ ἀναγκαῖον ἔσται τὸ συμπέρασμα, συμβήσεται τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχειν διά τε τοῦ πρώτου καὶ τοῦ τρίτου σχήματος, ὃ ψεῦδος ἔσται τῷ κεῖσθαι τὸ Α παντὶ τῷ Β ὑπάρχειν, ἀλλ’ οὐκ ἐξ ἀνάγκης. ἐν μὲν οὖν τῷ πρώτῳ σχήματι οὕτως δειχθήσεται τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχον· κείσθω ἡ συζυγία τὸ Α τῷ Β ὑπάρχειν παντί, τὸ Β τῷ Γ παντὶ ἐξ ἀνάγκης· εἰλήφθω ἀναγκαῖον τὸ συμπέρασμα τὸ τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης· ἀλλὰ μὴν καὶ τὸ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης· ἐπεὶ γὰρ τὸ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης, ἀντιστρέφει δὲ πρὸς τὴν καθόλου καταφατικὴν ἀναγκαίαν ἡ ἐπὶ μέρους καταφατικὴ ἀναγκαία, ὑπάρξει καὶ τὸ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης· κεῖται δὲ καὶ τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης· τὸ ἄρα Α τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχει· δύο γὰρ ἀναγκαῖαι, ἡ μὲν καθόλου ἡ δὲ ἐπὶ μέρους· ὃ φησι ψεῦδος εἶναι, ὅτι ἔκειτο ἁπλῶς ὑπάρχειν αὐτῷ παντί, ὃ δ’ ὑπάρχει παντί, ἐνδέχεται καὶ μηδενί ποτε ὑπάρχειν. διὰ δὲ τοῦ τρίτου σχήματος οὕτως ἂν δειχθείη ταὐτόν· εἰλήφθω ἐπὶ τῆς ἐκκειμένης συζυγίας συμπέρασμα τὸ Α τῷ Γ παντὶ ἐξ ἀνάγκης, καὶ προσειλήφθω ἡ ἐλάττων πρότασις ἀναγκαία ἡ ‘τὸ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης’· γίνεται ἐν τρίτῳ σχήματι συζυγία ἐκ δύο καθόλου καταφατικῶν ἀναγκαίων, ἥτις ἐπὶ μέρους καταφατικὸν ἀναγκαῖον συνάγει· τὸ Α ἄρα τῷ Β τινὶ ἐξ ἀνάγκης· ὃ ψεῦδός ἐστιν· ἔκειτο γὰρ ἁπλῶς αὐτῷ παντὶ ὑπάρχειν, τὸ δὲ παντὶ ἁπλῶς ὑπάρχον ἐνδέχεται καὶ μηδενὶ αὐτῷ ὑπάρχειν, ὃ ἐδήλωσεν εἰπὼν ἐνδέχεται δὲ τοιοῦτον εἶναι τὸ Β, ᾧ ἐγχωρεῖ τὸ Α μηδενὶ ὑπάρχειν, ἐνδεικνύμενος ἡμῖν καὶ διὰ τούτου πάλιν, ὁποίαν τὴν ὑπάρχουσαν πρότασιν εἶναι βούλεται. σημειωτέον δέ, ὅτι οὐκ εἶπεν ἀδύνατον εἶναι τὸ Α τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχειν· οὐδὲν γὰρ κωλύει τὸ παντὶ ὑπάρχον τινὶ αὐτῷ καὶ ἐξ ἀνάγκης ὑπάρχειν. ἀλλ’ ἐπεὶ μὴ ἀναγκαῖόν ἐστι τὸ παντὶ ὑπάρχον εὐθὺς ἐν τῷ παντὶ ὑπάρχειν καὶ τὸ ἐξ ἀνάγκης τινὶ αὐτοῦ ὑπάρχειν περιέχειν·2 ἐνδέχεται γὰρ καὶ παντὶ αὐτῷ οὕτως ὑπάρχειν ὡς ἐνδέχεσθαι καὶ μηδενί· οὐ γὰρ κεκώλυται ἡ καθόλου καταφατικὴ ὑπάρχουσα οὕτως ἀληθὴς εἶναι· διὸ ψεῦδος γίνεται ἐπὶ τῆς οὕτως ὑπαρχούσης καθόλου ἀληθοῦς τὸ παντὶ ὑπάρχον τινὶ ἐκείνῳ ἐξ ἀνάγκης ὑπάρχειν.

「しかし、もしΑ-Β[前提]が必然的ではなく、Β-Γ[前提]が必然的であるなら、結論は必然的ではないであろう。」 もし小前提が全称必然として取られ、大前提が全称の事実命題として取られるなら、結論は必然的ではないであろうと彼は述べており、これを通じて、先に彼が「しかしときには、一方の前提が必然的である場合にも、結論が必然的なものとなることがある」と述べたことの意図をわれわれに示している。そして、そのような組み合わせにおいては結論が必然的なものとならないことを示しつつ、彼は言う。なぜなら、もし結論が必然的であるとするなら、第一格および第三格を通じて「ΑはあるΒに必然的に属する」ということが帰結するが、これはΑがすべてのΒに属するものの必然的には属さないと措定されていることによって偽となるからである。さて、第一格においては、ΑがあるΒに必然的に属することが次のように示されるであろう。すなわち、「ΑはすべてのΒに属し、ΒはすべてのΓに必然的に属する」という組み合わせを措定せよ。「ΑはすべてのΓに必然的に属する」という結論が必然的なものとして取られたとせよ。しかしさらに「ΓもあるΒに必然的に属する」。なぜなら、ΒはすべてのΓに必然的に属し、全称肯定必然[命題]には特称肯定必然[命題]が換位するから、ΓもあるΒに必然的に属するであろう。そしてまたΑはすべてのΓに必然的に属すると措定されている。したがって、ΑはあるΒに必然的に属する。なぜなら二つの必然[前提]があり、一方は全称、他方は特称だからである。この[帰結]が偽であると彼が言うのは、それがこれのすべてに単に属すると措定されていたからであり、すべてに属するものは、いつかいかなるものにも属さないことも可能だからである。他方で、第三格を通じて同じことが次のように示されうるであろう。提示された組み合わせにおいて「ΑはすべてのΓに必然的に属する」という結論が取られたとし、小前提の必然命題「ΒはすべてのΓに必然的に属する」が付加されたとせよ。第三格において二つの全称肯定必然[前提]からなる組み合わせが生じ、これは特称肯定必然[の結論]を導出する。したがって、ΑはあるΒに必然的に〔属する〕。だがこれは偽である。なぜなら、それがこれのすべてに単に属すると措定されていたのであり、単にすべてに属するものは、それのいかなるものにも属さないことも可能だからである。彼は「しかし、Αがいかなるものにも属さないことが許容されるようなものとしてΒがあることが可能である」と述べることによってこのことを明らかにしたのであり、これを通じて、どのような事実的前提であることを望んでいるかをわれわれに再び示している。ところで、彼が「ΑがあるΒに必然的に属することは不可能である」とは言わなかったことは注目されるべきである。なぜなら、すべてに属するものが、そのあるものに必然的にも属することを妨げるものは何もないからである。しかし、すべてに属するものが、すべてに属することにおいて直ちに、そのあるものに必然的に属することをも含むということは必然的ではないからである。なぜなら、いかなるものにも[属さないこと]が可能であるような仕方で、それのすべてに属することもまた可能だからである。というのも、全称肯定の事実命題がそのように真であることは妨げられていないからである。それゆえ、そのように真である全称の事実命題においては、すべてに属するものがそのあるものに必然的に属するということは偽となるのである。

構文注2 件
  1. 2.56θάτερον τούτων

    テキストの「これらの一方」について、アレクサンドロスは直前文の二肢「属すること、あるいは属さないこと」(ὑπάρχειν ἢ μὴ ὑπάρχειν)を指すと捉え、「肯定的あるいは否定的」の意味であると語句を言い換えて補足している。

  2. 2.57ἀλλ’ ἐπεὶ μὴ ἀναγκαῖόν ἐστι τὸ παντὶ ὑπάρχον εὐθὺς ἐν τῷ παντὶ ὑπάρχειν καὶ τὸ ἐξ ἀνάγκης τινὶ αὐτοῦ ὑπάρχειν περιέχειν

    構文の骨格は非人称構文 μὴ ἀναγκαῖόν ἐστι[…]περιέχειν(…が含むことは必然的ではない)。不定詞 περιέχειν の意味上の主語が中性実名詞化分詞 τὸ παντὶ ὑπάρχον(すべてに属するもの)、その目的語が τὸ ἐξ ἀνάγκης τινὶ αὐτοῦ ὑπάρχειν(そのあるものに必然的に属すること)であり、前置詞句 εὐθὺς ἐν τῷ παντὶ ὑπάρχειν(すべてに属することにおいて直ちに)が主語の成立条件を修飾している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:127.17-129.7