← アフロディシアスのアレクサンドロス

アリストテレス『形而上学』注解

§824.25-825.29

数学的対象の場所と数が要素から成ることの吟味

アリストテレス(1092a17)は、プラトン派が数学的大きさと同時に場所を措定した不条理を批判し、さらに「〜から」の多義性を整理した上で、数が構成要素から成るという主張を混合(調合)と結合の両面から論駁している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§14.19#1

" Ἄτοπον δὲ καὶ τὸ τόπον ἅμα μὲν τοῖς στερεοῖς καὶ τοῖς μαθηματικοῖς ποιῆσαι." Τοῦ Πλάτωνος εἰπόντος ὅτι ἐκ τοῦ ἑνὸς καὶ τῆς δυάδος γεγόνασιν αἱ ἰδέαι, ἐκ δὲ τῶν ἰδεῶν τὰ μαθηματικὰ μεγέθη, ἅμα δὲ καὶ ἐν τῷ αὐτῷ νῦν ἢ χρόνῳ ἐν ᾧ τὰ μαθηματικὰ γέγονε μεγέθη, καὶ ὁ τόπος αὐτῶν, ἐν ᾧ εἰσιν, ὑπέστη, λέγει ὅτι ἄτοπον τὸν μὲν τόπον ἅμα τοῖς μεγέθεσι ποιεῖν, τίς δέ ἐστι μὴ λέγειν. εἶτα καὶ ἐνίσταται λέγων μὴ εἶναι τὰ μαθηματικὰ ἐν τόπῳ. ὁ μὲν γὰρ τόπος, φησίν, ἑνὸς ἑκάστου ἴδιος, διὸ χωριστὰ τὰ ἐνταῦθα τῷ τόπῳ, τὰ δὲ μαθηματικὰ οὐ ποῦ· τὰ μαθηματικὰ ἄρα οὐκ ἐν τόπῳ. ἐπεὶ δὲ τὸ ἔκ τινος πολλαχῶς λέγεται, λέγει ὅτι ἔδει τοὺς λέγοντας τὰ ὄντα ἐκ στοιχείων εἶναι, ὁμοίως δὲ καὶ τοὺς εἰδητικοὺς ἀριθμούς (τούτους γὰρ εἶπε τῶν ὄντων τὰ πρῶτα), διελομένους ὁσαχῶς τὸ ἔκ τινος λέγεται (τοῦτο γὰρ εἶπεν ἄλλο ἐξ ἄλλου), λέγειν1 κατὰ τίνα τῶν τοῦ ἔκ τινος τρόπων ὁ εἰδητικὸς ἀριθμὸς ἐκ τῶν ἀρχῶν ἐστι. πότερον οὖν, φησί, μίξει ἤτοι κράσει; ἆρα οὖν κραθεισῶν τῶν ἀρχῶν ἐξ αὐτῶν εἰσιν οἱ ἀριθμοί; ἀλλ’ οὐ πᾶν δύναται μίγνυσθαι, καὶ πολλῷ μᾶλλον τὸ ἓν μετὰ τῆς δυάδος, τό τε γινόμενον ἐκ τῶν κραθέντων ἕτερόν ἐστι τῶν τὸ κρᾶμα ἀποτελεσάντων. ἀλλὰ κἂν δοίημεν ὅτι κρᾶμα γέγονεν ἐκ τοῦ ἑνὸς καὶ τῆς δυάδος, ἔφθαρται τὸ ἕν (τὰ γὰρ κεραννύμενα τοῦτο πάσχει), καὶ οὐκ ἔσται τὸ ἓν χωριστὸν καὶ καθ’ αὐτὸ καὶ ἑτέρα τις φύσις παρὰ τὸ κρᾶμα τὸ ἐξ αὐτοῦ καὶ τῆς δυάδος γεγονός, ὅπερ οὗτοι βούλονται· λίαν γὰρ ἀσπάζονται τὴν τοῦ ἑνὸς ἀφθαρσίαν. ὥστε δῆλον ὅτι μίξει καὶ κράσει οὐ δύνανται οἱ ἀριθμοὶ ἐκ τῶν στοιχείων εἶναι. ἀλλὰ πότερον, φησί, συνθέσει τῶν στοιχείων εἰσὶ τὰ εἴδη, ὥσπερ ἡ συλλαβή; ἀλλὰ τὰ συγκείμενα ἀνάγκη κεῖσθαί που, καὶ χωρὶς ὁ νοῶν νοήσει τὸ ἓν καὶ χωρὶς τὸ πλῆθος. ἐπὶ μὲν γὰρ τοῦ μελικράτου οὐ δυνάμεθα χωρὶς νοεῖν τὸ μέλι καὶ χωρὶς τὸ ὕδωρ· κρᾶμα γὰρ γέγονε καὶ οὐδέτερον αὐτῶν ἐστιν οἷον πρὸ τῆς μίξεως· ἐπὶ δὲ τῶν συγκειμένων ἐπειδὴ τὰ αὐτά εἰσιν οἷα ἦν πρὸ τῆς συνθέσεως, ἀνάγκη χωρὶς νοεῖν τὸ ἓν καὶ χωρὶς τὸ πλῆθος, καὶ ἔσται ὁ ἀριθμὸς μονὰς καὶ πλῆθος ἢ τὸ ἓν καὶ ἄνισον. εἰ δὲ τοῦτο, ἐπεὶ καὶ ἔκ τινος γεγονός ἐστι μὲν ὡς ἀπὸ ἐνυπαρχόντων2 τῶν ἀφ’ ὧν γέγονεν ὡς ὁ χαλκός (ἐνυπάρχει γὰρ τῷ ἀνδριάντι), ἔστι δὲ ὡς ἀπὸ μὴ ἐνυπαρχόντων (τὸ γὰρ σπέρμα, ἀφ’ οὗ τὸ ζῷον γέγονεν, ἔφθαρται καὶ οὐκ ἐνυπάρχει αὐτῷ), κατὰ τίνα δὴ τούτων τῶν δύο τρόπων ὁ ἀριθμὸς συνθέσει τῇ τῶν στοιχείων γέγονε; τὸ μὲν οὖν ὡς ἐνυπαρχόντων τῶν στοιχείων ἐξ αὐτῶν γεγενῆσθαι λέγειν τὸν ἀριθμὸν ψεῦδος· ταῦτα γὰρ οὕτω γίνεται ὧν ἐστι γένεσις, τουτέστιν ἅπερ τεχνητά ἐστι· γένεσιν γὰρ νῦν τὴν τέχνην ἐκάλεσεν· ἐπὶ γὰρ τῶν τεχνητῶν ἐνυπάρχει ἐν [γὰρ] αὐτοῖς τὰ ἐξ ὧν εἰσιν, ἐπὶ μὲν τῆς οἰκίας οἱ λίθοι καὶ τὰ ξύλα, ἀνδριάντος ὁ χαλκὸς καὶ ἐπὶ τῶν ὁμοίων, αἱ δὲ ἰδέαι οὐ τεχνηταί.

「また立体や数学的対象と同時に場所を作ったことも不条理である。」 プラトンが、一と二から形相が生じ、形相から数学的大きさが生じ、数学的大きさが生じたのと同時かつ同じ「今」あるいは時間において、それらがあるところのそれらの場所も存立したと述べたことに対して、彼は、大きさと同時に場所を作りながら、それが何であるかを語らないのは不条理であると言う。次いで、数学的対象は場所の中にないと述べて異議を唱える。場所は各々のものに固有であり、それゆえこの世のものは場所において分離しているが、数学的対象はどこにもない、と彼は言う。したがって数学的対象は場所の中にない。また、「〜から」ということが多義的に語られるのであるから、存在者たちが構成要素から成ると語る者たち、同様に形相的数[についてもそう語る者たち](というのも彼はこれらを存在者たちのうち第一のものと呼んだからである)は、「〜から」が幾通りに語られるかを区分した上で(というのも彼はこれを「別のものが別のものから」と呼んだ)、始原たちから形相的数がいかなる「〜から」の様態によってあるのかを語るべきであった、と彼は言う。では、混合すなわち調合によってなのか、と彼は言う。では諸始原が調合されてそれらから数があるのか。しかしすべてのものが混ざり合いうるわけではなく、一と二ならなおさらそうであり、また調合されたものから生じるものは、混合物を成し遂げたものたちとは別のものである。だが、仮に一と二から混合物ができたと認めたとしても、一は消滅してしまっている(混じり合うものはこのことを被るからである)。そして一は、彼らが望むように分離してそれ自体としてあり、またそれ自身と二から生じた混合物のほかに、何らかの別の自然本性であるということはなくなるだろう。彼らは一の不滅性を極度に重んじているからである。したがって、数たちが混合や調合によって構成要素から成ることはできないのは明らかである。では、音節のように、構成要素の結合によって形相はあるのか、と彼は言う。しかし結合されたものはどこかに置かれている必然があり、思惟する者は一を別個に、多を別個に思惟するだろう。蜜水においては、蜜を別個に、水を別個に思惟することはできない。混合物ができたのであり、それらのどちらも混合の前のようなものではないからである。しかし結合されたものにおいては、それらは結合の前であったような同じものであるから、一を別個に、多を別個に思惟せざるを得ず、数はモナスと多、あるいは一と不等になるだろう。しかしもしそうなら、「〜から生じたもの」は、それが生じたところのものたちが内在するものとしてそれらから生じる場合(青銅のように。青銅は像に内在しているからである)と、内在しないものから生じる場合(動物が生じたところの種子は、消滅して動物に内在しないからである)とがあるのだから、これら二つの様態のうち、数はいずれの様態によって構成要素の結合によって生じたのか。したがって、構成要素が内在するものとしてそれらから数が生じたと語るのは虚偽である。というのも、生成があるもの、すなわち技術的制作物であるものこそがこのように生じるからである。彼は今、技術を生成と呼んだのである。技術的制作物においては、それらがそれらから成るものがそれら自身に内在している。家においては石や木材、像においては青銅、および類似のもののように。しかしイデアは技術的制作物ではない。

構文注2 件
  1. 14.19ἔδει τοὺς λέγοντας τὰ ὄντα ἐκ στοιχείων εἶναι, ὁμοίως δὲ καὶ τοὺς εἰδητικοὺς ἀριθμούς ... διελομένους ... λέγειν

    非人称動詞 ἔδει が対格不定詞構文(τοὺς λέγοντας ... λέγειν)を支配している。分詞 διελομένους は不定詞 λέγειν の意味上の主語である τοὺς λέγοντας(および τοὺς [λέγοντας] εἰδητικοὺς ἀριθμοὺς [ἐκ στοιχείων εἶναι])と一致する男性複数対格であり、主動詞 λέγειν に先立つ副詞的用法(「〜を区分した上で述べるべきであった」)をなす。

  2. 14.19ἐπεὶ καὶ ἔκ τινος γεγονός ἐστι μὲν ὡς ἀπὸ ἐνυπαρχόντων ... ἔστι δὲ ὡς ἀπὸ μὴ ἐνυπαρχόντων

    ἔστι μὲν ὡς ... ἔστι δὲ ὡς ... は「〜という場合(あり方)があり、また〜という場合(あり方)がある」を表す非人称的構文。あるいは ἔκ τινος γεγονός を文頭に掲げて「『何らかのものから生じたもの』には、内在するものから成る場合と、内在しないものから成る場合がある」と受ける構文的枠組みである。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:824.25-825.29