← アフロディシアスのアレクサンドロス

アリストテレス『形而上学』注解

§812.26-813.34

数学的数の分離独立とその根拠の欠如

アリストテレスの1090a2を注解し、イデア論者が感覚的事物の原因として形相的数を措定するのに対し、数学的数のみを分離して実体化する立場(スペウシッポスら)にはその存在を信じるべき根拠も感覚的事物への有用性もないことを論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§14.10#1

" Ἐπιστήσειε δ’ ἄν τις τὴν σκέψιν καὶ περὶ τῶν ἀριθμῶν, πόθεν δεῖ λαβεῖν τὴν πίστιν ὡς εἰσίν." Πρὸς τὸν τὸν μαθηματικὸν ἀριθμὸν τοῦ αἰσθητοῦ χωρίζοντα καὶ ἰδίαν οὐσίαν αὐτῷ παρεχόμενον ἀποτείνεται λέγων, πόθεν ἄν τις καὶ ἐκ ποίας ἀνάγκης πιστεύσειεν ὡς εἰσιν οἱ μαθηματικοὶ ἀριθμοὶ χωριστοὶ καὶ καθ’ αὑτούς. οἱ μὲν γὰρ τιθέμενοι τὰς ἰδέας καὶ ὕπαρξιν διδόντες τοῖς εἰδητικοῖς ἀριθμοῖς ἐρωτώμενοι τίνος ἕνεκεν καὶ διὰ ποίαν ἀνάγκην εἰσὶν αἱ ἰδέαι ἀποκρίνονται ὅτι διὰ τὸ παρέχειν τινὰ αἰτίαν τοῖς οὖσιν, ἤτοι διότι αἴτιαί εἰσι τοῖς αἰσθητοῖς τοῦ εἶναι. εἰ γὰρ δι’ ἐκείνας τὰ ἐνταῦθά εἰσιν, ἐξ ἀνάγκης δέ εἰσιν οὐρανὸς καὶ ἄνθρωποι καὶ οὐκ ἐνδέχεται ποτε ταῦτα μὴ εἶναι, ἐξ ἀνάγκης ἄρα εἰσὶ καὶ ἰδέαι δι’ ἃς τὸ εἶναι αὐτοῖς ἐστιν· εἴτε δὲ ὡς ποιητικαὶ αἰτίαι εἰσὶ τοῦ τὰ ἐνταῦθα εἶναι, εἴτε ὡς τελικαί, εἴτε οἷον δή ποτε τρόπον, νῦν ἐατέον, καὶ ἔστω ὅτι αἱ ἰδέαι εἰσὶν αἴτιαι τοῦ εἶναι ἀνθρώπους καὶ ἵππους καὶ ὅλως τὰ αἰσθητά. ἐκεῖνοι μὲν οὖν οἱ τὸν εἰδητικὸν ἀριθμὸν πρεσβεύοντες λέγουσί τινα αἰτίαν τῆς τῶν ἰδεῶν ὑπάρξεως. τῷ δὲ μὴ οἰομένῳ μηδὲ λέγοντι εἰδητικοὺς εἶναι ἀριθμοὺς διὰ τὸ ὁρᾶν τὰς ἑπομένας δυσχερείας καὶ ἐναντιώσεις τοῖς ταύτας τιθεμένοις πάνυ πολλὰς οὔσας, καὶ ἐπὶ τούτῳ εἰδητικοὺς μὲν ἀριθμοὺς μὴ ποιοῦντι, ποιοῦντι δὲ τὸν μαθηματικὸν καὶ οὐσίαν αὐτῷ διδόντι, τῷ τοιούτῳ πόθεν χρὴ πιστεῦσαι καὶ συμφῆσαι1 ὡς ἔστι τοιοῦτος ἀριθμός, χωριστὸς δηλονότι καὶ καθ’ αὑτόν; καὶ τό τε μαθηματικὸν ὅλως δὲ τί τοῖς ἐνταῦθα χρησιμεύει; οὐδενὸς γὰρ τῶν ἐνταῦθα αἴτιός ἐστι τοῦ εἶναι. καὶ τοῦτο οὔτε αὐτὸς ὁ τοῦτον ἀνυμνῶν καὶ πρεσβεύων λέγει οὔτε φαίνεται. μήποτε δὲ διότι εἰσὶ θεωρήματα ἀριθμητικά, ἀνάγκη εἶναι καὶ τὸν ἀριθμὸν καθ’ αὑτὸν καὶ χωριστόν, ἵν’ ἐκείνῳ ταῦθ’ ὑπάρξῃ. ἤ, φησί, τὰ θεωρήματα τῶν ἀριθμητικῶν πάνθ’ ὑπάρξει καὶ κατὰ τῶν αἰσθητῶν, ἐξ ἀφαιρέσεως δὲ τὸ εἶναι ἐχόντων, καθάπερ ἐλέχθη ἐν τῷ Μ· εἰ δὴ δύναται πάντα τὰ ἀριθμητικὰ δείκνυσθαι κατὰ τῶν ἐξ ἀφαιρέσεως ἀριθμῶν, οὐ πιθανὸν οὐδ’ ἀληθές ἐστι λέγειν ὡς διὰ τὰ θεωρήματα χωρίζειν αὐτοὺς δεῖ καὶ ὕπαρξιν διδόναι. Ταῦτα εἰπὼν πάλιν ἐπαναποδίζει καί φησιν οἱ μὲν οὖν τιθέμενοι καὶ εἶναι λέγοντες τὰς ἰδέας, ὧν ὁ κορυφαῖος ὁ Πλάτων ἐστί, καὶ ἀριθμοὺς αὐτὰς καλοῦντες ἐν τῷ ποιεῖν ἔκθεσιν, ἤτοι ἓν ἕκαστον τῶν αἰσθητῶν παράγειν, οἷον Πλάτωνα Σωκράτην Ἀλκιβιάδην Δίωνα, καὶ λέγειν ὅτι ὁ ἄνθρωπος ὁ αὐτός ἐστι τῷ Σωκράτει ἢ ἕτερος, εἶτα ἐπάγειν ὅτι εἰ ὁ αὐτὸς ἦν, οὐκ ἂν ὑπῆρχε καὶ ἐν τῷ Πλάτωνι· ἕτερος ἄρα Σωκράτους, ὁμοίως δὲ διὰ τὴν αὐτὴν αἰτίαν καὶ Πλάτωνα καὶ Ἀλκιβιάδην καὶ πάντων τῶν ἀτόμων· εἰ δὲ ταῦτα, ἔστιν ἄρα ἕν τι παρὰ τοὺς πολλοὺς ἀνθρώπους καὶ τοῦτό ἐστιν ὁ αὐτοάνθρωπος αὐτὸς καθ’ αὑτόν· ὁμοίως καὶ ἐπὶ ἵππων τοῦτο συνάγειν2 καὶ βοῶν καὶ τῶν ἄλλων ἁπάντων· οὗτοι μὲν οὖν ἐν τῷ ταῦτα ποιεῖν πειρῶνται τρόπον τινὰ λέγειν, διὰ τί ἔστι ἕν τι παρὰ τοὺς πολλοὺς ἀνθρώπους καὶ ἵππους καὶ τὰ ἄλλα πάντα. ἀλλ’ ἐπεί, φησίν, οὔτε ἀναγκαῖα τὰ λεγόμενα ὑπ’ αὐτῶν οὔτε δυνατά, οὐδὲ τὸν εἰδητικὸν ἀριθμὸν διά γε ταῦτα δεῖ λέγειν ὡς ἔστιν. ἀλλ’ οὗτοι μὲν οὕτως.

「しかしまた、数についても、それらがあるという確信をどこから得るべきかについて、考察を向けることもできよう。」 数学的な数を感覚的なものから分離し、それに固有の実体を与える者に対して、彼は向かい合って次のように述べている。すなわち、いかなる理由から、またいかなる必然性から、数学的な数が分離してそれ自体で存在すると信じるべきなのか、と。というのも、イデアを設定して形相的な数に実在を与える者たちは、何のために、またいかなる必然性によってイデアが存在するのかと問われるとき、存在する事物のためにある種の原因を提供するがゆえに、すなわち感覚的な事物に対して存在の原因であるがゆえに[存在する]と答えるからである。なぜなら、もしそれら[イデア]によって当地の事物があり、必然的に天や人間が存在し、かつこれらがいつか存在しないということはありえないとすれば、それらによって事物の存在が成立しているところのイデアもまた必然的に存在するからである。そして、当地の事物があることの作動原因としてあるのか、目的原因としてあるのか、あるいはどのような仕方であれ、今は措いておくとして、人間や馬、総じて感覚的な事物が存在することの原因がイデアであるとしよう。したがって、形相的な数を尊ぶかの人々は、イデアの実在についてある種の原因を語っている。しかし、これらを設定する者たちに伴う難点や対立が極めて多数あるのを見て、形相的な数があるとは考えもせず語りもせず、このゆえに形相的な数は立てないが数学的な数を立ててこれに実体を与える者、そのような者に対して、そのような数、すなわち分離してそれ自体である数が存在するとなぜ信じて同意しなければならないのか。また、数学的なものはそもそも当地の事物に何の役に立つのか。当地の事物のいずれに対しても、存在の原因ではないからである。そしてこのことは、この[数学的な数]を称賛し尊ぶ者自身も語っておらず、またそうは見えない。あるいは、算術の諸定理が存在するがゆえに、かの〔数〕にそれら[の定理]が当てはまるために、数もまたそれ自体で分離して存在することが必然なのだろうか。むしろ、彼が言うように、算術家たちの諸定理はすべて、感覚的な事物、ただし『メタピュシカ』M巻で言われたように、抽象によって存在を持つものについても当てはまるであろう。もし算術のすべての定理が抽象による数について論証されうるならば、諸定理のゆえにそれら[数]を分離し、実在を与えなければならないと語ることは、説得的でもなく真でもない。これらを語ったのち、彼は再び引き返して次のように言う。すなわち、イデアを設定しそれらがあると語る者たち(その筆頭はプラトンである)は、それらを数と呼びつつ例示を行うことにおいて、すなわち感覚的な事物の個々を導き出し、たとえばプラトン、ソクラテス、アルキビアデス、ディオンを取り上げて、人間はソクラテスと同一であるか異なるかであると語り、次いで、もし同一であるならプラトンの中にも存在することはないであろう、したがってソクラテスとは異なり、同様に同じ理由によってプラトンともアルキビアデスともすべての個物とも異なる、と論を進める。そして、もしこれらが成り立つなら、多数の人間のほかに一つの何かが存在し、これがそれ自体としての人間そのものである、と。同様に馬や牛やすべての他のものについてもこれを推論する。したがって、彼らはこれらのことを行うことにおいて、なぜ多数の人間や馬やすべての他のもののほかに一つの何かが存在するのかを、ある仕方で語ろうと試みているのである。しかし、彼らによって語られる事柄は必然的でもなく可能でもないので、これらを理由として形相的な数があるとも語ってはならない、と彼は言う。彼らについては以上である。

構文注2 件
  1. 14.10τῷ δὲ μὴ οἰομένῳ μηδὲ λέγοντι εἰδητικοὺς εἶναι ἀριθμοὺς ... τῷ τοιούτῳ πόθεν χρὴ πιστεῦσαι καὶ συμφῆσαι

    与格句 τῷ δὲ μὴ οἰομένῳ... τῷ τοιούτῳ は、後ろの不定詞 πιστεῦσαι καὶ συμφῆσαι(〜を信じる・同意する)が要求する間接目的語の与格である。文頭の与格構造が長く分詞句によって修飾されたのち、τῷ τοιούτῳ(そのような者に)によって再度引き取られて主節の述語へと接続されている。

  2. 14.10ἐν τῷ ποιεῖν ἔκθεσιν, ἤτοι ἓν ἕκαστον τῶν αἰσθητῶν παράγειν ... εἶτα ἐπάγειν ... ὁμοίως καὶ ἐπὶ ἵππων τοῦτο συνάγειν

    前置詞句 ἐν τῷ ποιεῖν ἔκθεσιν(例示・提示を行うことにおいて)に対し、ἤτοι 以下の不定詞(παράγειν, ἐπάγειν, συνάγειν)がその具体的な論証手続きの内容を同格的に説明している。これら一連の動作の帰結として、主節 οὗτοι μὲν οὖν ἐν τῷ ταῦτα ποιεῖν πειρῶνται... が承けてまとめられている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:812.26-813.34