← アフロディシアスのアレクサンドロス

アリストテレス『形而上学』注解

§788.24-790.2

原理が個別的であることの不条理と非認識性

アリストテレスの議論(1086b14)に基づき、形相やその構成要素が個別的で数において一つであると仮定した場合、構成要素の数を超える存在者が生じえなくなるという帰結を文字・音節の比喩を用いて論証し、さらに個別的な原理は認識不可能であることを示す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§13.46#2

πᾶν γάρ, ὡς ἀπειράκις εἴρηται, τὸ καθ’ αὑτὸ ὂν ἄτομον καὶ μερικόν. ὥστε καὶ ἡ βα συλλαβή, εἰ ἦν ἰδέα, ἄτομος ἂν ἦν καὶ μία τῷ ἀριθμῷ. τὴν δὲ λέξιν ὑπερβατῶς ἀναγνωστέον ὧδε· ἕκαστον αὐτὸ ὅ ἐστιν ἓν τιθέασι τῷ ἀριθμῷ.1 δείξας δὲ ὅτι ἀνάγκη ἑκάστην τῶν συλλαβῶν μίαν εἶναι καὶ ἄτομον ἐπάγει εἰ δὲ αἱ συλλαβαὶ οὕτω, τουτέστιν εἰ δὲ αἱ συλλαβαὶ ἄτομοι καὶ μία ἑκάστη τῷ ἀριθμῷ, ἀνάγκη καὶ τὸ ἄλφα καὶ βῆτα καὶ τὰ λοιπὰ στοιχεῖα, ἐξ ὧν αἱ συλλαβαί, ἄτομα εἶναι καὶ ἓν τῷ ἀριθμῷ· ὥστε οὐκ ἔσονται πολλὰ ἄλφα ἀλλ’ ἓν μόνον, ὁμοίως οὐδὲ πολλὰ βῆτα οὐδὲ ἄλλο οὐδὲ ἓν τῶν λοιπῶν στοιχείων κατὰ τὸν αὐτὸν λόγον, ὥσπερ οὐδὲ τῶν συλλαβῶν ἡ αὐτὴ καὶ μία, οἷον ἡ βα, ἄλλη καὶ ἄλλη ἤτοι πολλαὶ δύνανται εἶναι. ἀλλ’ εἰ τοῦτο, φησίν, οὐκ ἔσται παρὰ τὰ στοιχεῖα ἄλλα τινά, ἀλλ’ αὐτὰ μόνον τὰ κδʹ στοιχεῖα. ἡμεῖς μὲν γὰρ τέσσαρα λέγοντες τὰ στοιχεῖα κρᾶσίν τε αὐτῶν καὶ ἀλλοίωσιν δυνάμεθα λέγειν, ὡς ἐκ τῆς κράσεως αὐτῶν καὶ ἀλλοιώσεως δύνασθαι γίνεσθαι ἄλλα τινὰ παρὰ ταῦτα. ἐπὶ δὲ τῶν στοιχείων τῶν συλλαβῶν ἀσωμάτων ὄντων καὶ μήτε μίγνυσθαι δυναμένων μήτε πολλῷ μᾶλλον ἀλλοιοῦσθαι, οὐκ ἔσται τι παρ’ αὐτὰ ἄλλο οὐδέν.2 τὸ γὰρ β ἓν ὂν τῷ ἀριθμῷ, ὡς ἡ ὑπόθεσις, συντεθὲν μετὰ τοῦ ἄλφα οὐκ ἠλλοίωται (ἀσώματον γάρ), ἀλλὰ καὶ τὸ βῆτα, ὥσπερ πρὸ τῆς συνθέσεως ἦν βῆτα, οὕτω καὶ μετὰ τὴν σύνθεσιν, καὶ τὸ ἄλφα ὁμοίως. ἓν οὖν ὂν τὸ βῆτα τῷ ἀριθμῷ καὶ συνὸν τῷ ἄλφα οὐκ ἂν καὶ μετὰ τοῦ ἰῶτα συντεθείη. εἰ γὰρ μέλλει συντεθῆναι τὸ βῆτα τῷ ἰῶτα ἄτομον ὄν, πᾶσα ἀνάγκη ἀποστῆναι τοῦ α· ὥστε ἡ γένεσις τῆς βι συλλαβῆς ἔσται φθορὰ τῆς βα, καὶ οὔσης τῆς βα οὐκ ἔσται ἡ βι συλλαβή, ταύτης δὲ οὔσης οὐκ ἔσται ἡ βα. ὥστε εἰ τὸ βῆτα μετὰ τοῦ α πεποίηκε τὴν βα συλλαβήν, τὸ γάμμα μετὰ τοῦ ε ποιείτω τὴν γε καὶ τὸ δέλτα μετὰ τοῦ η ποιείτω τὴν δη, καὶ τὸ ζ μετὰ τοῦ ἰῶτα τὴν ζι καὶ τὸ θῆτα μετὰ τοῦ ο τὴν θο, τὸ κάππα μετὰ τοῦ ω τὴν κω, τὸ λάβδα μετὰ τοῦ υ τὴν λυ, καὶ οὐκ ἔσται ἄλλη τις συλλαβὴ πλὴν τῆς βα καὶ γε καὶ δη καὶ ζι καὶ θο καὶ κω καὶ λυ. ἡ δὲ δε συλλαβὴ ἢ πε ἢ ἄλλη τις οὐκ ἔσται· τοῦ γὰρ ε ἑνὸς ὄντος τῷ ἀριθμῷ καὶ συνόντος τῷ γάμμα καὶ πεποιηκότος τὴν γε συλλαβὴν οὐκ ἂν καὶ μετὰ τοῦ π συνέλθοι. εἰ δὴ ταῦτα ἀληθῆ, συμβαίνει μηδὲν εἶναι παρὰ τὰ στοιχεῖα ἕτερον τῶν στοιχείων ὄν. νενοήσθω γὰρ ὅτι ἐν ὅλῳ τῷ κόσμῳ κδʹ ἄνδρες εἰσὶ μόνοι, καὶ ἐν μὲν τῇ στοᾷ ἔστωσαν δύο ἀναλογοῦντες τῇ βα συλλαβῇ, καὶ ἐν Ἀκαδημίᾳ δύο εἰκόνα φέροντες τῆς γε συλλαβῆς, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, τί οὖν ἕτερον παρὰ τοὺς κδ ἄνδρας νοεῖν δυνάμεθα γενέσθαι; πάντως οὐδέν, ἀλλὰ πάλιν αὐτοὺς τοὺς κδʹ ἄνδρας. ὡς οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τῶν τῆς φωνῆς στοιχείων συμβαίνει, ἑνὸς τῷ ἀριθμῷ ὄντος τοῦ ἄλφα καὶ τοῦ βῆτα καὶ τῶν λοιπῶν, καὶ οὐδὲν ἕτερον ἔσται παρὰ αὐτά, εἴτε συντεθειμένα σωρηδὸν τις αὐτὰ νοεῖ, εἴτε δύο δύο, εἴτε καὶ ἀπολελυμένα ἀπ’ ἀλλήλων. καὶ πάλιν ὡς ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τῶν στοιχείων τῶν ἰδεῶν ἔχειν ἀνάγκη· καὶ ἢ οὐδὲν ἔσται παρὰ τὸ ἀρχικὸν ἓν καὶ τὴν ἀόριστον δυάδα, οὐκ αὐτοάνθρωπος οὐκ αὐτοΐππος οὐκ ἄλλο οὐδέν, ἢ εἴ γε συγχωρήσει τις εἶναι αὐτοάνθρωπον, οὗτος μὲν ἔσται, ἄνθρωποι δὲ πολλοὶ οὐκ ἔσονται, ὥσπερ οὐδὲ πολλαὶ βα συλλαβαί. καὶ πρὸς τούτοις, φησίν, εἴπερ εἰσὶ τὰ στοιχεῖα τό τε ἀρχικὸν ἓν καὶ ἡ ἀόριστος δυὰς ἓν τῷ ἀριθμῷ, οὐκ ἔσονται ἐπιστητά, ὅτι ἡ μὲν ἐπιστήμη τῶν καθόλου, ταῦτα δὲ οὐ καθόλου. ὅτι δὲ αἱ ἐπιστῆμαι τῶν καθόλου δῆλον, φησίν, ἔκ τε τῶν ἀποδείξεων καὶ τῶν ὁρισμῶν. καὶ οἱ ὁρισμοὶ γὰρ τῶν καθόλου, ὡς ἐν τῷ Ζ τῆς παρούσης δείκνυται πραγματείας, καὶ αἱ ἀποδείξεις ὁμοίως, ὡς ἐν τοῖς Ὑστέροις ἐμάθομεν ἀναλυτικοῖς. οὐ γὰρ γίνεται ὁ ὁρισμὸς ἢ ὁ συλλογισμὸς καὶ ἡ ἀπόδειξις περὶ τοῦδε τοῦ μερικοῦ τριγώνου, ὅτι τόδε τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει, ἀλλὰ παντὸς τριγώνου, οὐδ’ ὅτι ὅδε ὁ μερικὸς ἄνθρωπος ζῷόν ἐστιν, ἀλλὰ πᾶς ἄνθρωπος.

なぜなら、無数に言われてきたように、それ自体としてあるものはすべて不可分割であり個別的だからである。したがって音節βαも、もしイデアであったなら、不可分割であり数において一つであったであろう。この語句は、倒置によって次のように読まれるべきである。「彼らは各々の『それ自体あるところのもの』を、数において一つと措定している」。そして、音節の各々が一つであり不可分割である必然があることを示した後で、彼は付け加えて言う。「しかしもし音節がこのようであるなら」、すなわち、もし音節が不可分割であり各々が数において一つであるならば、音節を成り立たせているアルファやベータや残りの構成要素も不可分割であり数において一つである必然がある。したがって、多数のアルファが存在することはなく一つだけとなり、同様に同じ理由によって多数のベータも残りの構成要素のいずれか一つも多数になることはない。ちょうど音節のうち同一で一つのもの、例えば音節βαが、別のものまた別のもの、すなわち多数のものではありえないのと同様である。しかしもしこの通りであるなら、構成要素のほかに別の何ものも存在せず、ただかの24の構成要素それらだけが存在することになる、と彼は言う。というのも、我々自身は構成要素を四つと語ることで、それらの混合と変質を語ることができ、それらの混合と変質からこれら以外の別の何らかのものが生じうる[と語ることができる]からである。しかし、音節の構成要素は非物質的であり、混合されうることもなく、変質することははるかにありえない以上、それら以外の別の何ものも存在しないであろう。なぜなら、仮定のように数において一つであるβは、アルファと合成されても変質しなかったし(非物質的だからである)、ベータは合成の前においてベータであったのと同様に、合成の後においてもそうであり、アルファも同様だからである。それゆえ、数において一つでありアルファとともにあるベータは、イオタとも合成されることはないであろう。なぜなら、もし不可分割であるベータがイオタと合成されることになるなら、αから離れることがあらゆる必然となるからである。したがって音節βιの生成は音節βαの消滅となり、音節βαが存在するときには音節βιは存在せず、後者が存在するときには音節βαは存在しないであろう。したがって、もしベータがαとともに音節βαを作ったならば、ガンマはεとともにγεを作り、デルタはηとともにδηを作り、ζはイオタとともにζιを、シータはοとともにθοを、カッパはωとともにκωを、ラムダはυとともにλυを作るものとしよう。そして音節βα、γε、δη、ζι、θο、κω、λυ以外にはいかなる他の音節も存在しないであろう。そして音節δεやπεや他のいかなるものも存在しないであろう。なぜなら、εが数において一つであり、ガンマとともになって音節γεを作った以上、πとも結合することはありえないからである。それゆえ、もしこれらが真実であるなら、構成要素のほかに構成要素以外の実在する何ものも存在しない、ということが生じる。なぜなら、全宇宙において24人の人間だけが存在すると考え、ストアには音節βαに対応する二人がおり、アカデメイアには音節γεの像を帯びた二人がおり、他の人々についても同様であるとしよう。そうすれば、我々は24人の人間のほかに何が別のものとして生じたと考えることができるだろうか。まったく何ものもなく、ふたたびかの24人の人間それらだけである。それゆえ、これらの人々について成り立つように、音声の構成要素についても成り立ち、アルファやベータや残りの構成要素が数において一つであるとき、人がそれらを積み重ねて合成されたものと考えようと、二つずつと考えようと、あるいは互いに切り離されたものと考えようと、それら以外の別の何ものも存在しないであろう。そしてまた、これらにおいて成り立つように、イデアの構成要素についても同様である必然がある。すなわち、根源的な一と不定の二のほかに何ものも存在しない(人間それ自体も、馬それ自体も、他の何ものも存在しない)か、あるいはもし人が人間それ自体が存在することを認めるとしても、このものは存在するであろうが、多数の人間が存在することはなく、ちょうど多数の音節βαが存在しないのと同様である。そしてこれらに加えて、もし構成要素である根源的な一と不定の二が数において一つであるならば、それらは認識可能でもないであろう、と彼は言う。なぜなら知識は普遍的なものについての知識であるのに対し、これらは普遍的ではないからである。そして、諸々の知識が普遍的なものについての知識であることは、証明と定義から明らかである、と彼は言う。なぜなら、本論考の[第7巻]Zで示されているように諸々の定義も普遍的なものについての定義であり、同様に『分析論後書』で我々が学んだように諸々の証明もそうだからである。なぜなら、この個別的な三角形について「これが二直角に等しい三つの角をもつ」という定義や推論や証明がなされるのではなく、すべての三角形についてなされるのであり、また「この個別的な人間が動物である」というのではなく、すべての人間についてなされるからである。

構文注2 件
  1. 13.46τὴν δὲ λέξιν ὑπερβατῶς ἀναγνωστέον ὧδε· ἕκαστον αὐτὸ ὅ ἐστιν ἓν τιθέασι τῷ ἀριθμῷ.

    前節末尾の引用句(ἔτι δ’ αὐτὸ ὅ ἐστιν ἓν ἕκαστον τιθέασιν)における語順の倒置(hyperbaton)を解消して読むべき統語順序を指定している。原文の ἕκαστον と αὐτὸ ὅ ἐστιν と ἓν の配置を並べ替え、τιθέασιν の目的語を ἕκαστον αὐτὸ ὅ ἐστιν、述語補語を ἓν τῷ ἀριθμῷ として読むべきことを示している。

  2. 13.46ἐπὶ δὲ τῶν στοιχείων τῶν συλλαβῶν ἀσωμάτων ὄντων καὶ μήτε μίγνυσθαι δυναμένων μήτε πολλῷ μᾶλλον ἀλλοιοῦσθαι, οὐκ ἔσται τι παρ’ αὐτὰ ἄλλο οὐδέν.

    ἐπὶ δὲ τῶν στοιχείων τῶν συλλαβῶν に続く ἀσωμάτων ὄντων... は、先行する前置詞句の名詞 τῶν στοιχείων を意味上の主語とする絶対属格(または名詞に一致する修飾的分詞句)として機能している。主節の主語は否定詞が重畳された τι ... ἄλλο οὐδέν であり、「それら以外には何ものも全く存在しない」という完全な否定文を構成する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:788.24-790.2