← アフロディシアスのアレクサンドロス

アリストテレス『形而上学』注解

§743.4-744.16

可知的実体としての数と単位の比較可能性の区分

アリストテレスがイデア批判から可知的実体としての数の仮説の検討へと移行したことを受け、アレクサンドロスは、単位がすべて非比較可能な場合、すべて比較可能な場合(数学的数)、同一数内の単位のみが比較可能な場合(形相的数)の三分法と、それぞれの数え上げや生成のあり方の違いを整理している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§13.15#1

" Ἐπεὶ δὲ διώρισται περὶ τούτων, καλῶς ἔχει πάλιν τὰ περὶ τοὺς ἀριθμοὺς ἰδεῖν συμβαίνοντα." Ἐνστὰς πρὸς τὰς ἰδέας μεταβαίνει καὶ ἐπὶ τὴν τῶν ἀριθμῶν ὑπόθεσιν τὴν τοῖς ἀριθμοῖς οὐσίαν ἀπονέμουσαν νοητήν· ἐκ διαιρέσεως δὲ αὐτὴν τίθησι καὶ καθ’ ἕκαστον τῶν τῆς διαιρέσεως τμημάτων ἐνίσταται. λέγει οὖν ὅτι ἐπειδὴ τὰ περὶ τῶν ἰδεῶν διώρισται, καλῶς ἔχει λοιπὸν θεωρῆσαι καὶ τὰ συμβαίνοντα τοῖς τοὺς ἀριθμοὺς θεμένοις χωριστάς τινας φύσεις καὶ τῶν ὄντων πάντων αἰτίας πρώτας. τοῦτο εἰπὼν ἐκτίθεται τοὺς τρόπους, καθ’ οὓς ἄν τις εἶναι ἀριθμοὺς χωριστοὺς ὑπονοήσειε, λέγων ἀνάγκη γὰρ εἴπερ ἔστιν αὐτοαριθμός (τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἀνάγκη δ’ εἴπερ ἔστιν ὁ ἀριθμὸς φύσις τις, καὶ μὴ ἄλλη τίς ἐστι φύσις καὶ οὐσία ὁ ἀριθμός, οἷον φέρε ξύλον ἢ ἄνθρωποι ἢ ἵπποι ἢ ἄλλο ὁτιοῦν, ἀλλ’ αὐτὸ τοῦτο ἀριθμός), ὥς φασιν οἱ τοῦτο βουλόμενοι, ἤτοι εἶναι τὸν ἐχόμενον τοῦ προτέρου διαφέροντα1 κατ’ οὐσιώδεις καὶ εἰδοποιοὺς διαφοράς, ὥσπερ ἄν τις εἴποι τὸν ἄνθρωπον τοῦ ἵππου πρότερον διὰ τὴν τοῦ λογικοῦ διαφοράν· τὸ γὰρ λογικὸν τοῦ ἀλόγου τῇ τιμιότητι καὶ τῷ ἀρίστῳ πρότερον· καὶ τοῦτο πάλιν, λέγω δὴ τὸ διαφόρους εἶναι καὶ προτέρους καὶ ὑστέρους τῷ εἴδει τοὺς ἀριθμούς, ἢ εὐθὺς ἐπὶ τῶν μονάδων ὑπάρχει, καὶ ἔστιν ἀσύμβλητος καὶ ἑτεροειδὴς ὁποιαοῦν μονὰς ὁποιαοῦν μονάδι, ἤτοι πᾶσα μονὰς πάσῃ μονάδι· ἢ οὐκ εἰσὶν ἑτεροειδεῖς αἱ μονάδες ἀλλὰ μόνον ἐφεξῆς (ὥς φαμεν ἄνωθεν κάτω ἐρχόμενοι πρώτην τὴν ἀπλανῆ σφαῖραν, ἐφεξῆς δὲ τὴν Κρονίαν καὶ ἐφεξῆς τὴν Δίον, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως), καὶ ὁμοειδεῖς πᾶσαι πάσαις, οἷόν φασι τὸν μαθηματικὸν ἀριθμόν· ἐν γὰρ τῷ μαθηματικῷ ἀριθμῷ πᾶσαι αἱ μονάδες ἀδιάφοροί εἰσιν· ἢ οὖν ἀσύμβλητοί εἰσι πᾶσαι αἱ μονάδες, ἢ συμβληταὶ πᾶσαι, ἢ αἱ μὲν συμβληταὶ αἱ δὲ ἀσύμβλητοι, οἷον εἰ ἔστι πρῶτον τὸ ἓν ἤτοι τὸ αὐτοέν, δευτέρα ἡ αὐτοδυάς, τρίτη ἡ αὐτοτριάς, λέγοιμεν ἂν ὅτι αἱ ἐν τῇ δυάδι τῇ πρώτῃ ἤτοι τῇ αὐτοδυάδι μονάδες εἰσὶ συμβληταὶ πρὸς ἑαυτὰς καὶ ὁμοειδεῖς, ὁμοίως καὶ ἐν τῇ αὐτοτριάδι (πάλιν γὰρ τὴν αὐτοτριάδα πρώτην εἴρηκε τριάδα) καὶ αὗται συμβληταὶ καὶ ὁμοειδεῖς πρὸς ἑαυτάς, πρὸς δὲ τὰς ἐν τῇ αὐτοδυάδι οὔσας ἀσύμβλητοι καὶ ἀνομοειδεῖς, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, ὥσπερ καὶ οἱ τοὺς εἰδητικοὺς ἀριθμοὺς τιθέμενοι βούλονται. διό, τουτέστι καὶ διὰ τὸ τὰς εἰδητικὰς μονάδας τὰς ἐνούσας τῇ αὐτοδυάδι ἀσυμβλήτους εἶναι καὶ ἀνομοειδεῖς κατὰ τοὺς λέγοντας πρὸς τὰς ἐν τῇ αὐτοτριάδι οὔσας μονάδας, τὰς δὲ μαθηματικὰς πάσας πάσαις συμβλητάς. διὰ δὴ τοῦτο ὁ μὲν μαθηματικὸς ἀριθμὸς ἀριθμεῖται καὶ τῇ προληφθείσῃ μονάδι προσληφθεῖσα ἑτέρα μονὰς γίνεται δυάς, ταῖς δὲ δύο ταύταις μονάσι συντεθεῖσα ἄλλη μονὰς συνίσταται ἡ τριάς, καὶ ταύταις ταῖς τρισὶ μονάσιν ἑτέρα μονὰς συναφθεῖσα ἀπογεννᾶται ἡ τετρὰς καὶ ἐπὶ τῶν λοιπῶν ἀριθμῶν ὁμοίως. ὁ δὲ εἰδητικὸς ἀριθμὸς ἀσύμβλητος ὤν, ὡς αὐτοῖς λέγεται, μετὰ τὸ αὐτοὲν ἔστιν ἡ αὐτοδυάς, ὥς φασιν, οὐ προστεθέντος τῷ αὐτοενὶ ἄλλου ἑνὸς καὶ ἀποτελέσαντος τὴν αὐτοδυάδα,2 ἀλλ’ εὐθὺς τὰ ἐν τῇ αὐτοδυάδι δύο ἕτερα, φασί, καὶ ἀνομοειδῆ τῷ πρώτῳ ἑνί (λέγων πάλιν πρῶτον ἓν τὸ αὐτοέν), καὶ γεννᾷ τὴν αὐτοδυάδα ἄνευ τοῦ πρώτου ἑνός, ὁμοίως καὶ τὴν αὐτοτριάδα ἄνευ τῆς αὐτοδυάδος· οὐ γὰρ προστεθέντος τῇ αὐτοδυάδι ἄλλου ἑνὸς γίνεσθαι λέγουσι τὴν αὐτοτριάδα, ἀλλ’ εὐθὺς τὰς ἐν τῇ αὐτοτριάδι μονάδας ἄλλας καὶ ἀνομοειδεῖς εἶναι λέγουσι ταῖς ἐν τῇ αὐτοδυάδι μονάσι· παραπλήσια δὲ τούτοις καὶ ἐπὶ τῶν ἄλλων ἀποφαίνονται ἀριθμῶν.

「これらについて決定された以上、数に関して帰結する事柄を再び見直すのがよいであろう。」 イデアに対して反論した後、彼は数に可知的実体を割り当てる数の仮説へも移行する。そして分割法に基づいてそれを提示し、分割の各区分ごとに反論していくのである。そこで彼は、イデアに関する事柄が決定された以上、数を、離れて存在するある種の本性であり、あらゆる実在の第一の原因であると措定した人々に帰結する事柄をもこれ以降考察するのがよい、と述べる。こう述べてから、離れて存在する数があると想定しうる仕方を提示し、次のように言う。なぜなら、もし自体の数が存在するなら(「そして必然的に、もし数が何らかの本性であり、数が木や人間や馬やその他の何か別の本性や実体ではなく、まさにそれ自体が数であるなら」という言葉は、このことを示すものである)、このことを主張する人々が言うように、必然的に、先立つものに続くものが本質的かつ形相的な差異によって異なっているか(ちょうど人間は理性的という差異のゆえに馬に先立ち、理性的であることはその尊さや最善さにおいて非理性的なものに先立つ、と人が言うようなものである。そしてこれ、すなわち数が形相において異なっており、先なるものと後なるものであるということは、直ちに単位そのものにおいて成り立っており、いかなる単位も他のいかなる単位に対しても非比較可能で異種的であるか、すなわちあらゆる単位があらゆる単位に対してそうであるか)、あるいは単位は異種的ではなく単に連続的であり(我々が上から下に向かって、第一を恒星天球、その次を土星天球、その次を木星天球と言い、他の天球についても同様に言うようなものである)、すべての単位がすべての単位に対して同種的であるか(人々が数学的数と呼ぶようなものである。数学的数においてはすべての単位が無差別であるからである)のいずれかである。したがって、すべての単位が非比較可能であるか、すべてが比較可能であるか、あるいはあるものは比較可能で、あるものは非比較可能であるかのいずれかである。たとえば、最初が「一」すなわち「自体の一」、二番目が「自体の二」、三番目が「自体の三」であるとするなら、第一の二すなわち自体の二の内部にある単位は互いに対して比較可能で同種的であり、同様に自体の三においても(彼は再び自体の三を第一の三と呼んでいる)、それら自身の間では比較可能で同種的であるが、自体の二の内にある単位に対しては非比較可能で異種的であり、他の数についても同様である、と我々は言うであろう。形相的数を措定する人々が主張するのもまさにその通りである。それゆえ、すなわち彼らの主張によれば自体の二に内在する形相的単位は自体の三の内にある単位に対して非比較可能で異種的であるのに対し、数学的数の単位はすべて互いに比較可能であるという理由によって、数学的数は数え上げられ、あらかじめ取られた単位にもう一つの単位が付加されると二となり、これら二つの単位に別の単位が組み合わされると三が構成され、これら三つの単位にもう一つの単位が結び合わされると四が生み出され、残りの数についても同様である。これに対して形相的数は、彼らによって語られるように非比較可能であって、彼らが言うには自体の「一」の後に自体の二が存在するのであり、それは自体の「一」に別の「一」が付加されて自体の二を完成させたのではなく、彼らによれば直ちに自体の二の内にある二つのものは最初の一とは別のものであり異種的であって(彼は再び自体の「一」を第一の一と呼んでいる)、第一の一なしに自体の二を生み出し、同様に自体の二なしに自体の三を生み出すのである。なぜなら、彼らは自体の二に別の「一」が付加されて自体の三が生じるのではなく、直ちに自体の三の内にある単位は自体の二の内にある単位とは別のものであり異種的であると主張するからである。彼らは他の数に関してもこれらに類することを言明している。

構文注2 件
  1. 13.15ἀνάγκη γὰρ εἴπερ ἔστιν αὐτοαριθμός ... ἤτοι εἶναι τὸν ἐχόμενον τοῦ προτέρου διαφέροντα

    ἀνάγκη の後に不定詞 εἶναι が導かれる非人称構文であり、その間に条件節 εἴπερ ἔστιν αὐτοαριθμός と、その句をアリストテレスの語句(ἀνάγκη δ’ εἴπερ ἔστιν...)によって言い換える長い挿入文が入っている。主節の骨格は「ἀνάγκη γὰρ ... ἤτοι εἶναι τὸν ἐχόμενον τοῦ προτέρου διαφέροντα ... ἢ οὐκ εἰσὶν ἑτεροειδεῖς」である。

  2. 13.15οὐ προστεθέντος τῷ αὐτοενὶ ἄλλου ἑνὸς καὶ ἀποτελέσαντος τὴν αὐτοδυάδα

    二つの分詞 προστεθέντος と ἀποτελέσαντος は、中性単数属格 ἄλλου ἑνός に一致する属格絶対構文である。「自体の『一』に別の『一』が付加されて自体の二を完成させたのではなく」という否定の付帯状況を表している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:743.4-744.16