← アフロディシアスのアレクサンドロス

アリストテレス『形而上学』注解

§726.33-727.40

分離した数学的対象と諸要素の際限なき増殖

アリストテレスの『形而上学』1076b11に対する注解。数学的対象が感覚的なものから分離して自立存在すると仮定した場合、より単純な構成要素が先行するという原理によって、立体の1種に対して面が3種、線が4種、点が5種と際限なく増殖してしまう不合理を立証する議論を敷衍・整理している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§13.3#1

" Ἀλλὰ μὴν οὐδὲ κεχωρισμένας γε εἶναι τοιαύτας φύσεις δυνατόν." Δείξας ὅτι ἀδύνατον τὰ μαθηματικὰ σώματα καὶ μεγέθη, ἄλλα ὄντα τῶν αἰσθητῶν, ἐν αὐτοῖς εἶναι, δείκνυσιν ὅτι οὐδὲ κεχωρισμένας καὶ αὐτὰς καθ’ αὑτὰς εἶναι τοιαύτας οὐσίας δυνατόν, ὥσπερ τὰς θείας οὐσίας καὶ ἀσωμάτους ἡμεῖς εἶναί φαμεν. εἰ γάρ εἰσι, φησί, στερεὰ ἢ σώματα (ταὐτὸν γάρ ἐστι τὸ σῶμα στερεὸν καὶ τὸ στερεὸν σῶμα), εἰ οὖν εἰσι σώματα μαθηματικὰ παρὰ τὰ αἰσθητὰ καὶ φυσικὰ κεχωρισμένα καὶ καθ’ αὑτὰ καὶ πρότερα ὡς ἁπλούστερα (τὸ γὰρ ἁπλούστερον πρότερον τοῦ συνθετωτέρου), δῆλον ὅτι καὶ παρὰ τὰ ἐπίπεδα τὰ ἐν τοῖς σώμασι τοῖς φυσικοῖς ὄντα ἔσονται ἄλλα ἐπίπεδα πρότερα· τοῦ γὰρ αὐτοῦ λόγου καὶ τῆς αὐτῆς αἰτίας.1 εἰ ἄρα εἰσὶ σώματα παρὰ τὰ αἰσθητὰ καὶ φυσικά, ἔσονται καὶ ἐπίπεδα παρὰ τὰ φυσικὰ ἐπίπεδα, ἁπλούστερα τῶν φυσικῶν ἐπιπέδων2 καὶ καθ’ αὑτὰ ὄντα καὶ οὐκ ἐν σώμασιν. ἀλλὰ μὴν εἰ τὰ μαθηματικὰ σώματα ἔχει ἐπίπεδα, ἔσονται τῶν τοιούτων ἐπιπέδων ἄλλα ἐπίπεδα ἁπλούστερα καὶ καθ’ αὑτά, ἐξ ὧν ὡς ἀπὸ ἁπλουστέρων γίνεται τὰ μαθηματικὰ σώματα. πάλιν ἐπεὶ ἐν τοῖς ἐπιπέδοις τοῖς οὖσι μετὰ τῶν μαθηματικῶν σωμάτων εἰσὶ γραμμαὶ καὶ ἐν αὐταῖς στιγμαί, ἔσονται καὶ παρὰ τὰς τοιαύτας γραμμὰς ἄλλαι ἁπλούστεραι γραμμαὶ καθ’ αὑτὰς οὖσαι καὶ μὴ ἐν ἐπιπέδοις τισί. πάλιν ἐπεὶ αἱ τοιαῦται γραμμαὶ αἱ καθ’ αὑτὰς οὖσαι καὶ μὴ ἐν ἐπιπέδοις τὸ εἶναι ἔχουσαι ἔχουσι στιγμάς, ἔσονται τῶν τοιούτων στιγμῶν ἄλλαι πρότεραι στιγμαὶ μὴ ἐν γραμμαῖς οὖσαι ἀλλ’ αὐταὶ καθ’ αὑτάς. τούτων δὲ τῶν στιγμῶν οὐκ ἔσονται ἄλλαι πρότεραι στιγμαί· ἁπλούσταται γάρ εἰσι διὰ τὸ μὴ κεῖσθαι ἐν γραμμαῖς. ὥστε, φησί, συμβαίνει εἶναι παρὰ τὰ αἰσθητὰ στερεὰ ἄλλα στερεὰ μοναχῶς, τουτέστιν ἓν γένος καὶ μίαν φύσιν στερεῶν, ἐπιπέδων δὲ παρὰ τὰ αἰσθητὰ καὶ τὰ φυσικὰ ἐπίπεδα γένη τριττά, τά τε παρὰ τὰ φυσικὰ ἐπίπεδα καὶ τὰ ἐν τοῖς μαθηματικοῖς σώμασι καὶ τὰ παρὰ τὰ ἐν τοῖς μαθηματικοῖς, ἃ καθ’ αὑτὰ ὑπάρχει. γραμμαὶ δέ, φησίν, ἔσονται τετραξαὶ καὶ στιγμαὶ πενταξαί,3 τουτέστι γένη δὲ καὶ φύσεις γραμμῶν ἔσονται τετραπλαῖ, στιγμῶν δὲ πενταπλαῖ. τοῦτο δὲ ὧδέ ἐστι δῆλον. ἓν μὲν γένος γραμμῶν ἔσται τὸ ὂν μετὰ τῶν ἐπιπέδων, ἅπερ ἐπίπεδα ἄλλα μὲν τῶν φυσικῶν ἐπιπέδων καθ’ αὑτὰ δὲ εἶναι ὁ λόγος ἠνάγκασεν· ἄλλο δὲ γένος γραμμῶν ἔσται τὸ ὂν μετὰ τῶν ἐπιπέδων τῶν ἐν τοῖς μαθηματικοῖς σώμασιν ὄντων· τρίτον δὲ γένος γραμμῶν ἔσται τὸ συνὸν τοῖς καθ’ αὑτὰ οὖσιν ἐπιπέδοις, ἀφ’ ὧν ὡς ἁπλουστέρων τὰ μαθηματικὰ ἐπίπεδα ἢ καὶ σώματα γίνεται· τέταρτον δὲ γένος γραμμῶν ἔσται τὸ ὂν παρὰ τὰς γραμμὰς τὰς ἐν τοῖς καθ’ αὑτὰ ἐπιπέδοις ὑπάρχουσιν οὔσας, λέγω δὴ αὐτὰς τὰς καθ’ αὑτὰς οὔσας γραμμὰς καὶ οὐκ ἐν ἐπιπέδοις ὅλως ὑπάρχουσιν οὔσας. στιγμῶν δὲ γένη εἰσὶ ταῦτα, πρῶτον μὲν τὸ συνὸν ταῖς γραμμαῖς ταῖς οὔσαις ἐν τοῖς ἐπιπέδοις τοῖς παρὰ τὰ φυσικὰ ἐπίπεδα οὖσι, δεύτερον δὲ τὸ συνὸν ταῖς γραμμαῖς ταῖς οὔσαις ἐν τοῖς ἐπιπέδοις τοῖς συνοῦσι τοῖς μαθηματικοῖς σώμασι· τρίτον γένος στιγμῶν ἔσται τὸ συνὸν ταῖς γραμμαῖς ταῖς συνούσαις τοῖς καθ’ αὑτὰ οὖσιν ἐπιπέδοις, ἀφ’ ὧν ὡς ἁπλουστέρων τὰ μαθηματικὰ ἐπίπεδα ἢ καὶ σώματα γίνεται· τέταρτον γένος τὸ συνὸν ταῖς καθ’ αὑτὰς οὔσαις γραμμαῖς καὶ μὴ ἐν ἐπιπέδοις οὔσαις· πέμπτον γένος στιγμῶν ἔσται αὐτὸ καθ’ αὑτὸ ὂν καὶ μὴ ἐν γραμμαῖς τὸ εἶναι ἔχον.

「しかし実に、そのような本性が分離して存在することも不可能である。」 数学的物体や大きさが、感覚的なものとは別のものでありながらそれらのうちにあることは不可能であると示した後、彼は、われわれが神的な実体や非物体的な実体が存在すると述べるように、そのような実体が分離し、それら自体として自立して存在することも不可能であると示す。なぜならもし、彼が言うには、立体ないし物体が存在するなら(というのも、立体である物体と物体である立体は同一であるから)、したがってもし感覚的かつ自然的なものとは別に、分離してそれ自体としてあり、より単純なものとしてより先にある(なぜなら、より単純なものはより合成されたものよりも先にあるから)数学的物体が存在するならば、自然的な諸物体のうちにある面とは別にも、より先にある他の面が存在することは明らかである。なぜなら同一の論理と同一の理由に属するからである。それゆえ、もし感覚的かつ自然的なものとは別に諸物体が存在するならば、自然的な諸面とは別にも、自然的な面よりも単純でそれ自体としてあり、諸物体のうちにはない面が存在するであろう。しかし実に、もし数学的物体が面を有するならば、そのような面とは別にも、より単純でそれ自体としてある他の面が存在し、より単純なものから生じるようにしてそれら[面]から数学的物体が生じることになるであろう。再び、数学的物体と共にある面のうちに線が存在し、それら[線]のうちに点が存在するのであるから、そのような線とは別にも、それ自体としてあり何らかの面のうちにはない、より単純な他の線が存在するであろう。再び、それ自体としてあり面のうちに存在を有してはいないそのような線が点を有しているのであるから、そのような点とは別にも、線のうちにあるのではなくそれら自体としてある、より先立つ他の点が存在するであろう。しかし、これらの点とは別により先立つ他の点は存在しないであろう。なぜなら、線のうちに置かれていないことによって、それらは最も単純なものであるからである。したがって、彼が言うには、感覚的立体とは別に他の立体が一重に、すなわち立体の一つの類と一つの本性があるのに対し、感覚的かつ自然的な面とは別には面の三つの類が、すなわち自然的な面とは別のものと、数学的物体のうちにあるものと、数学的[物体]のうちにあるものとは別でそれ自体として存在するものがあることになる。そして線は、彼が言うには、四重であり、点は五重である、すなわち線の類と本性は四倍であり、点の[類と本性]は五倍になるであろう。そしてこのことは次のように明らかである。線の第一の類は、自然的な面とは別でありながらそれ自体としてあると議論が強いたそれらの面と共にあるものとなるであろう。線の第二の類は、数学的物体のうちにある面と共にあるものとなるであろう。線の第三の類は、より単純なものから生じるようにしてそこから数学的面や物体が生じるところの、それ自体としてある面と共にあるものとなるであろう。線の第四の類は、それ自体としてある面のうちに存在する線とは別にあるもの、すなわちそれ自体としてあり、面のうちにはまったく存在しない線それら自体となるであろう。そして点の諸類は次の通りである。第一には、自然的な面とは別にある面のうちにある線と共にあるもの、第二には、数学的物体と共にある面のうちにある線と共にあるもの、点の第三の類は、より単純なものから生じるようにしてそこから数学的面や物体が生じるところの、それ自体としてある面と共にある線と共にあるものとなるであろう。第四の類は、それ自体としてあり面のうちにはない線と共にあるもの、点の第五の類は、それ自体としてあり、線のうちに存在を有してはいないものとなるであろう。

構文注3 件
  1. 13.3τοῦ γὰρ αὐτοῦ λόγου καὶ τῆς αὐτῆς αἰτίας

    述語属格(所属の属格)。主語および動詞ἐστίνが省略されており、「なぜなら[この帰結は]同一の論拠と同一の原因に属する(同一の論理と原因に基づく)からである」を意味する。

  2. 13.3ἁπλούστερα τῶν φυσικῶν ἐπιπέδων

    比較級(ἁπλούστερα)に伴う比較の属格(τῶν φυσικῶν ἐπιπέδων)。「自然的な面よりも単純な[面]」を指す。直後の τῶν τοιούτων ἐπιπέδων ἄλλα ἐπίπεδα ἁπλούστερα における属格も同様の比較の構文。

  3. 13.3τετραξαὶ καὶ στιγμαὶ πενταξαί

    数詞的形容詞(τετραξός, πενταξός)が主語の補語として用いられている。アレクサンドロスは直後でこれを「線の類と本性は四倍(τετραπλαῖ)であり、点のそれは五倍(πενταπλαῖ)である」と言い換えて解釈を定めている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:726.33-727.40