← アフロディシアスのアレクサンドロス

アリストテレス『形而上学』注解

§704.6-705.8

巻き戻す天球の幾何学的機能と惑星の運動

アリストテレスが言及するエウドクソスとカリッポスの惑星理論の文句を解説し、特に外側の天球の複合運動を相殺して下位の惑星の第一天球へと運動を復帰させる「巻き戻す天球」の幾何学的仕組みを同心円の図を用いて証明・解明している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§12.28#2

τὸ δὲ τῆς δὲ τρίτης ἁπάντων τοὺς πόλους ἐν τῷ διὰ μέσων τῶν ζῳδίων εἶναι ἀντὶ τοῦ πᾶσαι αἱ τρίται σφαῖραι τοὺς πόλους ἔχουσιν ἐν τοῖς κύκλοις τοῖς γραφομένοις διὰ μέσων τῶν ζῳδίων ὑπὸ τῶν κέντρων τῶν ἄστρων. τὸ δὲ τὴν αὐτὴν ἐτίθετο τάξιν, τουτέστι τῶν ἀποστημάτων, ἀντὶ τοῦ ὁποίας ἔλεγεν Εὔδοξος πρώτας καὶ δευτέρας σφαίρας, ταύτας καὶ ὁ Κάλλιππος πρώτας ἔφασκεν· καὶ ὅσον ἂν φέρε εἰπεῖν ἀφεστάναι τὴν Κρονιακὴν τῆς Ἑρμαϊκῆς σφαίρας ἔλεγεν ὁ Εὔδοξος, τοσοῦτον καὶ ὁ Κάλλιππος ἔφασκεν αὐτὴν ἀφεστηκέναι. τὸ δὲ καθ’ ἕκαστον τῶν πλανωμένων ἑτέρας σφαίρας μιᾷ ἐλάττονας εἶναι τὰς ἀνελιττούσας, ἀντὶ τοῦ ἐπειδὴ αἱ τὸν Κρόνον φέρουσαι σφαῖραι τέσσαρές εἰσιν, αἱ ἀνελίττουσαι τρεῖς ἔστωσαν· αἱ γὰρ τρεῖς μιᾷ ἐλάττονές εἰσι τῶν τεσσάρων. πάλιν ἐπεὶ αἱ τὸν Ἄρεα κατὰ Κάλλιππον φέρουσαι πέντε εἰσί, προσκείσθωσαν αὐταῖς ἀνελίττουσαι τέσσαρες· αἱ γὰρ τέσσαρες μιᾷ ἐλάττους εἰσὶ τῶν πέντε· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. τίνα δὲ χρείαν τῷ Ἀριστοτέλει παρέσχεν ἡ τῶν ἀνελιττουσῶν προσθήκη, εἴρηται ἐν τῇ Περὶ οὐρανοῦ. τὸ δὲ εἰς τὸ αὐτὸ ἀποκαθιστάσας τῇ θέσει τὴν πρώτην σφαῖραν ἀεὶ τοῦ ὑποκάτω τεταγμένου ἄστρου δῆλον ἔσται γράψασι1 κύκλους τινάς. ἔστωσαν γὰρ τρεῖς κύκλοι, ὁ αβ καὶ ὁ δε καὶ ὁ ζη. ἐν δὲ τῷ ζη ἔστω ὁ ἀστήρ, οἷον ὁ Ζεύς, καὶ ἔστω τὸ κ σημεῖον. τὸ δὲ α ἔστω σημεῖόν τι καὶ τὸ δ καὶ τὸ ζ καὶ τὸ βεη· μὴ ἔστωσαν δὲ ἀστέρες, ἀλλὰ νενοήσθωσαν μόνον σημεῖά τινα, καὶ τὸ α καὶ τὸ δ καὶ τὸ ζ ἐπὶ τῆς αὐτῆς εὐθείας· ὁμοίως καὶ τὰ βεη· καὶ κεκινήσθω ἡ μὲν αβ σφαῖρα ὡς ἐπὶ τὸ β σημεῖον, ὥστε ἐλθεῖν τὸ α ἐν ᾧ τὸ β ἐστίν· ἡ δὲ δε καὶ ἡ ζη κεκινήσθωσαν ἰσοταχῶς ὡς ἐπὶ τὰ δζ, ὥστε ἔρχεσθαι τὰ εη ἐπὶ τὰ δζ. ἐπεὶ οὖν ἐπὶ τὰ αὐτὰ κινοῦνται ἡ εδ καὶ ἡ ηζ σφαῖραι ἰσοταχεῖς οὖσαι, δῆλον ὅτι ἡ τῆς ηζ σφαίρας κίνησις διπλασίων ἐστὶ τῆς εδ σφαίρας κινήσεως· ὅση γάρ ἐστιν ἡ τῆς ηζ σφαίρας κίνησις, τοσαύτην αὑτῇ ἐνδίδωσι καὶ ἡ τῆς εδ σφαίρας κίνησις, ἐπειδὴ ἐπὶ τὰ αὐτὰ φέρονται· ὥστε ἐν ᾧ χρόνῳ τὸ ε ἐπὶ τὸ δ ἦλθεν, ἐν τῷ αὐτῷ χρόνῳ τὸ η τὸν ηζ κύκλον ὅλον διελθὸν ἦλθεν ἂν πάλιν ἐπὶ τὸ η, εἰ μὴ ἡ αβ σφαῖρα ἀντιφερομένη τῇ δε καὶ ὡς ἐπὶ τὸ β αὐτὴν ἕλκουσα οὐκ εἴα αὐτὴν ἐνδιδόναι2 τῇ ζη σφαίρᾳ ἄλλην τοσαύτην κίνησιν ὅσην αὐτὴ κινεῖται· ὥστε ἡ αβ ἐμποδίζουσα τὴν δε καὶ ὡς ἐπὶ τὸ β ἕλκουσα, καὶ ἡ δε ἐμποδίζει τὴν ζη, καὶ ἐπὶ τούτῳ ἀεὶ τὴν αὐτὴν θέσιν ἡ ζη περιφέρεια φυλάξει τῇ θέσει τῆς αβ· ὥστε ὅταν τὸ η ἐπὶ τὸ ζ ἔλθῃ, καὶ τὸ ζ ὅπου νῦν τὸ η ἐστί, τότε καὶ τὸ α ἐλεύσεται ὅπου νῦν τὸ β ἐστί, τὸ δὲ β ὅπου τὸ α, καί εἰσι πάντοτε ἐν τῇ αὐτῇ εὐθείᾳ τὰ αζ καὶ βη σημεῖα, καὶ ὅταν μὲν ἀνατέλλῃ τὸ α, ἀνατέλλει καὶ τὸ ζ, καὶ πάλιν ὅταν δύνῃ τὸ β, τότε καὶ τὸ η, καὶ οὐδέποτε οὔτε προανατέλλουσιν οὔτε προδύνουσι τοῦ αζ. κἂν ἡ αβ καὶ ἡ ηζ ἐπὶ τὰ αὐτὰ φέρωνται, τὸ αὐτὸ συμβήσεται. ἡ δὲ δε σφαῖρα νενοήσθω ἀνελίττουσα. τοῦτο οὖν ἐστιν ὅ φησι καὶ εἰς τὸ αὐτὸ ἀποκαθιστάσας τῇ θέσει τὴν πρώτην σφαῖραν ἀεὶ τοῦ ὑποκάτω τεταγμένου ἄστρου.

また、「すべての[惑星]の第三の天球の極が黄道の中央を通る[大円]のうちにある」という言辞は、すべての第三の天球が、星々の中心によって黄道の中央を通って描かれる円のうちに極を有している、ということの代わりである。 また、「同じ配列を措定した」、すなわち諸々の距離の[配列を措定した]という言辞は、エウドクソスがどのような天球を第一のもの、第二のものと語っていたにせよ、これらをカリッポスもまた第一のものと主張したということの代わりである。そして、例えばエウドクソスがクロノス[土星]の天球がヘルメス[水星]の天球からどれほど離れていると語っていたにせよ、まさにそれだけカリッポスもそれが離れていると主張したのである。 また、「惑星の各々について、巻き戻す天球が一つ少ない他の天球である」という言辞は、クロノスを運ぶ天球が四つである以上、巻き戻す天球は三つであれ、ということの代わりである。なぜなら、三つは四つよりも一つ少ないからである。再び、カリッポスによればアレス[火星]を運ぶ天球が五つである以上、それらには巻き戻す天球が四つ付け加えられよ。なぜなら、四つは五つよりも一つ少ないからである。他の[星々]についても同様である。巻き戻す[天球]の付加がアリストテレスにいかなる効用をもたらしたかは、『天体論』において述べられている。 また、「常に下方に配置された星の第一の天球を位置において同じ[状態]へと復帰させて」という言辞は、いくつかの円を描く者たちにとって明らかになるであろう。実際、三つの円、すなわち αβ、δε、ζη があるとせよ。そして ζη の内に星、例えばゼウス[木星]があるとし、κ 点であるとせよ。また α をある点とし、δ と ζ、そして β, ε, η もそうであるとせよ。ただし、これらは星々ではなく、単にある諸点としてのみ考えられるとせよ。そして α と δ と ζ は同一の直線上にあり、同様に β, ε, η もそうであるとせよ。そして αβ 天球はあたかも β 点に向かうかのように動かされ、その結果 α が β のある[場所]へと来るようにせよ。他方、δε と ζη は等速で δ, ζ に向かうかのように動かされ、その結果 ε, η が δ, ζ へと来るようにせよ。 それゆえ、εδ 天球と ηζ 天球は等速でありながら同一の〔方向〕に向かって動くのであるから、ηζ 天球の運動が εδ 天球の運動の二倍であることは明らかである。なぜなら、ηζ 天球の運動がどれほどであるにせよ、それらが同一の〔方向〕に向かって運ばれる以上、εδ 天球の運動もまさにそれだけの運動をそれに与えるからである。したがって、ε が δ へと達した時間の中で、もし αβ 天球が δε に抗して運ばれ、それをあたかも β に向かうかのように引き寄せることによって、それが自身が動くのと同等の別の運動を ζη 天球に与えることを許さないのでなかったならば、その同じ時間の中で η は ηζ 円全体を通過して再び η へと達したであろう。したがって、αβ は δε を妨げて β に向かうかのように引き寄せ、δε も ζη を妨げるのであり、それゆえに ζη の円周は常に αβ の位置と同じ位置を保つのである。その結果、η が ζ へと達し、ζ が現在 η のある場所へと達するとき、そのときには α も現在 β のある場所へと達し、β は α のある場所へと達し、α, ζ および β, η の各点は常に同一の直線上にあり、α が昇るときには ζ も昇り、再び β が沈むときには η も沈み、決して α, ζ に先立って昇ることも先立って沈むこともない。たとえ αβ と ηζ が同一の〔方向〕に向かって運ばれるとしても、同じことが生じるであろう。他方、δε 天球は巻き戻すものとして考えられるとせよ。それゆえ、彼が「また、常に下方に配置された星の第一の天球を位置において同じ[状態]へと復帰させて」と言っているのは、このことなのである。

構文注2 件
  1. 12.28γράψασι

    非人称表現 δῆλον ἔσται に対する指示的与格(判断者・関与者の与格)である。「幾らかの円を描く者にとって明らかになるであろう」という条件的な含意を持つ分詞構文として機能している。

  2. 12.28εἰ μὴ ἡ αβ σφαῖρα ἀντιφερομένη τῇ δε καὶ ὡς ἐπὶ τὸ β αὐτὴν ἕλκουσα οὐκ εἴα αὐτὴν ἐνδιδόναι

    接続詞 εἰ μή(もし〜でなかったならば)に導かれる反実仮想の条件節の中で、動詞と密着した否定詞 οὐ を伴う οὐκ εἴα(許さなかった=妨げた)が用いられている。否定の冗言ではなく、οὐκ εἴα という一まとまりの否定概念全体を εἰ μή が否定しており、「もし αβ 天球が……[与えることを]許さないのでなかったならば(=妨げなかったのであったならば、すなわち許していたならば)」と解釈される。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:704.6-705.8