← アフロディシアスのアレクサンドロス

アリストテレス『形而上学』注解

§700.12-701.26

第一の実体の数と不動の動者の複数性

第一の実体が一つであるか複数であるかという問いを導入し、原因の数について明確な論証を与えなかったイデア論者を批判した上で、惑星の運行の数に対応する複数の不動の動者が存在することを論証する議論の前提を整理する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§12.27#1

" Πότερον δὲ μίαν θετέον τὴν τοιαύτην οὐσίαν ἢ πλείους." Δείξας ὅτι ἡ πρώτη ἀρχὴ μία ἐστὶν ἀσώματος οὖσα καὶ μήτε καθ’ αὑτὸ μήτε κατὰ συμβεβηκὸς κινουμένη, ἀλλ’ ἔστι πάντῃ ἀκίνητος, ζητεῖ πότερον μία ἐστὶν ἡ τοιαύτη οὐσία ἢ πλείους, καὶ εἰ μή ἐστι μία ἀλλὰ πλείους, πόσας δεῖ ταύτας τιθέναι; δεῖ δὲ μὴ λανθάνειν ἀλλὰ μεμνῆσθαι καὶ ἐνθυμεῖσθαι καὶ τὰς τῶν ἄλλων ἀποφάσεις καὶ γνώμας. καὶ τίνος χάριν δεῖ μεμνῆσθαι ἐπάγει, ὅτι σαφὲς οὐδέν τι περὶ τοῦ πλήθους τῶν τοιούτων αἰτίων εἰρήκασι, πότερον τὰ τοιαῦτα αἴτια τρία εἰσὶν ἢ εἴκοσιν ἢ ἄλλος τις ἀριθμός. οἱ μὲν γὰρ τὰς ἰδέας αἰτίας τῶν τῇδε τιθέμενοι πότερον καὶ τῶν κινήσεων αἰτίας ἐτίθεντο οὐδὲν λέγουσιν. ὅμως ἐπεὶ ὅλως αἰτίας αὐτὰς τίθενται, οὐδὲν περὶ τοῦ πλήθους αὐτῶν ἐσκεμμένως λέγουσι· καίτοι ἔδει περὶ τοῦ τῶν αἰτίων ἀριθμοῦ εἰρηκέναι· ἀλλὰ μόνον τὰς ἰδέας ἀριθμοὺς λέγοντες, τὸν δὲ ἀριθμὸν ὁτὲ μὲν ἄχρι τῆς δεκάδος ὁρίζοντες καὶ εἰς αὐτὴν ἀποπερατοῦντες, ὁτὲ δὲ ἄπειρον αὐτὸν λέγοντες φαίνονται ὅτι ποτὲ μὲν ἀπείρους αὐτάς φασιν, ὁτὲ δὲ πεπερασμένας. εἰ γὰρ αἱ ἰδέαι ἀριθμοί, ὁ δ’ ἀριθμὸς ἄχρι τῆς δεκάδος ἵσταται, αἱ ἰδέαι ἄρα δέκα. πάλιν εἰ αἱ ἰδέαι ἀριθμός, ὁ δ’ ἀριθμὸς ἄπειρος, αἱ ἰδέαι ἄρα ἄπειροι. ὥστε οὐδαμῶς ἰδίᾳ περὶ τούτων ἀπεφήναντο, εἴτε μόνως ἀπείρους αὐτὰς δεῖ λέγειν εἴτε μόνως πεπερασμένας, ἀλλὰ ἄνευ ἀποδεικτικῆς σπουδῆς τὰ περὶ τῶν ἰδεῶν αὐτοῖς λέγεται. αἰτιασάμενος δὲ αὐτοὺς διὰ τὸ μηδὲν ἀποδεικτικῶς εἰρηκέναι περὶ τοῦ τῶν ἰδεῶν πλήθους, καὶ ταῦτα αὐτὰς αἰτίας εἶναι τῶν τῇδε λέγοντας,1 αὐτὸς περὶ τοῦ ἀριθμοῦ τῶν κινητικῶν αἰτίων ὁπόσα ἐστὶν εἰπεῖν προτίθεται. πρῶτον δὲ συνίστησιν ὅτι εἰσὶ καὶ ἄλλα αἴτια κινητικὰ τοῦ Κρόνου καὶ Διὸς καὶ τῶν λοιπῶν πλανήτων ἀστέρων· ὡς γὰρ ἐρεῖ, καὶ αἱ σφαῖραι διὰ τοὺς ἀστέρας γεγόνασιν· εἶτα εὑρὼν ὁπόσαι αἱ σφαῖραι, ἀποφανεῖται ὅτι καὶ τὸ πλῆθος τῶν κινούντων αἰτίων τοσοῦτόν ἐστιν ὅσον τὸ τῶν σφαιρῶν· ἓν γὰρ ἑνός ἐστι κινητικόν. ταῦτα δὲ πάλιν πάντα ἀνάξει ὑπὸ τὸ πρῶτον αἴτιον, λέγω δὴ τὸ ζῷον ἀΐδιον ἄριστον, ὃ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκὸς εἶναι ἀκίνητον ἀπέδειξεν, ὁμοίως καὶ τὰ τῶν ἄλλων σφαιρῶν κινητικά· καὶ αὐτὰ γὰρ καθ’ αὑτά ἐστιν ἀκίνητα καὶ κατὰ συμβεβηκός. τί δὲ ἡ πρώτη καὶ ἀπλανὴς οὐχ ὑπὸ τῆς οἰκείας ψυχῆς κινηθήσεται; ἢ κινεῖται μὲν καὶ ἡ ἀπλανὴς καὶ αἱ λοιπαὶ σφαῖραι ὑπὸ τῶν οἰκείων ψυχῶν, ἀλλ’ οὐχ ὡς τὰ ζῷα (τούτων γὰρ αἱ ψυχαὶ ῥιπτοῦσι καὶ βιάζονται τὰ ἐν οἷς εἰσι σώματα), ἀλλ’ οὕτως ὥσπερ ἐν τῷ Β τῆς Περὶ οὐρανοῦ εἴρηται, ὑπὸ δὲ τοῦ πρώτου κινοῦνται ὡς ἐφετοῦ καὶ ὀρεκτοῦ. ἀλλὰ ταῦτα μὲν προδιωρίσθω, ἡμῖν δέ, φησὶν ὁ Ἀριστοτέλης, ἐκ τῶν ὑποκειμένων καὶ δεδειγμένων ῥητέον ὅτι ἡ πρώτη ἀρχὴ τὸ πρῶτον πάντων τῶν ὄντων ἀκίνητόν ἐστι καὶ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός, κινοῦν δὲ ὡς ἐφετὸν δηλονότι τὴν πρώτην καὶ ἀΐδιον καὶ μίαν κίνησιν. Ἐπεὶ δὲ τὸ κινούμενον ἀνάγκη ὑπό τινος κινεῖσθαι, καὶ τὸ πρῶτον κινοῦν ἀκίνητον εἶναι καὶ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός (αἱ γὰρ ψυχαὶ εἰ καὶ πρῶτα κινητικά ἐστι τῶν ζῴων, ὅμως κινοῦνται καὶ κατὰ συμβεβηκός), καὶ ἐπεὶ ἀνάγκη τὴν ἀΐδιον κίνησιν ὑπὸ ἀιδίου κινητικοῦ γίνεσθαι καὶ τὴν μίαν καὶ συνεχῆ ὑφ’ ἑνός (δέδεικται γὰρ καὶ τοῦτο ἐν τῇ Φυσικῇ ἀκροάσει), εἰ μὲν ἦν μία κίνησις, ἐπειδή, ὡς δέδεικται, ἡ μία ὑφ’ ἑνὸς κινητικοῦ γίνεται, ἀναγκαῖον ἦν λέγειν καὶ τὸ κινοῦν ἕν. ἐπεὶ δὲ ὁρῶμεν2 παρὰ τὴν τοῦ παντὸς ἁπλῆν κίνησιν (λέγει δὲ πᾶν τὴν ἀπλανῆ, ἣν φαμεν κινεῖν ὡς ἐφετὸν τὴν πρώτην καὶ ἀκίνητον οὐσίαν) ἄλλας φορὰς τὰς τῶν πλανητῶν ἀϊδίους καὶ αὐτάς (ἀΐδιον γὰρ καὶ ἄστατον τὸ κύκλῳ σῶμα καὶ οὐδέποτε ἠρεμοῦν δέδεικται ἐν τῇ Περὶ οὐρανοῦ), ἐπειδὴ οὖν τοῦθ’ ὁρῶμεν, ἀνάγκη καὶ τῶν πλανωμένων ἑκάστην φορὰν ὑπὸ ἀκινήτου τε κινεῖσθαι καὶ καθ’ αὑτὴν ἀκινήτου οὐσίας.

「しかし、このような実体は一つと措定すべきか、それとも複数と措定すべきか。」 第一の原理が、非物体的であり自体的にも付帯的にも動かされず全き不動であるような一なるものであることを示したのち、彼は、このような実体は一つであるのか複数であるのか、そしてもし一つではなく複数であるとすれば、これらを幾つと措定すべきであるのかを問う。しかし[他の人々の見解を]見落とすことなく、他の人々の言明や判断をも想起し心に留めるべきである。そして何のために想起すべきであるのかを彼[アリストテレス]は付け加え、その理由は、彼ら[他の人々]がこのような原因の数について、このような原因は三つであるのか二十であるのか、それとも他の何らかの数であるのか、明白なことを何も述べていないからである。というのも、イデアをこの世のものの原因と措定する人々は、[イデアが]諸運動の原因でもあると措定していたのか否かについて何も語っていないからである。とはいえ、彼らがイデアを全体として原因と措定する以上、その数について検討して語ってはいない。原因の数について語るべきであったにもかかわらず。それどころか、ただイデアを数と呼び、数をあるときは十までと限定してそこに終止させ、あるときはそれを無限であると語ることによって、彼らはあるときはそれらを無限であると言い、あるときは有限であると言っているように見える。なぜなら、もしイデアが数であり、数が十までで止まるなら、イデアは十である。他方、もしイデアが数であり、数が無限であるなら、イデアは無限である。したがって、彼らはこれらについて、それらをただ無限と語るべきなのか、ただ有限と語るべきなのかを独自に表明することは決してなく、イデアについての事柄は論証的な真摯さなしに彼らによって語られているのである。彼らがイデアの数について論証的に何も語らなかったこと、しかもそれらがこの世のものの原因であると語りながらそうであったことを非難したのち、彼自身は、動かす原因の数が幾つであるかを語ることを企てる。そしてまず、土星や木星や残りの惑星を動かす他の原因も存在することを論証する。なぜなら、彼が言うことになるように、天球も天体たちのために生じたからである。次いで、天球が幾つであるかを見出した上で、動かす原因の数も天球の数と同じだけあると表明するであろう。一なるものは一なるものを動かすからである。そして彼はこれらすべてを再び第一の原因、すなわち彼が自体的にも付帯的にも不動であると論証した永遠にして最善の生物のもとに還元するであろう。同様に他の天球を動かすものたちも[還元する]。それら自身も自体的・付帯的に不動だからである。では、第一の恒星天球はそれ自身の魂によって動かされないのであろうか。あるいはむしろ、恒星天球も残りの天球もそれら自身の魂によって動かされるのではあるが、動物たちのようにではない(動物たちの魂は、それが内在する身体を投げ飛ばし強制する)。そうではなく、『天体論』第2巻で語られているように動かされ、第一のものによっては愛求されるもの・思慕されるものとして動かされるのである。しかしこれらのことは前もって規定されたものとしておこう。私たちには、とアリストテレスは言う、前提とされ論証された諸命題から、第一の原理、すべての存在物の第一のものは、自体的にも付帯的にも不動であり、明らかに第一にして永遠かつ単一の運動を、愛求されるものとして動かしていると語られねばならない。 そして、動かされるものは何らかのものによって動かされることが必然であり、第一の動かすものは自体的にも付帯的にも不動でなければならず(なぜなら、魂は動物たちの第一の動かすものであるとしても、やはり付帯的にも動かされるからである)、また永遠の運動は永遠の動かすものによって生じ、単一で連続的な運動は一なるものによって生じることが必然である以上(なぜなら、このことも『自然学講義』において論証されているからである)、もし単一の運動であったなら、論証されているように単一の運動は一なる動かすものによって生じるのであるから、動かすものも一であると語ることが必然であった。しかし、宇宙全体の単純な運動(そして彼は恒星天を宇宙全体と呼んでおり、第一の不動の実体が愛求されるものとして動かすと私たちが言うのはこれである)のほかに、惑星の他の運行、それら自身もまた永遠である運行を見る以上(なぜなら、円運動する物体が永遠で静止せず、決して停止しないことは『天体論』において論証されているからである)、それゆえこれを見る以上、惑星のそれぞれの運行もまた、不動の実体、それ自体不動の実体によって動かされることが必然である。

構文注2 件
  1. 12.27καὶ ταῦτα αὐτὰς αἰτίας εἶναι τῶν τῇδε λέγοντας

    καὶ ταῦτα に分詞(λέγοντας)が後続する慣用構文で、「しかも〜と言いながら/〜であるにもかかわらず」という譲歩的・付加的意味を表す。分詞 λέγοντας は直前の動詞 αἰτιασάμενος の目的語である αὐτούς(プラトン派の人々)に一致している。

  2. 12.27ἐπεὶ δὲ ὁρῶμεν ... ἐπειδὴ οὖν τοῦθ’ ὁρῶμεν

    文の再開(resumptive construction)の構文。ἐπεὶ δὲ ὁρῶμεν で開始された理由節が、恒星天球の定義や天体の円運動の永遠性に関する挿入句によって大きく隔てられたため、接続詞と動詞を ἐπειδὴ οὖν τοῦθ’ ὁρῶμεν として反復・照応させ、主節(ἀνάγκη...)への連結を再開している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:700.12-701.26