← アフロディシアスのアレクサンドロス

アリストテレス『形而上学』注解

§612.34-613.25

各範疇における基底としての一と色の例証

アリストテレスが『形而上学』第10巻第2章(1053b24)で「一」が独立の実体ではなく各範疇において何らかの自然を基底にもつと論じる箇所を注解し、色における「白」を例に、アリストテレス本文の議論の骨格を整理するとともに、色についての詳細な記述を議論の本筋にとって冗長な挿入と判定している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§10.7#1

" Ἔτι δ’ ὁμοίως ἐπὶ πάντων ἀναγκαῖον ἔχειν. λέγεται δ’ ἰσαχῶς τὸ ὂν καὶ τὸ ἕν." Καὶ τοῦτο ἐπιχείρημα δεικτικόν ἐστι τοῦ μὴ ἂν εἶναι τὸ ἓν οὐσίαν,1 λέγων ὅτι ἐὰν ἐπὶ τῶν ἐννέα κατηγοριῶν τῶν παρὰ τὴν οὐσίαν οὐδέν τι δύναται ἓν εἶναι καὶ καθ’ αὑτὸ ὑφεστὼς ἀλλ’ ἑκάστῳ ἑνὶ ὑπόκειται ἢ λευκὸν ἢ ψόφος ἢ ἄλλο τι, εἰκότως οὐδὲ ἐν τῇ οὐσίᾳ ἔσται τι ἕν, ᾧ μὴ ὑπόκειται ἢ Σωκράτης ἢ θεὸς ἢ ἄλλο τι. ὁμοίως δὴ ἐπὶ πάντων ἀναγκαῖον ἔχειν. τίς γὰρ ἡ αἰτία τοῦ τοῖς μὲν ποιοῖς ἢ ποσοῖς ἢ τοῖς ἄλλοις λέγειν ὡς ὑπόκειταί τις φύσις τῷ ἑνί, τῷ δὲ ἐν τῇ οὐσίᾳ ἑνὶ οὐχ ὑποκείσεταί τι,2 ἀλλ’ αὐτὸ ἔσται οὐσία. λέγεται δὲ τὸ ἓν καὶ τὸ ὂν ἰσαχῶς, ὅτι καὶ ἀντιστρέφει, ὡς ἐδείχθη ἐν ταύτῃ τῇ πραγματείᾳ· ὥστε εἴπερ ἐν τοῖς ποιοῖς ἐστί τι τὸ ἓν καὶ τίς φύσις ἑτέρα παρὰ τὸ ἕν, ὁμοίως δὲ καὶ ἐν τοῖς ποσοῖς, ζητητέον τί τὸ ἓν ὥσπερ καὶ τὸ ὄν· οὐ γὰρ ἱκανὸν τὸ λέγειν ὅτι τοῦτο αὐτὸ τὸ ἓν εἶναι καὶ ἡ φύσις ἐστὶν αὐτοῦ. ὅτι δὲ ἐν ταῖς παρὰ τὴν οὐσίαν κατηγορίαις ὑπόκειταί τις φύσις τῷ ἑνὶ δῆλον. ἔστι γὰρ ἐν χρώμασί τι τὸ ἓν οἷον τὸ λευκόν, τὰ δ’ ἄλλα ὥσπερ τὸ φαιὸν καὶ ἐρυθρὸν ἐκ τούτου τέ εἰσι καὶ τοῦ μέλανος. τὸ δὲ μέλαν ἐστὶ στέρησις λευκοῦ ὥσπερ καὶ τὸ σκότος φωτός· στέρησις γὰρ φωτὸς τὸ σκότος ἐστίν. ταῦτα δὲ παρέλκοντά ἐστι, τό τε ὅτι ἐκ τοῦ λευκοῦ3 καὶ τοῦ μέλανός ἐστι τὰ ἄλλα, καὶ τὸ ὅτι τὸ μέλαν στέρησίς ἐστι τοῦ λευκοῦ ὥσπερ καὶ τὸ σκότος φωτός· οὐδεμίαν γὰρ κατ’ ἐμὲ ἀκολουθίαν ἔχει πρὸς τὰ λεγόμενα. ἔστι μὲν οὖν, ὡς εἴρηται, ἐν χρώμασί τι τὸ ἓν οἷον λευκόν· ὥστε εἰ πάντα τὰ ὄντα χρώματα ἦν καὶ μηδὲν ἦν τῶν ἄλλων, ἦν ἂν ἀριθμός τις τὰ ὄντα, τουτέστιν ἦν ἂν ἀριθμός τις τῶν χρωμάτων. αὐτὸς δὲ εἶπεν ἦν ἂν ἀριθμός, εἶτα ἐπήγαγεν ἀλλὰ τίνων; καὶ ἐρωτήσας διὰ τοῦ ἀλλὰ τίνων; ἀποκρίνεται λέγων δῆλον ὅτι χρωμάτων, ὡς εἰ ἔλεγεν ὅτι οὐκ αὐτὸ τοῦτο ἀριθμὸς ἦν ἄν, ἀλλ’ ἀριθμὸς χρωμάτων. ὅτι δὲ ἀριθμὸς ἂν ἦν τῶν χρωμάτων, δῆλον.

「さらに、すべてのものについて同様に成り立っていることが必然である。そして存在と一とは同等の仕方で語られる。」 この論証もまた、一が実体ではありえないことを示すものであり、実体以外の九つの範疇において何ものも一としてそれ自体で存立していることはできず、むしろ個々の一に対して白であれ物音であれ他の何らかのものであれ基底に横たわっているのだとすれば、当然のことながら実体においても、ソクラテスであれ神であれ他の何らかのものであれ基底に横たわっていないような一は存在しないであろう、と彼は述べている。実にすべてのものについて同様に成り立っていることが必然なのである。というのも、質や量やその他のものたちに対しては何らかの自然が一の基底に横たわっていると語るのに、実体における一に対しては何ものも基底に横たわらず、むしろそれ自体が実体であるとする理由が何であろうか。一と存在とは、この著作において示されたように互いに換位可能でもあるゆえに、同等の仕方で語られる。それゆえ、もし質において何らかの一が存在し、一の傍らに何らかの別の自然が存在し、同様に量においてもそうであるならば、存在についてと同様に一とは何であるかが問い究められねばならない。なぜなら、これそのものが一であること、そしてこれがその自然であると語るだけでは十分でないからである。そして実体以外の範疇において何らかの自然が一の基底に横たわっていることは明らかである。なぜなら色においては白のように何らかの一が存在し、灰色や赤のような他の色はこれ[白]と黒から生じるからである。そして黒は光に対する闇と同様に白の欠除である。なぜなら闇は光の欠除だからである。しかし、他の色が白と黒から生じるということ、および黒が光に対する闇のように白の欠除であるということは、余計な挿入である。というのも、私の見るところ、語られている事柄に対して何の論理的一貫性ももたないからである。それゆえ、言われたように、色においては白のような何らかの一が存在する。したがって、もしすべての存在者が色であり、他のいかなるものも存在しなかったとすれば、存在者は何らかの数、すなわち色の何らかの数であったであろう。しかし彼自身は「数であったであろう」と言い、次いで「だが何[の数]か」と付け加えた。そして「だが何[の数]か」によって問いかけた上で、「明らかに色[の数]である」と答えている。これはあたかも、それ自体として数であったのではなく、色の数であったであろう、と述べていたかのようである。そして、それが色の数であったであろうということは明らかである。

構文注3 件
  1. 10.7τοῦ μὴ ἂν εἶναι τὸ ἓν οὐσίαν

    形容詞 δεικτικόν の目的格的属格補語として機能する冠詞付き不定詞句。ἄν と不定詞 εἶναι の結合は、可能・潜在(「実体ではありえないこと」)または反実仮想的帰結を含意している。

  2. 10.7τίς γὰρ ἡ αἰτία τοῦ τοῖς μὲν ποιοῖς ἢ ποσοῖς ἢ τοῖς ἄλλοις λέγειν ὡς ὑπόκειταί τις φύσις τῷ ἑνί, τῷ δὲ ἐν τῇ οὐσίᾳ ἑνὶ οὐχ ὑποκείσεταί τι

    αἰτία に係る属格の冠詞 τοῦ に導かれる不定詞 λέγειν の構文。与格名詞句(τοῖς μὲν ποιοῖς...)に対して「一に何らかの自然が基底にある」という内容の ὡς 節が係り、一方、対比される τῷ δὲ ἐν τῇ οὐσίᾳ ἑνὶ については直説法未来(οὐχ ὑποκείσεται)の節が対置されて二重基準の不合理性を突く反問文を形成している。

  3. 10.7ταῦτα δὲ παρέλκοντά ἐστι, τό τε ὅτι ἐκ τοῦ λευκοῦ καὶ τοῦ μέλανός ἐστι τὰ ἄλλα, καὶ τὸ ὅτι τὸ μέλαν στέρησίς ἐστι τοῦ λευκοῦ

    παρέλκοντα は文法・注解術語で「余計な」「余剰の(文脈の本筋に不要な)」の意(迂言的現在形 παρέλκοντά ἐστι)。中性複数代名詞 ταῦτα を、接続詞 τε...καί で結ばれた二つの冠詞付き名詞節(τό τε ὅτι... καὶ τὸ ὅτι...)が同格として展開・詳述している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:612.34-613.25