← アフロディシアスのアレクサンドロス

アリストテレス『形而上学』注解

§605.18-606.26

第一の尺度としてのモナスと事物の探究

アレクサンドロスは、名称に最も近い一とは量の第一の尺度であるモナス[単一者]であることを論じ、さらに元素と火の区別を例に引いて「事物」と「述語(名称)」に関する二つの探求の相違を説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§10.1#3

μή ποτε δὲ ἐπειδή, ὡς ἐρεῖ, τὸ ἕν, ὅπερ ἐγγὺς τῷ ὀνόματί ἐστιν, οὐδὲν ἄλλο τυγχάνει ὂν ἢ τὸ μέτρον καὶ ἀρχὴ τοῦ ποσοῦ ᾗ ποσόν, καὶ τούτου μάλιστα τὸ μέτρον τοῦ διωρισμένου ποσοῦ, ὅπερ ἐστὶν ἡ μονάς, δι’ ἣν λέγεται καὶ ἡ δίεσις ἓν καὶ μέτρον καὶ ἀρχὴ τῶν φθόγγων καὶ τοῦ βάρους ἡ λίτρα, μήποτε οὖν διὰ ταῦτα πόρρω ᾐνίξατο τοῦτο,1 λέγων, ὅτι ἡ μονὰς ἐγγύς ἐστι τῷ ὀνόματι, τὰ ἄλλα ἥ τε δίεσις καὶ ἡ λίτρα καὶ ἡ ποδιαία γραμμὴ καὶ τὰ ἄλλα ὧν ἐκεῖσε μνημονεύσει δυνάμει εἰσὶν ἓν καὶ οὐ καθ’ αὑτό. τὸ δὲ ὥσπερ περὶ στοιχείου καὶ αἰτίου εἰ δέοι λέγειν ἐπί τε τοῖς πράγμασι διορίζοντα καὶ τὰ ἑξῆς συνεχές ἐστι τοῖς ἄνω2 τοῖς δεῖ δὲ κατανοεῖν ὅτι οὐχ ὡσαύτως ληπτέον λέγεσθαι ποῖά τε ἓν λέγεται. καὶ ἔστιν ἡ πᾶσα τοῦ λόγου συνέχεια τοιαύτη· δεῖ κατανοεῖν ὅτι ἑτέρα ἐστὶν ἡ ζητοῦσα ζήτησις τὰ ὑποκείμενα, καθ’ ὧν τὸ ἓν λέγεται, καὶ ἑτέρα ἡ τὸ ἑνὶ εἶναι καὶ τὴν φύσιν καὶ τὴν οὐσίαν τοῦ ἑνὸς ζητοῦσα, ὥσπερ καὶ περὶ στοιχείου καὶ αἰτίου· διαφέρει γὰρ τὸ ζητεῖν τίς φύσις καὶ λόγος τοῦ στοιχείου, ὅτι ἐξ οὗ πρώτου φέρε εἰπεῖν ἐλαχίστου καὶ εἰς ὃ ἔσχατον ἐλάχιστον τὰ ἐκ τούτου ἀναλύεται, τῆς ζητήσεως, ἥπερ ζητεῖ τίνων τὸ στοιχεῖον καὶ ἡ τοιαύτη φύσις κατηγορεῖται, καὶ τίνι συνέβη στοιχείῳ εἶναι, πότερον τῷ πυρὶ ἢ ἄλλῳ τινί. ὅτι δὲ διάφοροι αἱ τοιαῦται ζητήσεις δῆλον· ἄλλον γὰρ ἀποδίδομεν τοῦ πράγματος, λέγω δὴ τοῦ πυρός, ὅρον καὶ ἄλλον τοῦ ὀνόματος, ὄνομα λέγων αὐτὸ τὸ κατηγόρημα ἤτοι τὸ στοιχεῖον. κατηγορεῖται γὰρ τὸ στοιχεῖον κατὰ τοῦ πυρός· φαμὲν γὰρ τὸ πῦρ στοιχεῖον. καὶ ἔστι, φησί, τὸ πῦρ τρόπον μέν τινα στοιχεῖον, τρόπον δέ τινα οὐκ ἔστιν· ὅταν μὲν γὰρ ὡς πῦρ ἐξετάζῃ τις αὐτὸ καὶ τὴν φύσιν αὐτοῦ τίς ἐστιν, ὅτι ξηρὰ καὶ θερμή, μὴ πολυπραγμονῶν εἴτε γίνεται τι ἐξ αὐτοῦ εἴτε καὶ μή, οὐκ ἔστι στοιχεῖον· ὅταν δὲ ὡς πρᾶγμα καὶ φύσιν τινά, ὅτι ἐξ αὐτοῦ γίνεται τὰ ἄλλα καὶ εἰς αὐτὸ ἀναλύεται, ἐστὶ στοιχεῖον. ἢ τὸ ἔστι τὸ πῦρ τρόπον μέν τινα στοιχεῖον, τρόπον δέ τινα οὐκ ἔστι λέγοι ἂν ὅτι ἐπειδὴ κυρίως καὶ πρώτη ἀρχὴ πάντων καὶ στοιχεῖον ἡ ἀνείδεός ἐστιν ὕλη, τρόπον μέν τινα τὸ πῦρ ὡς πρὸς αὐτὴν συγκρινόμενον οὐκ ἔστι στοιχεῖον, τρόπον δέ τινά ἐστιν· τὰ γὰρ σύνθετα πάντα προσεχῶς ἐξ αὐτοῦ καὶ γῆς καὶ ἀέρος καὶ ὕδατος συνίσταται. τὸ δὲ ὄνομα οἷον τὸ στοιχεῖον, ὃ κατὰ τοῦ πυρὸς λέγεται, σημαντικόν ἐστιν τοῦ ἔστι τι ὃ γέγονεν ἐκ τούτου πρώτου τοῦ πυρός, ἐνυπάρχοντος τοῦ πυρὸς τῷ γεγονότι ἐξ αὐτοῦ ἤτοι τῷ στοιχειωτῷ,3 διὰ τὸ συμβεβηκέναι τῷ πυρὶ τοδί, τουτέστι τὸ ἐξ αὐτοῦ ὡς πρώτου ἐνυπάρχοντος εἶναι τὰ ἄλλα. ὅτι γὰρ συμβέβηκε τῷ πυρὶ ἐξ αὐτοῦ πρώτου γίνεσθαί τινα, ἐνυπάρχοντι τοῖς ἐξ αὐτοῦ γινομένοις, διὰ τοῦτο λέγεται στοιχεῖον. τὸ δ’ ἔστιν ἴσως καθ’ αὑτὸ καὶ τὸ ἄπειρον πρόσκειται, ἐπειδὴ οἱ ἓν τὸ στοιχεῖον λέγοντες καὶ ἄπειρον αὐτὸ ὑπετίθεντο· λέγοι δ’ ἂν ὅτι ἴσως ἐστὶ καὶ τὸ ἄπειρον στοιχεῖον, ὡς εἰ ἔλεγε ‘τοῦτο γὰρ πάνυ πολλὰς εὐθύνας δεδωκὸς λεγέσθω νῦν κατὰ πολλὴν ἄδειαν στοιχεῖον’. ὡς οὖν ἐπὶ τοῦ στοιχείου ἔχει, οὕτω καὶ ἐπὶ τοῦ αἰτίου καὶ τοῦ ἑνὸς καὶ τῶν τοιούτων ἁπάντων. τὸ δὲ διὸ καὶ τὸ ἑνὶ εἶναι τὸ ἀδιαιρέτῳ ἐστὶν εἶναι, εἴ τι συνίημι,4 οὐδεμίαν πρὸς τὰ προσεχῶς λεχθέντα ἀκολουθίαν ἔχει, ἀλλ’ οἶμαι ἐπανάληψίς ἐστι τῶν περὶ τοῦ ἑνός, ἵνα ἀκολούθως εἴποι καὶ ποῖόν ἐστιν ἐκεῖνο τὸ ἕν, ὅπερ μάλιστα ἐγγὺς τῷ ὀνόματί ἐστιν. καὶ εἴη ἂν λέγων διὰ τούτου ὅτι τὸ ἑνὶ εἶναι ἤτοι ἡ φύσις τοῦ ἑνός, τοῦτό ἐστι τὸ ἀδιαίρετον εἶναι· ὅπερ ἓν οὐ καθ’ αὑτό ἐστιν ἀλλὰ τόδε τι, ἄνθρωπος, εἰ τύχοι, μονὰς ἢ λίθος ἢ τι ἄλλο ἰδίᾳ χωριστὸν ὄν, ἤτοι ἀδιαίρετον ἢ τόπῳ ἢ εἴδει ἢ διανοίᾳ ἢ τῷ ὅλῳ καὶ ἀδιαιρέτῳ. τίνα δέ ἐστι ταῦτα, εἴρηται πολλάκις.

しかし、おそらく彼が述べるように、名称に近い一とは、量である限りでの量の尺度にして原理、とりわけ区切られた量の尺度であるモナス[単一者]以外の何ものでもなく、これによってディエシス[半音以下の微小音程]も楽音の「一」かつ尺度にして原理と言われ、リーブラ[天秤の単位]も重量のそれと言われるのであるから、おそらくそれゆえに彼は遠回しにこのことを暗示して、モナスは名称に近く、その他のもの、すなわちディエシスやリーブラや一尺の線、および彼があの箇所で言及するであろうその他のものは可能的に一であってそれ自体としてではない、と述べたのではなかろうか。また、「元素や原因について語る必要があるとすれば、事物において規定した上で…」とそれに続く文は、上の「いかなるものが一と語られるかということと[…]は同じように語られていると理解すべきではないということを把握しなければならない」という文に連続している。そして、議論の全体の連関は次のようなものである。すなわち、一がそれらについて語られる基底的な事物を探求する探求と、一であることならびに一の自然本性と実体を問う探求とは別のものであることを把握しなければならず、これは元素や原因についても同様である。というのも、例えば元素の自然本性および定義とは何であるか――すなわち、それから最初に、いわば最小のものとして生じ、その最小のものへとそこから生じたものが究極的に還元されるようなものであること――を探求することと、元素およびそのような自然本性がいかなるものについて述語づけられるか、またいかなるものに元素であることが付帯したのか、すなわち火に付帯したのか、それとも他の何ものかに付帯したのかを探求することとは、異なっているからである。そして、そのような探求が相違していることは明らかである。なぜなら、われわれは事物、すなわち火の定義と、名称の定義とを別のものとして与えるからであり、名称と言っているのは述語そのもの、すなわち元素のことである。というのも、元素は火について述語づけられるからであり、われわれは火を元素と呼ぶのである。そして彼は、火はある仕方では元素であるが、ある仕方では元素ではない、と言う。なぜなら、ある人が火を火として、またその自然本性がいかなるものか、すなわち乾燥して熱いものとして考察し、何かがそれから生じるのか、あるいは生じないのかを詮索しないときには、火は元素ではないが、他のものどもがそれから生じ、それへと還元されるような事物および何らかの自然本性として考察するときには、元素であるからである。あるいは、「火はある仕方では元素であるが、ある仕方では元素ではない」という文を、形相なき質料こそがすべてのものの本来的かつ第一の原理であり元素である以上、火はそれと対比される限りではある仕方で元素ではないが、ある仕方では元素である、なぜならすべての複合体は直接には火と土と空気と水から構成されているからである、という意味で彼が述べているとすることもできよう。また、火について語られる元素のような名称は、この火にこれこれのことが付帯したこと、すなわち第一のものとして内在する火から他のものどもが存在することが付帯したことによって、この第一のものである火から生じた何らかのものが存在し、かつその生じたもの、すなわち元素によって構成されたものに火が内在している、ということを意味している。なぜなら、火には、それから生じるものどもに内在しつつ、第一のものとしてのそれから何かが生じることが付帯しているため、このゆえに火は元素と言われるからである。そして「おそらく無限なるものもまたそれ自体として[…]である」と付言されているのは、元素を一と主張する人々がそれを無限なるものとも措定していたからである。そして彼は、おそらく無限なるものも元素であると、あたかも「というのも、きわめて多くの吟味を受けてきたこれ[無限なるもの]も、今は大きな寛容のもとで元素と呼ばれよ」と言っているかのように述べているのであろう。それゆえ、元素において成り立つ事柄は、原因や一、およびそのようなすべてのものにおいても同様に成り立つのである。そして「ゆえに、一であることとは分割されないことである」という文は、もし私が正しく理解しているならば、直前に述べられた事柄への何の帰結関係も持たず、むしろ一に関する議論の再開であって、それによって彼が、名称に最も近いあの「一」がいかなるものであるかを整合的に述べるためのものであると私は考える。そして彼はこれによって、一であること、すなわち一の自然本性とは分割されないことである、と述べていることになるだろう。そしてこの一とは、それ自体としてあるのではなく個別の事象であり、例えば人間であったり、モナスであったり、石であったり、個別に離れて存在する他の何かであって、場所においてか、形相においてか、思惟においてか、全体かつ分割不可能なものとして分割されないものである。そしてこれらが何であるかは、すでに度々語られた通りである。

構文注4 件
  1. 10.1μή ποτε δὲ ἐπειδή ... μήποτε οὖν διὰ ταῦτα πόρρω ᾐνίξατο τοῦτο

    μήποτε... ἐπειδή で始まる従属節構造が長大に展開したため、主節の冒頭で μήποτε οὖν διὰ ταῦτα(「おそらくそれゆえに」)として μήποτε が再開(resumptive)されている。全体の骨格は「〜である以上、彼はおそらくこのことを遠回しに暗示して、…と述べたのではなかろうか」という推量を伴う疑問文の構文である。

  2. 10.1τὸ δὲ ὥσπερ περὶ στοιχείου καὶ αἰτίου εἰ δέοι λέγειν ἐπί τε τοῖς πράγμασι διορίζοντα καὶ τὰ ἑξῆς συνεχές ἐστι τοῖς ἄνω

    アリストテレス本文の句(1052b7)を主語として取り立て、前置詞句・従属節を内包した引用の後に述語 συνεχές ἐστι(「〜と連続している」)を置く構文。τὸ δὲ ... καὶ τὰ ἑξῆς 全体が一つの名詞句として扱われている。

  3. 10.1ἐνυπάρχοντος τοῦ πυρὸς τῷ γεγονότι ἐξ αὐτοῦ ἤτοι τῷ στοιχειωτῷ

    絶対属格構文(ἐνυπάρχοντος τοῦ πυρός)であり、火が自らから生じたもの(τῷ γεγονότι)、すなわち元素によって構成されたもの(τῷ στοιχειωτῷ)に内在している状況を表す。

  4. 10.1εἴ τι συνίημι

    注解者の控えめな判断を表す挿入句(直訳は「もし私が何かを理解しているならば」)で、後続の否定文 οὐδεμίαν ... ἀκολουθίαν ἔχει(「何の論理的帰結関係も持たない」)の断定を和らげている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:605.18-606.26