- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:588.8-589.6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
アレクサンドロスは、質料が形相を目指すことや目的が運動そのものである事例を通じて現実態が可能性に先行することを論じ、アリストテレスが引く「パソンのヘルメス像」の引喩について、活動の呈示がなければ知識の有無が内外の判別不能なヘルメス像のごとく不明であるという文脈と故事を解説する。
ἔτι ἡ ὕλη δυνάμει ἐστὶ καὶ λέγεται, ὅτι δύναται εἰς τὸ εἶδος ἐλθεῖν· ὅταν δὲ ἔλθῃ καὶ ἐνεργείᾳ ᾖ, ἐν τῷ εἴδει ἵσταται, ὥστε κἂν τούτῳ προτέρα ὡς ἐφετὸν καὶ τάσσον καὶ εἰς κόσμον ἄγον δυνάμεως.1 ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, φησί, καὶ ὧν τὸ τέλος κίνησις· τῆς γὰρ ὀρχηστικῆς τὸ τέλος οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ τοιωσδὶ κινεῖσθαι· καὶ ἐπὶ τούτων δὴ ἐνέργεια δυνάμεως προτέρα. διόπερ ὥσπερ οἱ διδάσκοντες τὸν μανθάνοντα τότε οἴονται εἰς τέλος τῆς ἐπιστήμης ἐλθεῖν καὶ τέλος ἀποδεδωκέναι, ὅταν αὐτὸν κατὰ τὴν ἐπιστήμην ἐνεργοῦντα ἀποδείξωσιν (ἡ γὰρ ἐνέργεια τὸ ἔργον, τὸ δὲ ἔργον τὸ τέλος, ἡ ἐνέργεια ἄρα τὸ τέλος· ὥστε ὅταν ἐνεργῇ, τότε οἴονται τὸ τέλος ἔχειν· οὕτω γάρ ἐστι τὸ ἑξῆς τῆς λέξεως), οὕτω καὶ ἡ φύσις τότε οἴεται τὸ γενόμενον τέλος ἀπειληφέναι, ὅταν εἰς τὴν ἐνέργειαν ἔλθῃ. τὸ δὲ εἰ γὰρ μὴ οὕτω γένηται, ὁ Πάσωνος ἔσται Ἑρμῆς, συνεχές ἐστι τῷ διὸ ὥσπερ οἱ διδάσκοντες ἐνεργοῦντα ἐπιδείξαντες. καὶ εἴη ἂν ὃ λέγει τοιοῦτον. εἰ γὰρ μὴ οὕτω γένηται, τουτέστιν, εἰ μὴ οἱ διδάσκοντες ἐνεργοῦντα ἐπιδείξωσι τὸν μανθάνοντα, ἀλλὰ φάσκωσιν ὡς ἐδιδάχθη παρ’ αὐτῶν, κἂν μὴ ἐνεργῇ, ἄδηλόν ἐστιν εἴτε ἔχει τὴν ἐπιστήμην εἴτε καὶ μή· ἐκ γὰρ τῶν ἔργων κρίνομεν πάντα τεχνίτην καὶ ἐπιστήμονα· εἰ γὰρ μὴ ἐνεργεῖ, πόθεν δῆλον ὅτι ἔχει τὴν ἐπιστήμην; ἄδηλον γὰρ εἴτε ἐντὸς ἔχει αὐτὴν εἴτε ἐκτός, τουτέστιν εἴτε ἔχει εἴτε μὴ ἔχει, ὡς καὶ ὁ Πάσωνος Ἑρμῆς· ἄδηλον γὰρ εἴτε ἐντός ἐστι τοῦ λίθου εἴτε ἐκτός. ἡ δὲ κατὰ τὸν Πάσωνα ἱστορία, ὅτῳ φίλον καὶ ταύτην εἰδέναι, τοιαύτη τίς ἐστιν. οὗτος ὁ Πάσων ἑρμογλύφος ὢν πεποίηκεν ἔν τινι λίθῳ τὸ τοῦ Ἑρμοῦ εἶδος, καὶ ἑωρᾶτο ἐν τῷ λίθῳ ὁ Ἑρμῆς· εἴτε δὲ ἐκτὸς ἦν τοῦ λίθου εἴτε ἐντός, οὐ δῆλον ἦν. ἐκτὸς μὲν εἶναι λέγειν οὐχ οἷόν τε ἦν· εἰ γὰρ ἦν ἐκτός, ἔδει τὸν λίθον ἐγκεκολαμμένον εἶναι καὶ ἔχειν ἀνωμαλίας, οὗτος δὲ ἅπας λειότατος ἦν, ὥσπερ τὰ κάτοπτρα. διὰ τοῦτο μὲν οὖν ἐκτὸς εἶναι οὐκ ἦν δυνατὸν λέγειν. ἀλλὰ μὴν οὐδ’ ἐντός· εἰ μὲν γὰρ εἶχεν ἁρμονίας ἢ ὅλως ἐφαρμογάς τινας ὁ λίθος ἐν ᾧ ἦν τὸ τοῦ Ἑρμοῦ εἶδος,2 πρόχειρον ἦν λέγειν ὅτι ἐν ἑτέρῳ λίθῳ τὸν Ἑρμῆν πεποιηκὼς ἐκτὸς ἐπέθηκε τοὺς λειοτάτους λίθους καὶ ἀπέκλεισε τὸν Ἑρμῆν ἐντός, ὁρᾶται δὲ διὰ τὸ λαμπροὺς καὶ διαφανεστάτους, ὁμοίως δὲ καὶ λείους τοὺς ἐπικειμένους λίθους εἶναι, ὥσπερ εἴ τις ἐν κηρῷ πλάσας εἶδός τι κήρινον καὶ ἐκτὸς ἐπιθεὶς ὕελον ἢ ἄλλο τι τῶν διαφανῶν, ὁρᾶται τὸ ἐντὸς αὐτῆς κήρινον εἶδος. εἰ μὲν οὖν τοῦτο ἦν, εἰκὸς ἦν ταῦτα λέγειν· ἐπειδὴ δὲ πάντῃ συνεχὴς ἦν ὁ λίθος καὶ εἷς καὶ οὐδεμίαν ἔχων ἁρμονίαν καὶ ἐφαρμογήν, οὐκ ἐνῆν τοῦτο λέγειν. ὥστε ἄδηλος ἦν ὁ Ἑρμῆς κἂν ἐντὸς κἂν ἐκτὸς ὑπῆρχεν, ἐκτὸς μὲν ὅτι ἀνωμαλίαν οὐδεμίαν ὁ λίθος, ὥσπερ εἴρηται, εἶχεν, ἐντὸς δὲ ὅτι οὐχ οἷόν τε ἦν ὑπονοῆσαι πῶς ἐντὸς τοῦ λίθου πεποίηκε τὸν Ἑρμῆν, συνεχοῦς ὄντος.
さらに、質料が可能的にあり、またそう言われるのは、それが形相へと至ることができるからである。しかしそれが至り、現実態としてあるときには、形相のうちにとどまる。したがって、この点においても[現実態は]、希求されるもの、秩序づけるもの、整序へと導くものとして、可能性より先である。同様に他のものについてもそうであり、目的が運動であるようなものについてもそうである、と彼は言う。実際、舞踏術の目的は、しかじかの仕方で動かされることのほかの何ものでもない。そして実にこれらのものにおいても、現実態は可能性より先である。それゆえ、教える者たちが学ぶ者を知識の目的に至り、目的を果たしたとみなすのは、彼が知識にしたがって現実に活動しているところを〔彼らが〕示したときであるのと同様に(なぜなら現実態は仕事であり、仕事は目的であり、したがって現実態が目的なのである。ゆえに彼が現実に活動しているとき、そのときに彼らは目的を保持しているとみなす。なぜなら言葉の文脈はこのようになっているからである)、自然もまた、生じたものが現実態へと至ったときに、目的を受け取ったとみなすのである。そして「もしそのようにならないなら、パソンのヘルメス像になるだろう」という句は、「それゆえ教える者たちが現実に活動しているところを示して〔…するの〕と同様に」という句に連続している。そして彼が述べていることは次のようなものであろう。もしそのようにならないなら、すなわち、教える者たちが学ぶ者が現実に活動しているところを示さず、彼が現実に活動していなくても、自分たちから教えを受けたと主張するなら、彼が知識を有しているか否かは不明である。なぜならわれわれは仕事によってすべての職人と知識人を判定するからである。というのも、もし彼が現実に活動しないなら、彼が知識を有していることがどこから明白になるだろうか。なぜなら彼がそれを内側に有しているのか外側に有しているのか、すなわち彼が有しているのか有していないのかは、パソンのヘルメス像と同様に不明だからである。実際、それが石の内側にあるのか外側にあるのかは不明なのである。パソンについての故事は、これを知ることを好む者にとっては次のようなものである。このパソンはヘルメス像の彫刻家であったが、ある石の中にヘルメスの形相を作り出し、その石の中にヘルメスが見えたのである。しかしそれが石の外側にあるのか内側にあるのかは明白ではなかった。外側にあると言うことはできなかった。もし外側にあるなら、石は彫り込まれて凹凸を有しているはずであるが、この石は鏡のように全体が極めて滑らかだったからである。それゆえこのことによって外側にあると言うことはできなかった。しかし実に内側にあるとも言えなかった。なぜならもしヘルメスの形相があったその石が接合部や何らかの張り合わせを有していたなら、別の石にヘルメスを作った上で、最も滑らかな石を外側に置き、ヘルメスを内側に閉じ込めたのであり、表面に置かれた石が光り輝き極めて透明で同様に滑らかでもあるために見えるのだ、あたかも蝋の中に何らかの蝋の形相を形づくって外側にガラスまたは他の透明なものを置くと、その内側の蝋の形相が見えるようなものだ、と言うのは容易であったろう。もしそうであったなら、このように言うのももっともであったろう。しかしその石はどの点でも連続的一体であり、接合部や張り合わせを一切持っていなかったため、このように言うことはできなかった。したがって、それが内側にあるとしても外側にあるとしても、ヘルメス像は不明であった。外側については、言われたように石が凹凸をまったく持っていなかったためであり、内側については、石が連続的一体であるのに、どのようにして石の内側にヘルメスを作ったのか思い及ぶことができなかったためである。
- 9.14ὥστε κἂν τούτῳ προτέρα ὡς ἐφετὸν καὶ τάσσον καὶ εἰς κόσμον ἄγον δυνάμεως
主語として直前の文脈から ἡ ἐνέργεια(現実態)が補われる。κἂν は καὶ ἐν の約縮であり、ここでは「この点においても」を意味する。δυνάμεως は比較級形容詞 προτέρα に支配される比較の属格。中性単数の分詞群 ὡς ἐφετὸν καὶ τάσσον καὶ εἰς κόσμον ἄγον は、現実態の本性を抽象的・属性的観点から叙述する述語的付加辞として機能している。
- 9.14ὥσπερ εἴ τις ἐν κηρῷ πλάσας εἶδός τι κήρινον καὶ ἐκτὸς ἐπιθεὶς ὕελον ἢ ἄλλο τι τῶν διαφανῶν, ὁρᾶται τὸ ἐντὸς αὐτῆς κήρινον εἶδος
仮定を表す比喩節 ὥσπερ εἴ τις...(「あたかも誰かが…したならば」)に続く主節が直説法現在 ὁρᾶται(「見える」)となっており、構文上の破格(アナコルソン)が生じている。本来は τις が主語となる動詞(例えば ὁρᾷ)あるいは希求法が予想されるが、挿入された直観的比喩の中で視点が「内側の蝋の像が見える」という受動態の叙述へと移行している。αὐτῆς の先行詞は文脈上 ὕελος(女性名詞)を指す。
