← アフロディシアスのアレクサンドロス

アリストテレス『形而上学』注解

§450.28-451.35

付帯的なものの本性と原因および学問の非成立

アリストテレス『形而上学』1026b24のレンマに基づき、付帯的なものの本性と存在原因、およびそれに対する学問が存在しない理由を、必然的な事象および大体において生じる事象の中断・例外(シリウスの時期の寒気や料理人による健康の産出など)として説明する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§6.6#1

" Ἀλλ’ ὅμως λεκτέον ἔτι περὶ τοῦ συμβεβηκότος ἐφ’ ὅσον ἐνδέχεται, τίς ἡ φύσις αὐτοῦ." Εἰπὼν ὅτι τὸ συμβεβηκὸς ἐγγύς ἐστι τοῦ μὴ ὄντος, νῦν λέγει τὴν αἰτίαν τοῦ πῶς, εἰ καὶ τῶν μὴ ὄντων ὄν, ὅλως μετὰ τῶν ὄντων συνηρίθμηται. λέγει δὲ ὅτι εἰ καὶ τῶν μὴ ὄντων τρόπον τινά ἐστιν, ὅμως, ᾗ μὲν ὅλως ὅταν γένηται ἔστι, ἐπὶ τούτῳ λέγεται ὄν, ᾗ δέ, ὡς ἐρεῖ, τῶν ἐπ’ ἔλαττόν ἐστι καὶ σπανίως γινομένων, ἐστὶ μὴ ὄν. καὶ διὰ τοῦτο οὐδ’ ἔστιν αὐτοῦ ἐπιστήμη· αἱ γὰρ ἐπιστῆμαι ἢ τῶν ἀεὶ ἢ τέως τῶν ὡς ἐπὶ τὸ πολύ εἰσιν. ὅμως, φησίν, λεκτέον ἔτι περὶ τοῦ συμβεβηκότος ὅσον ἐνδέχεται, τίς ἡ φύσις αὐτοῦ καὶ διὰ τίνα αἰτίαν ἔστι, καὶ διὰ τί ἐστί τι τῶν ὄντων καὶ ὅλως ὄν· ἅμα δὲ εἰποῦσι τὴν φύσιν αὐτοῦ1 δῆλον ἔσται καὶ διὰ τί οὐκ ἔστιν αὐτοῦ ἐπιστήμη. καὶ λέγει ὅτι ἐπειδὴ τῶν ὄντων τὰ μὲν ἀεὶ καὶ ἐξ ἀνάγκης ἐστίν (ἀεὶ γὰρ καὶ ἐξ ἀνάγκης ὁ ἄνθρωπος ζῷόν ἐστιν· ἐπειδὴ δὲ ἀναγκαῖον λέγεται καὶ τὸ βίαιον, ὡς ἐν τῷ πρὸ τούτου εἴρηται βιβλίῳ, προσέθηκεν οὐ τῆς κατὰ τὸ βίαιον ἀνάγκης· ἀεὶ γὰρ ὁ ἄνθρωπος καὶ ἐξ ἀνάγκης ζῷόν ἐστιν, ἀλλ’ οὐχ ὅτι βίᾳ ζῷόν ἐστι,2 τοῦτο φαμεν, ἀλλ’ ὅτι οὐκ ἐνδέχεται μὴ εἶναι ζῷον), ἐπειδὴ οὖν τὰ μὲν ἀεὶ καὶ ἐξ ἀνάγκης ἐστί, τὰ δὲ ἐξ ἀνάγκης μὲν οὐκ ἔστιν οὐδὲ ἀεί, ὡς ἐπὶ τὸ πολὺ δέ (οὔτε γὰρ ἐξ ἀνάγκης εἰσὶν οἱ ἄνθρωποι πενταδάκτυλοι οὔτε ἀεί, ἀλλ’ ὡς ἐπὶ τὸ πολύ), τοῦτο δὴ ἀρχή ἐστι καὶ αἴτιον τοῦ εἶναι τὸ συμβεβηκός. τὸ γὰρ τοῦ ὡς ἐπὶ τὸ πολὺ διάλειμμα3 τοῦτό ἐστι τὸ συμβεβηκός. ὑπὸ κύνα γὰρ ἀεὶ πνίγους γινομένου εἰ ποτε γένηται ψῦχος, τοῦτο δὴ τὸ τὴν συνέχειαν τοῦ ὡς ἐπὶ πολὺ ἐκκόψαν λέγει συμβεβηκός, καί φαμεν ὅτι συνέβη ψῦχος ὑπὸ κύνα γενέσθαι. ὥσπερ εἰ νοήσαις γραμμὰς δύο συνεχῶς αὐξομένας, ἀλλὰ τὴν μὲν μίαν ἀεὶ συνεχῶς καὶ ἐπ’ ἄπειρον αὐξομένην, τὴν δὲ λοιπὴν καὶ αὐτὴν μὲν συνεχῶς ἄχρι δέ τινος αὐξομένην, εἶτα στᾶσαν καὶ πάλιν ἀρξαμένην γίνεσθαι· ἡ μὲν οὖν προτέρα ἡ συνεχῶς ἀεὶ γινομένη ἢ αὐξομένη ἀναλογεῖ τῷ ἀεὶ ὄντι καὶ ἀναγκαίῳ, ἡ δὲ λοιπὴ τῷ ὡς ἐπὶ πολὺ γινομένῳ, οὐκ ἀεὶ δὲ ὄντι. ὥστε ἂν ὑπὸ κύνα χειμὼν γένηται ἢ ψῦχος, φαμὲν ὅτι συνέβη χειμῶνα ἢ ψῦχος γενέσθαι, ἂν δὲ ἀλέα ἢ πνῖγος, οὐ φαμεν ὅτι συνέβη· ἀεὶ γὰρ ἢ ὡς ἐπὶ τὸ πολὺ ὑπὸ κύνα πνῖγος γίνεται. ἀλλὰ καὶ τὸ ὑγιάζειν τὸν οἰκοδόμον συμβεβηκὸς λέγει· οὔτε γὰρ ἀεὶ ὁ οἰκοδόμος ὑγιάζει οὔθ’ ὡς ἐπὶ τὸ πολύ· οὐ γὰρ πέφυκεν ὁ οἰκοδόμος ὑγιάζειν ἀλλ’ ὁ ἰατρός. ἀλλὰ καὶ ὁ ὀψοποιός, ἡδονὴν ποιῆσαι διὰ τῶν βρωμάτων στοχαζόμενος, ποιήσειεν ἄν τινι τὸ τοιόνδε βρῶμα ὑγιεινὸν κατὰ συμβεβηκός· συνέβη γὰρ ὑγίειαν ποιῆσαι τὸ τοιόνδε βρῶμα. καὶ τρόπον μέν τινα ποιεῖ ὑγιεινόν, ἁπλῶς δ’ οὔ· ᾗ μὲν γὰρ ὑπὸ τοῦ ὀψοποιοῦ γέγονεν ἡ τοιάδε τροφὴ δι’ ἧς ὑγίανεν ὁ νοσῶν, ἐποίησεν ὑγιεινὸν ὁ ὀψοποιός· ᾗ δὲ οὐ τοῦ ποιῆσαι ὑγιεινὸν ἐστοχάζετο ἀλλὰ μόνον ποιητικὸν ἡδονῆς, οὐ ποιεῖ ὑγιεινόν. καὶ τῶν μὲν ἄλλων, ἤτοι τῶν ὡς ἐπὶ τὸ πολὺ καὶ ἐξ ἀνάγκης, εἰσὶν αἰτίαι καὶ δυνάμεις ποιητικαὶ ὡρισμέναι, τῶν δὲ κατὰ συμβεβηκὸς γινομένων οὐδεμία τέχνη ἢ δύναμίς ἐστιν ὡρισμένη.

「だがそれでもなお、付帯的なものについて、その本性が何であるかを可能な限り語らねばならない。」 付帯的なものは非存在に近いと述べたのち、今や彼は、非存在に属するものであるとしても、そもそもどのようにして存在するもののうちに数え入れられているのか、その原因を語る。そして彼は次のように述べる。すなわち、付帯的なものはある意味で非存在に属するとしても、一方では、生じたときには全体として存在するということによって、このことに関して存在する事物と言われるが、他方では、彼が言うであろうように、より稀にしか生じず滅多に起こらない事態に属するということによって、非存在なのである。そしてこのゆえに、付帯的なものの学問も存在しない。なぜなら諸学問は、常に存在する事柄の学問であるか、あるいは少なくとも大体において生じる事柄の学問だからである。それでもなお、彼は言う、付帯的なものについて、その本性が何であり、いかなる原因によって存在するのか、そしてなぜ存在する事物のあるもの、全体として存在するものであるのかを、可能な限り語らねばならない、と。そしてその本性を語る[われわれにとって]同時に、なぜそれの学問が存在しないかも明白になるであろう。そして彼は次のように述べる。存在する事物のうち、あるものは常に、かつ必然によって存在するので(なぜなら人間は常に、かつ必然によって動物だからである。しかし前巻で述べられたように、強制的なものもまた必然的と言われるので、彼は強制による必然ではない、と言い添えた。なぜなら人間は常に、かつ必然によって動物であるが、強制によって動物であるとわれわれが言っているのではなく、動物ではないことがありえないゆえにそう言っているからである)。それゆえ、あるものは常に、かつ必然によって存在し、他方のあるものは必然によってでも常にでもなく、大体において存在する(なぜなら人間が五本指であるのは必然によるのでも常になのでもなく、大体においてであるからである)ので、これこそが付帯的なものが存在するための原理であり原因である。なぜなら、大体において生じることの断絶、これが付帯的なものだからである。というのも、シリウスの星の下で常に酷暑が生じるのに、もしあるとき寒気が生じたならば、大体において生じることの連続性を断ち切ったこの事態を彼は付帯的なものと呼び、われわれはシリウスの星の下で寒気が生じたのは付帯したのだと言うからである。あたかも、絶え間なく増大する二つの直線を想定し、一方の直線は常に連続して無限に増大するのに対し、残る他方の直線はそれ自身も連続的ではあるが、ある程度まで増大し、その後に停止して再び生じ始めるかのようにである。それゆえ、絶えず連続して生じる、あるいは増大する前者は、常に存在する必然的なものに類比され、残る他方は大体において生じ、常には存在しないものに類比される。したがって、もしシリウスの星の下で冬の嵐や寒気が生じたなら、冬の嵐や寒気が生じたのは付帯したとわれわれは言うが、暑さや酷暑が生じたなら、付帯したとは言わない。なぜならシリウスの星の下では、常に、あるいは大体において酷暑が生じるからである。しかしまた、彼は建築家が健康にすることをも付帯的なものと呼ぶ。なぜなら建築家は常に健康にするわけでも、大体において健康にするわけでもないからである。建築家は健康にする本性をもつのではなく、医師がそうだからである。しかしまた料理人も、食物を通じて快楽をもたらすことを目指しながら、ある人にとってこのような食物を付帯的に健康的なものとするかもしれない。なぜなら、このような食物が健康をもたらすということが付帯したからである。そしてある意味では料理人は健康的なものを作るが、端的にそうするのではない。なぜなら、その食物を通じて病人が回復したような食物が料理人によって生じた限りにおいて、料理人は健康的なものを作ったが、健康的なものを作ることを目指したのではなく、ただ快楽をもたらすものを作ることを目指した限りにおいては、健康的なものを作っているのではないからである。そして他の事柄、すなわち大体において生じる事柄や必然による事柄には、規定された原因や制作的能力が存在するが、付帯的に生じる事柄には、規定された技術や能力は一つも存在しない。

構文注3 件
  1. 6.6ἅμα δὲ εἰποῦσι τὴν φύσιν αὐτοῦ

    ἅμα に分詞与格 εἰποῦσι が後続する構文。主語は特定されておらず、文脈上「論じているわれわれが[その本性を]語ると同時に」という、話者・読者を包括する意味上の主語が補われる(与格は判断者または後続する δῆλον ἔσται にとっての利害・関与者を示す)。

  2. 6.6ἐπειδὴ τῶν ὄντων τὰ μὲν ἀεὶ καὶ ἐξ ἀνάγκης ἐστίν (...) ἐπειδὴ οὖν τὰ μὲν ἀεὶ καὶ ἐξ ἀνάγκης ἐστί, τὰ δὲ ἐξ ἀνάγκης μὲν οὐκ ἔστιν οὐδὲ ἀεί, ὡς ἐπὶ τὸ πολὺ δέ (...) τοῦτο δὴ ἀρχή ἐστι

    長大な理由節の挿入句を経て、接続詞 ἐπειδὴ が ἐπειδὴ οὖν によって再開(resumptio)され、最終的に τοῦτο δὴ ἀρχή ἐστι が主節として文を結ぶ骨格をなす。括弧内の説明(必然の語義の限定や五本指の例)によって途切れた文脈を復元する構文である。

  3. 6.6τὸ τοῦ ὡς ἐπὶ τὸ πολὺ διάλειμμα

    名詞 διάλειμμα(間隔、休止、断絶)が主語であり、その前に定冠詞句 τοῦ ὡς ἐπὶ τὸ πολύ(大体において生じることの)が属格修飾句として挟み込まれている。「大体において生じる事態が継続しないこと、その断絶」を指す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:450.28-451.35