← アフロディシアスのアレクサンドロス

アリストテレス『形而上学』注解

§420.1-421.18

欠如の諸形態と有することの多義性

アルファによる欠如の様々な意味(部分的欠如、能力の困難さなど)と全面的な欠如について論じ、善悪や正不正の中間状態を説明した上で、「有する(ἔχειν)」の多義性(支配・受容・包摂・保持抑制)を分類・解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5.15#10

πάλιν ἄπουν λέγεται τό τε μηδὲ ὅλως πεφυκὸς πόδας ἔχειν, ὡς τὰ ἑρπετά, καὶ τὸ φαύλους ἔχον, ὥστε καὶ κατὰ φαύλως τι ἔχοντος ἡ στέρησις λέγεται. λέγεταί τι στερητικῶς διὰ τοῦ α καὶ τῷ μικρόν τι ἔχειν, ὡς τὸ ἀπύρηνον· τὸ γὰρ μικρὸν καὶ φαῦλον τὸν πυρῆνα ἔχον. οὕτω καὶ ἀτράχηλοι λέγονται. καὶ κατὰ τούτου οὖν ἡ στέρησις. ἔτι λέγεται διὰ τοῦ α καὶ τὸ μὴ ῥᾳδίως ἢ μὴ καλῶς παθεῖν τι δυνάμενον, ὡς τὸ ἄτμητον· οὐ γὰρ μόνον τὸ μὴ τεμνόμενον ἄτμητον λέγεται, ἀλλὰ καὶ τὸ μὴ ῥᾳδίως τεμνόμενον ἢ μὴ καλῶς μηδὲ ὡς ὁ τέμνων βούλεται. εἰπὼν δὲ τὰς κατὰ τὸ α διαφορὰς τῶν στερήσεων σημαινομένας, αἵτινες ἦσαν οὕτως λεγόμεναι ἢ ἐπὶ τῶν πεφυκότων τι ἔχειν καὶ μὴ ἐχόντων, ἢ ἐπὶ τῶν ἀδυνάτων ἔχειν καὶ διὰ τοῦτο μὴ ἐχόντων, ἢ ἐπὶ τῶν φαύλως καὶ μικρὸν ἐχόντων, ἢ ἐπὶ τῶν μὴ ῥᾳδίως ἢ μὴ καλῶς δυναμένων, προστίθησι καὶ ἄλλο σημαινόμενον στερήσεως· τὸ γὰρ πάντῃ μὴ ἔχον τι, οὐ τὸ κατὰ μέν τι ἔχον κατὰ δέ τι μή, ἐστερῆσθαι· τυφλὸς γὰρ ὁ ἀμφοτέρους τοὺς ὀφθαλμοὺς πεπηρωμένος, καὶ κωφὸς ὁ τὰ ὦτα ἀμφότερα ἀλλ’ οὐχ ὁ τὸ ἕτερον. διὰ δὲ τοῦτο, φησί, τὸ τοὺς μὴ ὅλως τι ἔχοντας λέγεσθαι μὴ ἔχειν αὐτό, καὶ τοὺς ὁλοκλήρως ἔχοντάς τι ἔχειν ἐκεῖνο λέγεσθαι, οὔτε πᾶς ἢ δίκαιος ἢ ἄδικος·1 ὅ τε γὰρ κακὸς ἔοικε τῷ παντελῶς ἐστερημένῳ ἀρετῆς καὶ ὁ ἄδικος τῷ δικαιοσύνης, ἀλλὰ καὶ ὁ ἀγαθὸς καὶ δίκαιος τοῖς ὁλοκλήρως τοιούτοις. ὥσπερ οὖν τοῦ ἁπλῶς βλέποντος καὶ τοῦ ἁπλῶς τυφλοῦ μεταξύ ἐστιν ὁ ἑτερόφθαλμος, οὕτως ἂν εἶεν καὶ τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ καὶ τοῦ δικαίου τε καὶ τοῦ ἀδίκου μεταξὺ οἱ μηδέπω μὲν πάντῃ κατορθοῦντες μηδὲ ἕξεις ἔχοντες ἐν τοῖς βελτίοσι, φαντασίας μέντοι ὑγιεῖς καὶ δόξας ὀρθὰς παρέχοντες καὶ ἔνια πράσσοντες οὕτως ὡς ἂν ὁ ἀγαθὸς πράξειε καὶ προαιρέσεις τοῖς ἀγαθοῖς ἐν πολλοῖς σώζοντες ὁμοίως. Τὸ ἔχειν [ἕνα μὲν τρόπον] λέγεσθαι καὶ αὐτό φησι πολλαχῶς. ἕνα μὲν τρόπον τὸ ἄγειν κατὰ τὴν αὑτοῦ φύσιν ἢ κατὰ τὴν ὁρμὴν τὴν αὑτοῦ· οἷον κατὰ τὴν αὑτοῦ φύσιν ὁ πυρετὸς ἄγει τοὺς ἐχομένους ὑπ’ αὐτοῦ·2 οὕτως γὰρ αὐτοὺς διατίθησιν ὡς τὴν αὑτοῦ φύσιν διαλαμβάνειν καὶ πυρέττειν. κατὰ δὲ τὴν αὑτῶν ὁρμὴν διατιθέασι τοὺς ἐχομένους καὶ τὰς πόλεις οἱ τύραννοι· ἄγουσι γὰρ αὐτοὺς ἐφ’ ἃ ἂν ὁρμήσωσι, καὶ χρῶνται αὐτοῖς ὡς θέλουσι. καὶ τὸν χιτῶνα δὲ οὕτως ἔχειν λεγόμεθα· ὅτι γὰρ χρώμεθα αὐτῷ ὡς ἂν θέλωμεν. λέγεται τὸ ἔχειν καὶ ἀντιστρόφως τῷ ἄγειν κατὰ τὴν ἑαυτοῦ ὁρμήν· καὶ γὰρ τὸ ἀγόμενον ὑπό τινος οὕτως ὡς ἕπεσθαι τῇ ὁρμῇ ἐκείνου, ἔχειν ἐκεῖνο λέγεται, ὡς λέγεται πόλις τύραννον ἔχειν, ὅταν ἄγηται ὑπ’ αὐτοῦ. τοῦτο τὸ σημαινόμενον οὐ παρέθετο, ἴσως δεδηλωμένον καὶ αὐτὸ διὰ τοῦ ᾧ ἀντιστρέφει. ἔχειν λέγεται καὶ τὸ δεκτικόν τινος, ὅταν αὐτὸ δέξηται· οὕτως ὁ χαλκὸς τὸ εἶδος τοῦ ἀνδριάντος ἔχει (ὢν γὰρ αὐτοῦ δεκτικὸς ἐδέξατο αὐτό), καὶ τὴν νόσον τὸ σῶμα καὶ καθόλου ἡ ὕλη τὸ εἶδος ἔχειν λέγεται. ἔχειν λέγεται καὶ τὰ περιέχοντα τὰ περιεχόμενα· ἔχεσθαι γὰρ ὑπὸ τοῦ περιέχοντος λέγεται τὰ περιεχόμενα. οὕτως ἀγγεῖα ἔχειν λέγεται τὰ ἐν αὐτοῖς ὑγρά, καὶ ὁ τόπος τὰ ἐν τῷ τόπῳ, καὶ ἡ πόλις τοὺς πολίτας, καὶ ἡ ναῦς τοὺς ἐπιβάτας, καὶ τὸ ὅλον δὲ τὰ μέρη οὕτω φησὶν ἔχειν περιέχον αὐτά. ἔχειν λέγεται καὶ τὰ κωλύοντά τινα κατὰ τὴν αὐτῶν ὁρμὴν ἢ φύσιν πράττειν τι ἢ κινεῖσθαι· οὕτως οἱ κίονες ἔχειν λέγονται τὰ ἐπικείμενα αὐτοῖς, ἀνέχοντες αὐτὰ καὶ κωλύοντες κατὰ τὴν αὐτῶν φύσιν φέρεσθαι κάτω. οὕτως καὶ τὸν Ἄτλαντα οἱ ποιηταὶ τὸν οὐρανὸν ἔχειν λέγουσιν· “Ἄτλας δ’ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπ’ ἀνάγκης”· ὡς γὰρ συμπεσουμένου ἐπὶ τὴν γῆν κατὰ τὴν αὐτοῦ φύσιν, εἰ μὴ ἔχοιτο καὶ ἀνέχοιτο ὑπ’ αὐτοῦ. οὕτω καὶ τῶν φυσικῶν ὅσοι διὰ τὴν δίνην μένειν τὸν κόσμον λέγουσι καὶ μὴ συμπίπτειν, λέγοιεν ἂν αὐτὸν ὑπὸ τῆς δίνης ἔχεσθαι. κατὰ τοῦτο τὸ σημαινόμενον, φησί, τοῦ ἔχειν καὶ τὰ συνέχοντά τινα καὶ κωλύοντα τοῦ σκίδνασθαι ἔχειν λέγεται· ἔχει γὰρ [ἢ θέσθαι ὡς] ὁ δεσμὸς τὰ ξύλα καὶ ἡ κόλλα τὰ κεκολλημένα.

また「足なし(無足)」は、爬虫類のようにそもそもまったく足を持つ本性をもたないものも、劣悪な足をもつものも言われる。したがって劣悪に何かをもつものに関しても「欠如」は語られる。また、種なしのように、わずかに何かをもつことによってもアルファを介して欠如的に語られる。なぜなら小さく劣悪な種をもつもののことだからである。このように「首なし」とも言われる。したがってこれに関しても欠如が語られるのである。さらにまた、「切断不可能」のように、容易に、あるいはうまく何かを被ることができないものも、アルファを介して語られる。なぜなら切断されないものだけが「切断不可能」と言われるのではなく、容易には切断されないものや、うまく切断されないもの、あるいは切断する者が望むようには切断されないものもそう言われるからである。そして、アルファにしたがって意味される欠如の差異たち――それらは、本性上何かを持つべきであって持っていないものたちについて、あるいは持つことが不可能であってこのゆえに持っていないものたちについて、あるいは劣悪に、かつわずかに持っているものたちについて、あるいは容易にではなく、うまくでもなく可能であるものたちについて、このように語られるものであった――を述べてのち、彼は欠如のもう一つの意味を付け加える。すなわち、部分的に何かを持ち部分的には持たないものではなく、全面的に何かを持たないものが「欠如している」のである。なぜなら盲人とは両眼を不具にされた者であり、聾者とは両耳を不具にされた者であって、片方だけの者ではないからである。そして、まったく何かを持たない者たちがそれを「持たない」と言われ、完全に何かをもつ者たちがそれを「もつ」と言われることによって、「誰もが正義であるか不正であるかのどちらかであるわけではない」と彼は言う。なぜなら悪人は徳を全面的に欠如した者に似ており、不正な人は正義を全面的に欠如した者に似ているが、善人や正義の人も完全にそのような状態にある者たちに似ているからである。それゆえ、端的に見えている者と端的に盲目である者との中間が片目の者であるように、善人と悪人、また正義の人と不正な人の中間にも、まだ全面的に善美を成就しておらず、より善い事柄において性向をもっていないものの、健全な表象と正しい思惑を提示し、善人が行うであろうように幾つかの事柄を行い、善人たちと同じように多くの点において選択を保っている者たちがいるであろう。 「有する(もつ)」ということ自体も多義的に語られる、と彼は言う。一つのあり方としては、それ自身の本性にしたがって、あるいはそれ自身の衝動にしたがって導くことである。例えば熱病は、それによって捉えられている者たちを自らの本性にしたがって導く。なぜなら、彼らを自らの本性を帯びて熱を発するように状態づけるからである。他方、僭主たちは捕らえた者たちや諸都市を自らの衝動にしたがって状態づける。なぜなら彼らを自らが衝動を向けた先へと導き、望むように彼らを用いるからである。そしてわれわれが上着を「有する(着ている)」と言われるのもこのようにしてである。なぜならわれわれはそれを望むように用いるからである。また「有する」ということは、自らの衝動にしたがって導くことと逆対応的にも語られる。なぜなら、或るものによってそのものの衝動に従うように導かれているものも、そのものを「有する(もつ)」と言われるからである。都市が僭主によって導かれているとき、僭主を「もつ」と言われるようにである。この意味を彼は挙げなかったが、おそらくそれが逆対応するものを通じてそれ自体も明示されていたからであろう。また何かを受け容れうるものが、それを受け容れたときにも「有する」と言われる。このように青銅は彫像の形相を有しており(青銅はそれを受け容れうるものであって、それを受け容れたからである)、身体は病気を有し、一般に質料は形相を有すると言われる。また包摂するものが包摂されるものを「有する」とも言われる。包摂されるものは包摂するものによって「有される(保たれる)」と言われるからである。このように器はそれらのうちにある液体を有すると言われ、場所は場所のうちにあるものを有し、都市は市民たちを有し、船は乗客を有すると言われ、全体も部分たちを包摂しながらこのように「有する」のだと彼は言う。また、あるものたちがそれら自身の衝動や本性にしたがって何かを行ったり動いたりするのを妨げるものたちも、「有する(抑える)」と言われる。このように柱は、それらの上に載せられているものたちを支え、それらの本性にしたがって下方へと運ばれるのを妨げることによって、それらを有していると言われる。このように詩人たちもアトラスが天空を有している(支えている)と言う。「アトラスは強い必然のもとに広き天空を有している(支えている)」。なぜなら、もし彼によって有され支えられていなければ、天空はそれ自身の本性にしたがって大地へと崩落するはずだからである。同様に、自然学者たちのうち渦運動のゆえに世界が留まり崩落しないと主張する者たちも、世界が渦運動によって有されている(抑えられている)と言うであろう。彼は、この「有する」の意味にしたがって、あるものたちを結合させ散乱するのを妨げるものたちも「有する」と言われる、と言う。なぜなら絆は木材を有しており、膠は膠付けされたものたちを有しているからである。

構文注2 件
  1. 5.15διὰ δὲ τοῦτο, φησί, τὸ τοὺς μὴ ὅλως τι ἔχοντας λέγεσθαι μὴ ἔχειν αὐτό, καὶ τοὺς ὁλοκλήρως ἔχοντάς τι ἔχειν ἐκεῖνο λέγεσθαι, οὔτε πᾶς ἢ δίκαιος ἢ ἄδικος

    διὰ... τὸ... λέγεσθαι の前置詞句(「…と言われることによって」)が理由を示し、主節の οὔτε πᾶς ἢ δίκαιος ἢ ἄδικος [ἐστί](「誰もが正義であるか不正であるかであるわけではない」)へと係っている。アリストテレス本文(1022b36–1023a4)の引用・要約を導入する構造である。

  2. 5.15ὡς γὰρ συμπεσουμένου ἐπὶ τὴν γῆν κατὰ τὴν αὐτοῦ φύσιν, εἰ μὴ ἔχοιτο καὶ ἀνέχοιτο ὑπ’ αὐτοῦ

    ὡς に導かれた属格独立構文(ὡς... συμπεσουμένου [τοῦ οὐρανοῦ]、未来分詞)であり、主観的理由または詩的想定(「もし彼によって支えられていなければ、大地へと崩落するはずであるかのように」)を表す。従属する εἰ μὴ ἔχοιτο καὶ ἀνέχοιτο は希求法現在による条件節を形成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:420.1-421.18