← アフロディシアスのアレクサンドロス

アリストテレス『形而上学』注解

§369.1-370.2

一の四つの様態と対立する多数の規定

アレクサンドロスは、アリストテレスによる一の四つの様態(数・種・類・類比)とその包含関係(数の一次性と逆の非成立)を整理し、続いて一の各様態に対立する多数の諸規定を論述する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5.11#6

κατ’ εἶδος δὲ ἀδιαίρετον ὁ εἷς ἄνθρωπος, ὁ εἷς ἵππος, καθ’ ἕκαστον εἶδος. τὸ κατ’ ἀριθμὸν δὲ ἓν ὡς γνώριμον ὂν οὐ προσέθηκεν. ἑξῆς δὲ ἄλλην τινὰ τοῦ ἑνὸς διαίρεσιν ὑπογράφει, ᾗ καὶ συνήθως εἰώθασι χρῆσθαι, ἐν τοῖς προειρημένοις καὶ αὐτῇ περιεχομένη· ἓν γὰρ τὰ μὲν κατ’ ἀριθμόν, τὰ δὲ κατ’ εἶδος, τὰ δὲ τῷ γένει, τὰ δὲ κατ’ ἀναλογίαν. λέγει δὲ τῷ μὲν ἀριθμῷ ἕν, ὧν ἡ ὕλη μία, κοινότερον ὕλην λέγων τὸ ὑποκείμενον·1 ἃ γὰρ κατὰ τὸ ὑποκείμενόν ἐστιν ἕν, ταῦτα τῷ ἀριθμῷ ἕν, ἐπεὶ καὶ ἐν γραμμῇ καὶ ἐν μονάδι τὸ ἓν τῷ ἀριθμῷ, ἅ ἐστιν ἄυλα. καὶ τὸ ὑποκείμενον δὲ κοινότερον ἂν ἐπ’ αὐτῶν λέγοιτο. εἴδει δὲ ἕν, ὧν ὁ λόγος, φησίν, εἷς. λόγος δὲ εἷς τῶν ὑπὸ τὸ αὐτὸ εἶδος ἁπάντων· τῶν γὰρ διαφερόντων τοῦ γένους εἰδῶν οὐκ ἔστιν ὁ αὐτὸς λόγος, ἀλλ’ ἔστιν ὁ αὐτὸς λόγος τῶν ὑπὸ τὰ ἄτομα εἴδη. γένει δὲ λέγει ἓν εἶναι, ὧν τὸ αὐτὸ σχῆμα τῆς κατηγορίας, τουτέστιν ὧν ἕν τι τῶν ἀνωτάτω γενῶν καὶ μία κατηγορία κατηγορεῖται· πάντα γὰρ ταῦτα ἓν τῷ γένει. τὸ δὲ κατ’ ἀναλογίαν ἓν ὡρίσατο τὸ ἔχον ὡς ἄλλο πρὸς ἄλλο· ὅταν γὰρ οὕτως ἔχῃ τι πρός τι ὡς ἄλλο πρὸς ἄλλο, ταῦτα διὰ τὴν τοιαύτην ὁμοιότητα ἀναλογίᾳ ἕν. γνώριμον δὲ καὶ ὃ ἐπὶ τούτοις προσέθηκεν, ὅτι ἀεὶ τὰ κατὰ τὸ ὕστερον τὸ ἓν ἔχοντα καὶ τὰ πρῶτα ἔχει,2 οὐ μὴν ἀνάπαλιν· τὰ γὰρ κατ’ ἀριθμὸν ἓν καὶ τῷ εἴδει καὶ τῷ γένει τὸ ἓν ἔχει. ἐπιζητήσαι δ’ ἄν τις πῶς τὰ κατ’ ἀριθμὸν ἓν καὶ ἀναλογίᾳ τὸ ἓν ἔχει, οὐ μὴν ἀνάπαλιν. ἢ οὕτω λέγεται κατὰ τὸ εἴδει ἓν τῷ ἀριθμῷ αὐτὸ αὑτῷ εἶναι· λέγει δὲ καὶ τὰ γένει τὸ ἓν ἔχοντα καὶ ἀναλογίᾳ ἔχειν· ἀνάλογον γὰρ τὸ ἐν τῷ αὐτῷ γένει, οἷον ὡς ἄνθρωπος πρὸς ἄνθρωπον καὶ ἵππος πρὸς ἵππον, ὡς ἄνθρωπος ζῷον καὶ ἵππος ζῷον. καὶ τὰ ἐν τῷ αὐτῷ δὲ εἴδει ἀνάλογον· οὐ μὴν τὰ ἀναλογίᾳ ἓν καὶ γένει· ἀναλογίᾳ μὲν γὰρ ἕν, ὡς πηγὴ πρὸς ποταμόν, οὕτω καρδία πρὸς τὸ ζῷον· οὐ μὴν καὶ ὁμογενῆ ταῦτα, πηγὴ καὶ καρδία ἢ ποταμὸς καὶ ζῷον. εἰπὼν δὲ περὶ τοῦ ἑνός, φανερόν φησιν εἶναι ὅτι καὶ τὰ πολλὰ ἀντικειμένως τῷ ἑνὶ λεχθήσεται· καὶ γὰρ τὰ μὴ συνεχῆ ἀλλὰ διῃρημένα πολλά, καὶ τὰ μὴ ἀδιαίρετον ἀλλὰ διῃρημένην καὶ διαφέρουσαν τὴν ὕλην ἔχοντα κατὰ τὸ εἶδος, τὴν πρώτην ἢ τὴν τελευταίαν, πρώτην μὲν ἂν τὸ μὲν εἴη κατὰ τὸ ὑποκείμενον οἶνος τὸ δὲ ἔλαιον (ἕτερα γὰρ εἴδη τούτων), ἐσχάτην δὲ ἂν ᾖ τὸ ἔσχατον ὑποκείμενον ἑκάστῳ, ἐξ οὗ γέγονεν, ἕτερον τῷ εἴδει, οἷον ἂν τὸ μὲν ἐξ ὕδατος ᾖ τοῦ ἐσχάτου ὑποκειμένου, ὡς τὰ τηκτά, τὸ δὲ ἐκ γῆς ἤ τινος ἄλλου, ὡς τὰ θυμιάματα. τὰ δὲ τῷ τοὺς λόγους πλείους ἔχειν, ὡς τὰ ἕτερα τῷ εἴδει, ἃ εἴη ἀντικείμενα τοῖς ὧν εἷς λόγος καὶ ὅρος. ἔστι δὲ καὶ ἐπὶ τῶν ἄλλων τοῦ ἑνὸς ἀποδόσεων ὁμοίως τοῖς προειρημένοις τὰ ἀντικείμενα πολλὰ λαμβάνειν· τῷ τε γὰρ γένει πολλά, ὧν οὐκ ἔστι κοινὸν γένος· ἀλλὰ καὶ ὧν οὐκ ἔστιν ἀδιαίρετος ἡ νόησις πολλά, καὶ τὰ διαιρούμενα ἀπ’ ἀλλήλων, καθὸ διαιρεῖται, πολλά.

他方、種において不可分なのは、一人の人間、一頭の馬であり、各々の種においてそうである。しかし数において一であるものは、周知のものであるとして彼は付け加えなかった。続いて彼は一の別の何らかの区分を略述するが、それ自体もまた前述の諸規定に含まれており、通常人々が用いるのに慣れている区分である。すなわち、一であるものには数によるもの、種によるもの、類によるもの、類比によるものがあるからである。そして彼は、質料が一であるものたちが数において一であると述べ、基体をより一般的な意味で質料と呼んでいる。実際、基体において一であるものは数において一だからである。というのも、数において一であるものは線にも単元にもあるが、それらは非質料的なものだからである。そして基体という語もまた、それらにおいてより一般的な意味で言われるであろう。他方、種において一であるのは、説明方式が一であるものたちである、と彼は述べる。そして同一の種のもとにあるすべてのものにとって説明方式は一つである。実際、その類の相異なる諸種にとって同一の説明方式があるのではなく、不可分の種のもとにあるものたちにとって同一の説明方式があるからである。また類において一であると彼が言うのは、述語づけの図式が同一であるものたち、すなわち最高類のいずれか一つかつ一つの範疇が述語づけられるものたちである。これらすべては類において一だからである。類比による一については、他のものが他のものに対するように関係しているもの、と規定した。実際、あるものが何らかのものに対して他のものが他のものに対するように関係しているとき、それらはそのような類似性のゆえに類比において一だからである。また、これらに加えて彼が付け加えたこと、すなわち後のものに従って一を持つものは常に最初のものをも持っているが、逆は決して成り立たないということも周知である。実際、数において一であるものは種においても類においても一を持つからである。しかし、数において一であるものがどのようにして類比においても一を持つが、逆は成り立たないのかを問う者もいるであろう。あるいは、種において一であるものに従って、数において自分自身に対して一であるとこのように言われるのである。また彼は類において一を持つものは類比においても一を持つと述べている。実際、同一の類にあるものは類比的だからである。例えば人間が人間に対するように、馬が馬に対するように、すなわち人間が動物であり馬が動物であるように、である。そして同一の種にあるものも類比的である。だが類比において一であるものが類においても一であるわけではない。実際、泉が川に対するように、そのように心臓は動物に対するのであり、類比においては一である。しかし、泉と心臓、あるいは川と動物、これらは同類でもあるわけではない。そして一について論じた後、多数もまた一に対立して語られるであろうことは明らかである、と彼は述べる。というのも、連続しておらず分割されているものも多数であり、不可分ではなく形相に従って分割され異なっている質料(第一の質料または究極の質料)を持つものも多数だからである。第一の質料とは、もし一方が基体において葡萄酒であり他方が油であるならばであり(これらの形相は異なるからである)、究極の質料とは、各々にとってそこから生じた究極の基体が形相において異なるならば、例えば一方が融解するもののように究極の基体としての水から成り、他方が薫香のように土または何か他のものから成る場合である。また、種において異なるもののように説明方式を複数持つことによって多数であるものもあり、これらは説明方式と定義が一であるものに対立するであろう。また一の他の規定についても、前述の事柄と同様に対立する多数を把握することが可能である。実際、類において多数であるのは共通の類が存在しないものであり、また思考が不可分でないものも多数であり、互いから分割されるものも、分割される限りにおいて多数だからである。

構文注2 件
  1. 5.11κοινότερον ὕλην λέγων τὸ ὑποκείμενον

    二重対格(二重対格構文)。τὸ ὑποκείμενον が直接目的語、ὕλην が述語対格であり、「基体を質料と呼んで」を意味する。中性単数対格の比較級副詞 κοινότερον は分詞 λέγων を修飾する。

  2. 5.11ἀεὶ τὰ κατὰ τὸ ὕστερον τὸ ἓν ἔχοντα καὶ τὰ πρῶτα ἔχει

    主語と直接目的語の弁別。定冠詞付き分詞句 τὰ κατὰ τὸ ὕστερον τὸ ἓν ἔχοντα(「後のものに従って一を持つもの」)が主語であり、καὶ τὰ πρῶτα(「第一のものをも」)は動詞 ἔχει の対格直接目的語である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:369.1-370.2