← アフロディシアスのアレクサンドロス

アリストテレス『形而上学』注解

§231.26-232.34

生成消滅を伴わない限界の現出と非実体性

アリストテレス『形而上学』1002a28の「限界は生成・消滅なしに存在しまた存在しない」という難問を注解する。物体が接触・分離する際に極限(面・線・点)が瞬時に単一化・二分されること、および時間の極限である「今」との類比を通じて、それらが実体の要件を満たさないことを論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.57

" Πρὸς γὰρ τοῖς εἰρημένοις καὶ τὰ περὶ τὴν γένεσιν καὶ τὴν φθορὰν συμβαίνει ἄλογα." Καὶ αὕτη ἡ ἐπιχείρησις αὐτῷ δείκνυσιν ὅτι μὴ οὐσίαι τὰ πέρατα τοῦ σώματος, ἃ μᾶλλον οὐσίαν ἔδειξε τοῦ σώματος. αἱ μὲν γὰρ οὐσίαι, πρότερον μὴ οὖσαι, διὰ γενέσεως εἰς τὸ εἶναι προΐασιν, ὁμοίως δὲ καὶ αἱ πρότερον οὖσαι εἰς τὸ μὴ εἶναι διὰ φθορᾶς· ὥστε τῶν μὲν οὐσιῶν τοῦ εἶναι καὶ μὴ εἶναι γένεσις καὶ φθορὰ προηγεῖται, ταῦτα δὲ ἄνευ γενέσεως καὶ φθορᾶς ὁτὲ μὲν ἔστιν1 ὁτὲ δὲ οὐκ ἔστιν, ὥστε οὐκ οὐσίαι. τὸ γὰρ ἅμα ὁτὲ μὲν μία ἁπτομένων, ὁτὲ δὲ δύο διαιρουμένων γίγνεται2 τοῦ χωρὶς γενέσεώς ἐστι δηλωτικόν· ἁπτομένων μὲν γὰρ εὐθὺς καὶ ἅμα μία, διαιρουμένων δὲ πάλιν καὶ κεχωρισμένων εὐθὺς καὶ ἅμα δύο, οὐδεμιᾶς γενέσεως προηγησαμένης. ὅτι δὲ ὁτὲ μὲν εἰσὶν ὁτὲ δὲ οὔκ εἰσι χωρὶς γενέσεως καὶ φθορᾶς, δείκνυσιν οὕτως. ὅταν ἅπτηται τὰ σώματα ἀλλήλων καὶ πάλιν ὅταν διιστῆται, ποτὲ μὲν μία ἡ ἐπιφάνεια καὶ ἡ γραμμὴ καὶ τὸ σημεῖον ἐστιν ἀθρόως· ὅταν γὰρ ἅπτωνται, ἓν τὰ ἀμφοτέρων πέρατα τῷ ἐφαρμόζειν, ὅταν δὲ αὖ χωρισθῇ, δύο πάλιν ἀθρόως· ὥστε ποτὲ μὲν ἔστιν ἡ ἐπιφάνεια καὶ τὰ ἄλλα, ὅταν μὴ ἅπτηται τὰ σώματα ἀλλήλων, ποτὲ δὲ οὐκ ἔστιν, ὅταν ἅπτηται, καὶ ταῦτα χωρὶς γενέσεως καὶ φθορᾶς. οὐ γὰρ δὴ ἡ στιγμὴ ἡ ἀδιαίρετος τῇ αὑτῆς φύσει διῃρέθη εἰς δύο, ὥστε εἶναι ταύτην τὴν διαίρεσιν γένεσιν τῆς ἑτέρας στιγμῆς, ἀλλ’ ἡ πρότερον οὐκ οὖσα ὕστερον ἔστι χωρὶς γενέσεως. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ γραμμῆς καὶ ἐπιφανείας· οὔτε γὰρ τὴν γραμμὴν οἷόν τε διαιρεῖσθαι κατὰ πλάτος, ὡς οὕτως γίνεσθαι τὴν μίαν δύο, ἀπολυομένης τῆς ἁφῆς, οὔτε τὴν ἐπιφάνειαν κατὰ βάθος. προστίθησι δὲ τούτοις ὅτι πᾶν μὲν τὸ γινόμενον ἔκ τινος ὑποκειμένου γίνεται, ταῦτα δὲ ἐκ τίνος ἐρεῖ τις ὑποκειμένου γίγνεσθαι, οὐκ ἔστιν· ὥστε εἰ πᾶν μὲν τὸ γινόμενον ἐξ ὑποκειμένου τινὸς γίνεται καὶ ὕλης, τούτοις δὲ οὐδὲν ὑπόκειται, οὐ γίνεται ταῦτα· εἰ δὲ χωρὶς τοῦ γίνεσθαι ποτὲ μὲν ἔστι ποτὲ δὲ οὐκ ἔστιν, οὐκ ἔστι τὰ προειρημένα. ἔτι ὡς ἐπὶ τοῦ νῦν πέρατος ὄντος τοῦ χρόνου ἔχει, οὕτως ἕξει καὶ ἐπὶ τῆς στιγμῆς καὶ γραμμῆς καὶ ἐπιφανείας· ἅπαντα γὰρ ὁμοίως ταῦτα ἢ πέρατά ἐστι, τὸ μὲν σώματος τὸ δὲ ἐπιφανείας τὸ δὲ γραμμῆς τὸ δὲ χρόνου, ἢ διαίρεσις· κατὰ γὰρ ταῦτα αἱ διαιρέσεις τῶν προκειμένων. εἰ τοίνυν ὁμοίως ἔχειν ἀνάγκη ἐν πᾶσιν αὐτοῖς τὸ ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι, τῆς αὐτῆς γε οὖσι φύσεως, τὸ δὲ νῦν ποτὲ μὲν ἔστι ποτὲ δὲ οὐκ ἔστι, καὶ ἄλλοτε ἄλλο ἐστὶ χωρὶς γενέσεως καὶ φθορᾶς (πᾶσα γὰρ γένεσις ἐν χρόνῳ, ὁμοίως δὲ καὶ φθορά, ὥστε καὶ τὸ νῦν εἰ ἐγένετο, ἐν χρόνῳ πρῶτον ἐγένετο, γινόμενον δὲ ἐν χρόνῳ ἦν ἂν καὶ μεριστὸν καὶ ἐν διαστήματί τινι· τοῦ γὰρ ἐν χρόνῳ γιγνομένου τὸ μέν τι γέγονε τὸ δέ τι γίγνεται· κατὰ γὰρ τὰ τοῦ χρόνου μόρια καὶ τοῦ γινομένου τὰ μόρια γίνεται· ἔτι πᾶν τὸ γινόμενον ὑποκείμενόν τι ἔχει, ὡς προείρηκε, τῷ δὲ νῦν οὐδὲν ὑπόκειται)· ὥστε εἰ τοῦτο χωρὶς γενέσεως ποτὲ μὲν ἔστι ποτὲ δὲ οὐκ ἔστιν, οὕτως ἕξει καὶ τὰ προειρημένα· εἰ δὲ τοῦτο, οὐκ οὐσίαι.

「なぜなら、言われたことに加えて、生成と消滅に関する事柄も不条理なものとなるからである。」 彼にとってこの論証もまた、物体の限界が実体ではないということを示しており、それらの限界は[論敵によって]物体よりもいっそう実体であると示されていたものである。というのも実体は、以前には存在しなかったとすれば生成を通じて有へと進み、同様に以前に存在していたとすれば消滅を通じて非有へと進むからである。したがって実体の場合、有と非有には生成と消滅が先行するが、限界は生成や消滅なしにあるときは存在し、あるときは存在しないのであって、それゆえ実体ではない。なぜなら「接触するときには同時にあるときは一つになり、分割されるときにはあるときは二つになる」ということは、生成を伴わないということの現れだからである。実際、接触するときには直ちに、かつ同時に一つであり、再び分割されて離れるときには直ちに、かつ同時に二つであって、いかなる生成も先行していない。そしてそれらが生成と消滅なしにあるときは存在し、あるときは存在しないということを、彼は次のように示す。物体が互いに接触するとき、また再び離れるとき、面も線も点もあるときは突如として一つである。なぜなら、物体が接触するときには合致することによって双方の限界は一つであり、他方で再び分離するときには突如として再び二つになるからである。したがって物体が互いに接触していないときには面やその他のものは存在し、接触しているときには存在しないのであって、しかもこれらは生成や消滅を伴わない。なぜなら、それ自身の自然において不可分である点が二つへと分割されて、この分割がもう一方の点の生成となるわけでは決してなく、以前には存在しなかったものが後には生成なしに存在するからである。そして同じ議論は線や面についても成り立つ。なぜなら、接触が解かれるとき、線が幅において分割されて一つが二つになることも、面が深さにおいて分割されることもありえないからである。またこれらに加えて彼は、生成するものはすべて何らかの基底的なものから生成するが、これら[限界]がどのような基底的なものから生成すると人が言いうるか、[そのような基底は]存在しないと付け加える。したがって、もし生成するものがすべて何らかの基底的なものおよび質料から生成するのに対し、これらには何ものも基底として横たわっていないとすれば、これらは生成しないのである。しかるに、もし生成することなしにあるときは存在し、あるときは存在しないとすれば、前述のものは[実体として]存在しないのである。さらに、時間の限界である「今」について成り立つことは、点や線や面についても成り立つであろう。なぜならこれらすべては同様に、あるものは物体の、あるものは面の、あるものは線の、あるものは時間の限界であるか、あるいは分割であるからである。実際、提示されたものの分割はこれらに即して行われる。それゆえ、もし同一の自然を有する以上、これらすべてにおいて、あるときは存在しあるときは存在しないということが同様に成り立つことが必然であるとすれば、そして「今」はあるときは存在しあるときは存在せず、生成と消滅なしに時ごとに異なっているとすれば(なぜならあらゆる生成は時間の内にあり、消滅も同様であるため、もし「今」も生成したとすれば第一に時間の内に生成したはずであり、時間の内に生成するとすれば分割可能でもあり、何らかの広がりの内にあったはずだからである。時間の内に生成するものについては、そのある部分は生成し終わり、ある部分は現に生成しているからであり、時間の部分に応じて生成するものの部分も生成するからである。さらに、彼が先に述べたように、生成するものはすべて何らかの基底的なものを持つが、「今」には何ものも基底として横たわっていない)、したがって、もしこれが生成なしにあるときは存在しあるときは存在しないとすれば、前述のものについても同様である。そしてもしそうであるならば、それらは実体ではない。

構文注2 件
  1. 3.57ταῦτα δὲ ἐκ τίνος ἐρεῖ τις ὑποκειμένου γίγνεσθαι, οὐκ ἔστιν

    間接疑問節 ἐκ τίνος ὑποκειμένου γίγνεσθαι を動詞 ἐρεῖ が従属させ、文末の οὐκ ἔστιν はその答えとなるべき先行詞(「人が言いうるような基底は存在しない」)の省略を伴う口語的・修辞的構文である。ἐκ τίνος ὑποκειμένου は不定詞 γίγνεσθαι に係る起点の前置詞句。

  2. 3.57τὸ γὰρ ἅμα ὁτὲ μὲν μία ἁπτομένων, ὁτὲ δὲ δύο διαιρουμένων γίγνεται

    定冠詞 τό はアリストテレス本文(1002a30–31)からの引用句全体を名詞化して主語とし、述語は τοῦ χωρὶς γενέσεώς [εἶναι] ἐστι δηλωτικόν である。属格 τοῦ χωρὶς γενέσεως は δηλωτικόν を修飾する目的格的属格として機能している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:231.26-232.34