← アフロディシアスのアレクサンドロス

アリストテレス『形而上学』注解

§199.32-200.31

技術や数学的諸学科の対象と普遍

アレクサンドロスは、測量術をはじめとするいかなる技術・学科も滅びゆく感覚的個別者ではなく普遍に関するものであり、天文学もまた感覚される天体やその軌道・幾何学的性質を直接扱うのではないことを論じ、技術と数学的学科の区別が「感覚的対象」対「思惟的対象」という二項対立には基づかないことを明らかにする。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.31#2

νυνὶ δὲ οὐδεμία οὔτε τέχνη οὔτε ἐπιστήμη συμφθείρεται τούτοις, ὥσπερ οὐδὲ ἡ γεωδαισία· ὡς δῆλον ὅτι οὐδὲ περὶ τούτων οὐδὲ περὶ ταῦτά ἐστιν, ἅ ἐστιν αἰσθητὰ καὶ φθαρτά, ἀλλὰ περὶ τὸ καθόλου, ὅ ἐστιν ἀΐδιον. πᾶσα γὰρ ἐπιστήμη τε καὶ τέχνη περὶ τὸ καθόλου συνίσταται, ὃ οὐκ ἔστιν αἰσθητόν· οὐ γὰρ εἰ χρῆταί τις πρὸς τὰ αἰσθητὰ ταῖς ἐπιστήμαις καὶ τέχναις, ἤδη περὶ ταῦτά εἰσιν·1 ἀλλὰ οὖσαι περὶ τὰ καθόλου καὶ τὰ τοιαῦτα περὶ τὰ αἰσθητὰ πραγματεύονται, οὐχ ᾗ αἰσθητὰ καὶ τάδε, ἀλλ’ ᾗ τοιάδε καὶ τοῦ κοινοῦ μετέχει. ὥστε εἰ μηδὲ ἡ γεωδαισία περὶ τὰ αἰσθητὰ μεγέθη, οὐκ ἂν διαφέροι αὐτῆς ἡ γεωμετρία τῷ αὐτὴ περὶ νοητὰ εἶναι· καὶ γὰρ ἐκείνη περὶ τὰ τοιαῦτα. κατὰ τὸν αὐτὸν λόγον οὐδὲ ἰατρική ἐστι περὶ αἰσθητὴν ὑγίειαν· συμφθείροιτο γὰρ ἂν φθειρομένοις τοῖς περὶ ἅ ἐστιν. ἑξῆς δὲ δείκνυσιν ὅτι οὐδὲ ἡ ἀστρολογία περὶ τῶν αἰσθητῶν λέγει, οἷον περὶ τοῦδε τοῦ οὐρανοῦ καὶ τῶνδε τῶν ἄστρων· καὶ γὰρ ἄφθαρτα ταῦτα, καὶ μηκέτι τῷ φθείρεσθαι μὲν μὴ συναναιρεῖν δὲ ἐκείνην τὴν λεγομένην περὶ αὐτὰ εἶναι, ἥτις ἦν ἡ ἀστρολογία, δείκνυσί τις ὅτι μὴ περὶ ταὐτά ἐστιν, ἀλλὰ ἄλλως καὶ δι’ ἄλλων ἡ τούτων οὐσία δείκνυται.2 οὔτε γὰρ αἰσθητὰς γραμμὰς τοιαύτας ἔστι λαβεῖν ὁποίας ὁ ἀστρονόμος λαμβάνει ἐν ταῖς δείξεσιν· οὐδὲν γὰρ τῶν αἰσθητῶν οὕτως εὐθύ (ἀντὶ δὲ τοῦ ἀστρολόγου τὸν γεωμέτρην εἶπεν),3 ἀλλ’ οἵας ὁ γεωμέτρης τὰς γραμμὰς εἶναι λέγει, τοιαύταις ὁ ἀστρολόγος χρῆται πρὸς τὰς δείξεις τὰς ἀστρολογικάς. ὁμοίως δὲ οὐδὲ περιφερὲς οὐδὲ στρογγύλον οὐδὲν τοιοῦτόν ἐστιν αἰσθητόν, ὁποῖα ὁ γεωμέτρης αὐτὰ ὁρίζεται· ὁ γὰρ κύκλος ὁ αἰσθητὸς τοῦ κανόνος καὶ τοῦ ἐπιπέδου τοῦ αἰσθητοῦ οὐ κατὰ στιγμὴν ἅπτεται, οἱ δὲ μαθηματικοί τε καὶ ἀστρολόγοι οὕτω λέγουσι καὶ περὶ τοῦ κύκλου καὶ τῆς σφαίρας ὡς κατὰ σημεῖον ἁπτομένου τοῦ ἐπιπέδου. Πρωταγόρας οὖν τοῖς αἰσθητοῖς προσχρώμενος ᾤετο τοὺς γεωμέτρας ἐλέγχειν ὡς ψευδομένους, δεικνὺς ὅτι οὐδὲν τούτων τοιοῦτόν ἐστιν ὁποῖον ἐκεῖνοι λέγουσιν, ἀγνοῶν καὶ αὐτὸς ὅτι μὴ περὶ τούτων ὁ λόγος αὐτοῖς, ὥσπερ οὖν οὐδὲ ἄλλῳ τινὶ τεχνίτῃ. ἀλλ’ οὐδὲ αἱ κινήσεις αὐτῶν κατὰ τὸν οὐρανόν, ἀλλ’ οὐδὲ αὐτοῦ τοῦ οὐρανοῦ, αἵ τε κύκλῳ γινόμεναι καὶ αἱ κατὰ ἕλικας, τοιαῦται ὁποίας ὁ ἀστρολόγος λαμβάνει· γραμμὰς γὰρ λαμβάνει ὁ ἀστρολόγος καὶ τὴν ἕλικα καὶ τὸν κύκλον, ἅ ἐστι μήκη ἀπλατῆ, καὶ ἐπὶ τούτων τὰς κινήσεις ὑποτίθεται γίγνεσθαι· οὐδὲν δέ ἐστιν ἐν τοῖς αἰσθητοῖς μῆκος ἄνευ πλάτους. ἔτι οἱ μὲν λαμβάνουσι τὰ ἄστρα σημεῖά τινα καὶ σημείων ἐπέχειν λόγον ἐν τῷ οὐρανῷ, τὸ δὲ σημεῖόν ἐστιν οὗ μέρος οὐδέν, οὐδὲν δὲ τῶν ἄστρων τοιοῦτον. εἰ δὲ μηδεμία τέχνη περὶ τὰ αἰσθητά, οὐκ ἂν εἴη ταῖς τέχναις πρὸς τὰς μαθηματικὰς ἐπιστήμας ἡ διαφορὰ τῷ ταύτας μὲν εἶναι περὶ αἰσθητὰς τὰς δὲ μαθηματικὰς περί τινας νοητὰς οὐσίας· ὑπὲρ γὰρ τοῦ ταῦτα δεῖξαι παρέθετο

しかし実際には、いかなる技術も学科もこれらとともに滅びることはない。測量術がそうでないのと同様である。したがって、[技術や学科は]感覚され滅びるものであるこれらに関するものでもこれらを対象とするものでもなく、永遠である普遍に関するものであることは明らかである。なぜなら、あらゆる学科や技術は、感覚されるものではない普遍に関して成立しているからである。感覚されるものに対して誰かが学科や技術を用いるからといって、それらが直ちにこれら[感覚されるもの]に関するものであるわけではない。むしろ、普遍およびそのようなものに関するものでありながら、それらは感覚されるものについて探究するのであり、それらが感覚的であり個別の「これ」である限りにおいてではなく、「このようなもの」であって共通なものを分有する限りにおいて探究するのである。したがって、測量術すらも感覚される大きさに関するものでないならば、幾何学がそれ自身思惟的なものに関するものであるということによって測量術と異なることにはならないであろう。なぜなら測量術もまたそのようなものに関するものだからである。同じ理由によって、医学も感覚される健康に関するものではない。もしそうなら、それがそれに関するものである対象が滅びるときに、ともに滅びることになるからである。そして続いて彼は、天文学も感覚されるものについて、たとえばこの天やこれら星々について語るのではないことを示す。これらは不滅であり、それらが滅びるのにそれらに関するものと言われるかの[学科]、すなわち天文学をともに取り去らないということによって、それが同一のものに関するのではないと人が示すことはもはやできず、むしろ別の仕方で、別のものを通じて、これら[天体]の本質が示されるからである。なぜなら、天文学者が論証において採るような感覚的な線を捉えることはできないからである。というのも、感覚されるもののどれもこのように真っ直ぐではない(なお、彼は天文学者の代わりに幾何学者と言ったが)。むしろ幾何学者が線をそのようなものだと語るような〔線〕を、天文学者は天文学的論証のために用いるのである。同様に、幾何学者がそれらを定義するような、いかなる感覚的な曲線も丸いものも存在しない。なぜなら、感覚される円は感覚される定規や平面に点において接するのではないが、数学者たちや天文学者たちは、平面に点において接するものとして円や球についてそのように語るからである。それゆえプロタゴラスは、感覚されるものを援用して幾何学者たちが偽りを述べているとして彼らを論駁していると考え、彼らが語るようなものはこれらの[感覚される]もののうちには存在しないと示したが、彼自身も、他のいかなる技術者にとってもそうでないのと同様に、彼らにとっての議論がこれら[感覚されるもの]に関するものではないことを知らなかったのである。それどころか、天におけるそれらの運動も、天それ自体の運動も、円環的になされるものも螺旋状になされるものも、天文学者が採るようなものではない。なぜなら、天文学者は螺旋も円も幅のない長さである線として採り、これらにおいて運動が生じると仮定するが、感覚されるもののうちには幅のない長さは存在しないからである。さらに、彼らは星々を何らかの点であり、天において点の役割を果たすものとして採るが、点とは部分が何もないものであり、星々のどれもそのようなものではない。もし、いかなる技術も感覚されるものに関するものでないならば、技術と数学的諸学科との相違が、前者は感覚される〔実体〕に関するものであり、数学的諸学科は何らかの思惟的実体に関するものであるということにある、とは言えないであろう。なぜなら、これらを示すために[アリストテレスは]挙げたのだから。

構文注3 件
  1. 3.31οὐ γὰρ εἰ χρῆταί τις πρὸς τὰ αἰσθητὰ ταῖς ἐπιστήμαις καὶ τέχναις, ἤδη περὶ ταῦτά εἰσιν

    οὐ ... εἰ ... ἤδη という構文は、「…だからといって直ちに〜というわけではない」という譲歩・条件否定の定型表現である。主節の主語は ταῖς ἐπιστήμαις καὶ τέχναις を受けた複数女性代名詞相当の述語構成(εἰσίν)となっている。

  2. 3.31καὶ μηκέτι τῷ φθείρεσθαι μὲν μὴ συναναιρεῖν δὲ ἐκείνην τὴν λεγομένην περὶ αὐτὰ εἶναι, ἥτις ἦν ἡ ἀστρολογία, δείκνυσί τις ὅτι μὴ περὶ ταὐτά ἐστιν, ἀλλὰ ἄλλως καὶ δι’ ἄλλων ἡ τούτων οὐσία δείκνυται

    τῷ φθείρεσθαι μὲν μὴ συναναιρεῖν δὲ... は手段・論拠を表す冠詞付き不定詞の与格句。天体は不滅(ἄφθαρτα)であるため、「対象が滅びても学問が滅びないことによって」という前述の論法はもはや使えない(μηκέτι ... δείκνυσί τις)と述べ、それに代わって天文学が感覚的対象に関するものではない根拠が別の仕方で(ἄλλως καὶ δι’ ἄλλων)示されるという対比(ἀλλά)をなしている。

  3. 3.31ἀντὶ δὲ τοῦ ἀστρολόγου τὸν γεωμέτρην εἶπεν

    挿入句。注解者はアリストテレス本文(997b35-998a1)において、天文学の文脈でありながら「幾何学者(τὸν γεωμέτρην)」という語が用いられている語法を指摘・補足している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:199.32-200.31