← アフロディシアスのアレクサンドロス

アリストテレス『形而上学』注解

§195.9-196.12

実体と付帯性の学の難問解決と非感覚的実体の難問

幾何学と自然学における定義と論証の関係を通じて実体とその付帯性を同一の学が扱うという難問の解決を示し、続いて感覚的実体以外の実体(イデアや数学的対象)が存在するかという第4の難問へ移行する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.27#2

ὁρισμὸς μὲν γὰρ γραμμῆς μῆκος ἀπλατές, καθ’ αὑτὸ δὲ αὐτῇ ὑπάρχει, ἂν οὕτω τύχῃ, τὸ εἶναι ἢ εὐθείᾳ ἢ περιφερεῖ, καὶ τὸ ἂν εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιῇ ὀρθὴν ἑκατέραν εἶναι τῶν ἴσων γωνιῶν, καὶ τὴν ἐφεστηκυῖαν κάθετον εἶναι ἐφ’ ἣν ἐφέστηκε, καὶ ὅσα τοιαῦτα. σχεδὸν δὲ καὶ διὰ τοῦ παραδείγματος ἔλυσε τὴν ἀπορίαν, ἣν ἐπιφέρει. οἱ γοῦν γεωμέτραι περὶ ἀμφοτέρων λέγοντες οὐκ ἀποδεικνύουσι τοὺς ὁρισμούς, ἀλλὰ τὸ μὲν εἶναι ἐπίπεδον τὸ μῆκος καὶ πλάτος μόνον ἔχον λαμβάνοντες χωρὶς ἀποδείξεως αὐτῷ χρῶνται, τὸ δὲ τινὰ μὲν τοῖς εὐθυγράμμοις ὑπάρχειν τῶν ἐπιπέδων τινὰ δὲ τοῖς περιφερογράμμοις καθ’ αὑτὸ ἀποδεικνύουσι, καὶ οὐ διὰ τοῦτο γίνεται τοῦ τί ἐστιν ἀπόδειξις. οἱ μὲν οὖν γεωμέτραι οὐκ ἔχουσιν οὐσίας τὰ ὑποκείμενα αὐτοῖς ἃ ὁρίζονται, ἡ δὲ φυσικὴ οὐσίας τε ἔχει τὰ ὑποκείμενα καὶ οὐδὲν ἔλαττον αὐτάς τε ὁρίζεται, καὶ τίνα ἐστὶν αὐταῖς τὰ καθ’ αὑτὰ ὑπάρχοντα ἀποδείκνυσιν·1 οὐ γὰρ δὴ τί μέν ἐστι κόσμος ἢ ἥλιος ἤ τις ἄλλη τῶν φυσικῶν οὐσιῶν ἀποδείκνυσιν, οὐκέτι δὲ περὶ τῶν σχημάτων ἢ κινήσεως ἢ τόπων, ἢ ὅσα ἄλλα καθ’ αὑτὰ ὑπάρχει τοῖς φυσικοῖς, λέγει τε καὶ ἀποδείκνυσιν. ὁμοίως δὴ εἰ καὶ ταῖς πρώταις οὐσίαις ἔστι τι συμβεβηκός, ὁ περὶ τῆς οὐσίας αὐτῶν θεωρῶν καὶ περὶ ἐκείνων ἐρεῖ τε καὶ ἀποδείξει. ἐπενεγκὼν δὲ τῷ εἰ τῆς αὐτῆς ἐπιστήμης περὶ ἀμφοτέρων ἐπισκοπεῖν ὡς ἄτοπον τὸ ἔσεσθαι ὁρισμοῦ καὶ τοῦ τί ἦν εἶναι ἀπόδειξιν, εἰ μὴ οὕτως ἔχει, ὡς τῆς αὐτῆς εἶναι τὸ περὶ ἀμφοτέρων θεωρῆσαι, πάλιν τί ἕπεται ἄτοπον λέγει· τίς γὰρ ἔσται ἐπιστήμη παρὰ τὴν τῆς οὐσίας θεωρητικὴν ἡ τῶν καθ’ αὑτὰ ὑπαρχόντων τῇ οὐσίᾳ θεωρητική τε καὶ ἀποδεικτική, διαφέρουσα ἐκείνης, εὑρεῖν χαλεπόν·2 τὸ ὑγιὲς ἐπενεγκών, ὅτι οὐ ῥᾴδιον εὑρεῖν ἄλλην μὲν τὴν περὶ τοῦ τί ἐστι τὸ ὑποκείμενον πραγματευομένην, ἄλλην δὲ περὶ τοῦ τὰ ὑπάρχοντα αὐτῷ καθ’ αὑτά, οὔτε ἐπ’ ἄλλου τινὸς γένους οὔτε ἐπὶ τῆς οὐσίας· οὐ γὰρ οἷόν τε ἀγνοοῦντά τινος τὴν οὐσίαν τὰ καθ’ αὑτὰ αὐτῷ ὑπάρχοντα δεικνύναι. Ἐπὶ τούτοις ἀπορεῖ, ὃ καὶ αὐτὸ κατ’ ἀρχὰς προέβαλε (τέταρτον γὰρ τοῦτο ὧν προέβαλε), πότερον δεῖ τὰς αἰσθητὰς οὐσίας μόνας ἡγεῖσθαι εἶναι, ἢ εἰσί τινες καὶ ἄλλαι παρὰ ταύτας οὐσίαι καθ’ αὑτάς. προστίθησι δὲ τούτῳ τῷ εἶναί τινας παρὰ τὰς αἰσθητάς, ὃ καὶ ἐν τῇ ἐκθέσει τῶν ἀποριῶν προσέθηκε, τὸ πότερον μοναχῶς εἰσιν αὗται ἢ πλείω γένη τῶν τοιούτων εἰσὶν οὐσιῶν, ὡς εἶναι τὰς μέν τινας ἰδέας τε καὶ παραδείγματα, τὰς δέ τινας μεταξὺ τῶν τε ἰδεῶν καὶ τῶν αἰσθητῶν, ὡς τὰς μαθηματικάς· ταύτην γὰρ τὴν χώραν τοῖς μαθηματικοῖς ἔταττον οἱ περὶ Πλάτωνα, οὐσίας καθ’ αὑτὰς λέγοντες εἶναι, ἔξω ὄντα καὶ κεχωρισμένα τῶν τε αἰσθητῶν καὶ τῶν ἰδεῶν. καὶ περί γε τούτου τὰ ἑξῆς λέγει, ζητῶν εἰ πλείω γένη τῶν οὐσιῶν. καὶ ὅτι μὴ δόξει πλείω εἶναι, δείξει διὰ τοῦ ἀνελεῖν τὰ λεγόμενα.

というのも、線の定義は「幅のない長さ」であるが、それに本質的に属する属性は、例えば直であることや曲であることであり、また直線の上に立った直線が隣接する角を互いに等しくするなら、その等しい角の各々は直角であり、立っている直線はそれが立っている直線に対する垂線である、ということや、その他これらに類する事柄だからである。そして彼[アリストテレス]は、この例証を通じて、自分が次に持ち出す難問をほぼ解決したのである。現に幾何学者たちは両方について論じるにしても、定義を論証するのではなく、平面とは長さと幅のみをもつものであると論証なしに前提してそれを用い、直線的な平面に本質的に属するある属性や、曲線的な平面に本質的に属するある属性を論証するのであって、これによって「何であるか」の論証が生じるわけではない。幾何学者たちにとっては、定義する対象となる主題は実体ではないが、自然学は主題として実体をもち、それに劣らずそれらを定義するとともに、それらに本質的に属する属性が何であるかを論証するのである。宇宙や太陽やその他の自然の実体が何であるかを論証する一方で、図形や運動や場所、あるいは自然的事物に本質的に属するその他の属性について語ったり論証したりしない、などということは決してないからである。同様に、もし第一の実体にも何らかの付帯性があるならば、それらの実体について考察する者が、それらの[付帯性]についても語り論証するであろう。そして彼は、「もし同一の学が両方について考察するならば」という前件に対して、不都合な帰結として「定義と本質についての論証が存在することになるだろう」と付け加えたが、両方について考察することが同一の学に属するというわけではないとするなら、今度はどのような不都合が伴うかを語っている。実体を考察する学とは別に、実体に本質的に属する属性を考察し論証する学であって、それとは異なる学が何であるかを見出すのは困難だからである。彼は健全な議論を付け加えて、主題が何であるかを取り扱う学と、それに本質的に属する属性を取り扱う学とが別々であることを見出すのは、他のいかなる類においても実体においても容易ではないとしている。何らかのものの実体を知らない者が、それに本質的に属する属性を論証することは不可能だからである。これらに続いて彼は、それ自体も冒頭において提起した難問(彼が提示したもののうちこれが第4のものである)を提出する。すなわち、感覚される実体のみが存在すると考えるべきなのか、それともこれらとは別に何らかのそれ自体で存在する他の実体が存在するのか、と。そして彼は、この「感覚されるものとは別にあるものが存在するのか」という点に、難問の提示において付け加えたのと同様に、これらは単一の様態で存在するのか、それともそのような実体にはより多くの類が存在し、あるものはイデアや範型であり、あるものはイデアと感覚されるものとの中間、例えば数学的対象であるのか、ということを付け加えている。プラトンの周囲の人々は、数学的対象を感覚されるものとイデアの外部にあって分離されたそれ自体で存在する実体であると言って、数学的対象をこの位置に割り当てたからである。そして彼はこれについて後続の部分で語り、実体のより多くの類が存在するのかを探究している。そして、より多くの[類]が存在するとは見なされないであろうことを、主張されている説を論駁することによって示すであろう。

構文注2 件
  1. 3.27οὐ γὰρ δὴ τί μέν ἐστι κόσμος ἢ ἥλιος ἤ τις ἄλλη τῶν φυσικῶν οὐσιῶν ἀποδείκνυσιν, οὐκέτι δὲ περὶ τῶν σχημάτων ἢ κινήσεως ἢ τόπων, ἢ ὅσα ἄλλα καθ’ αὑτὰ ὑπάρχει τοῖς φυσικοῖς, λέγει τε καὶ ἀποδείκνυσιν

    否定の不変化詞 οὐ γὰρ δή に否定詞 οὐκέτι が呼応し、「〜を論証する一方で、〜についてはもはや論証しない、などということは決してない」という強い反語的否定を構成している。自然学が実体の定義と本質的属性の論証の双方を行うことの論拠となっている。

  2. 3.27τίς γὰρ ἔσται ἐπιστήμη παρὰ τὴν τῆς οὐσίας θεωρητικὴν ἡ τῶν καθ’ αὑτὰ ὑπαρχόντων τῇ οὐσίᾳ θεωρητική τε καὶ ἀποδεικτική, διαφέρουσα ἐκείνης, εὑρεῖν χαλεπόν

    構文的には χαλεπὸν [ἐστιν] εὑρεῖν(見出すことは困難である)という非人称述語が文末に置かれ、それに先行して間接疑問文 τίς ἔσται ἐπιστήμη... が内容・目的語として置かれている倒置構造である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:195.9-196.12