← アフロディシアスのアレクサンドロス

アリストテレス『形而上学』注解

§171.3-173.4

第一の知恵の探求とアポリアの検討の必要性

アリストテレス『形而上学』B巻冒頭(995a24–995a29)を注釈し、第一の知恵・神学としての学問の探求にはアポリアの列挙と解決が不可欠である理由を、結び目とそれを解くことの比喩を通じて論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.1

" Ἀνάγκη πρὸς τὴν ἐπιζητουμένην ἐπιστήμην ἐπελθεῖν ἡμᾶς πρῶτον.1" Ἡ μὲν ἐπιζητουμένη ἐπιστήμη καὶ προκειμένη νῦν αὐτή ἐστιν ἡ σοφία τε καὶ ἡ θεολογική, ἣν καὶ Μετὰ τὰ φυσικὰ ἐπιγράφει τῷ τῇ τάξει μετ’ ἐκείνην εἶναι πρὸς ἡμᾶς.2 λέγει δὲ αὐτὴν καὶ πρώτην σοφίαν, ὅτι τῶν πρώτων καὶ τιμιωτάτων ἐστὶ θεωρητική. διὰ τὸ αὐτὸ δὲ τοῦτο καὶ θεολογική· περὶ γὰρ τοῦ αἰτίου καὶ εἴδους, ὃ πάντη ἄυλός ἐστιν οὐσία κατ’ αὐτόν, ἣν καὶ πρῶτον θεὸν καὶ νοῦν καλεῖ, ὁ λόγος ἐν τούτοις προηγουμένως αὐτῷ γίνεται. φησὶ δὲ ἀναγκαῖον εἶναι πρὸς τὴν εὕρεσιν τῆς τε ἐπιστήμης αὐτῆς καὶ τῶν κατὰ τὴν ἐπιστήμην ταύτην ζητουμένων πρῶτον ἐπελθεῖν καὶ ἐξαριθμήσασθαι περὶ ὧν ἀπορῆσαι δεῖ πρῶτον, εἶτα ἀπορῆσαι περὶ αὐτῶν· καὶ οὕτως ποιεῖ. δύναταί τις ἀκοῦσαι καὶ καθολικώτερον τοῦ εἰρημένου περὶ ὧν ἀπορῆσαι δεῖ πρῶτον· διὰ γὰρ τούτων ἡ τῶν ἐπιστημῶν εὕρεσις· εἰ δὲ πρὸς πᾶσαν, καὶ τὴν προκειμένην. τίνα δὲ δεῖ ἀπορεῖν καθ’ ἑκάστην ἐπιστήμην προσέθηκε διὰ τοῦ ταῦτα δέ ἐστιν ὅσα τε περὶ αὐτῶν ἄλλως ὑπειλήφασί τινες. τοῦτο δ’ ἂν σημαίνοι ἢ τὸ μὴ προσηκόντως ἢ δεόντως ἀλλὰ διημαρτημένως, ἢ ὅτι ἄλλοι ἄλλως· ταῦτα γὰρ μάλιστα ἀπορίας παρέχει, περὶ ὧν προκαταβέβληνται διάφοροι δόξαι ὑπὸ τῶν πραγματευσαμένων περὶ αὐτά· ἢ ὅσα παρεώραται ὑπὸ τῶν πρόσθεν, καίπερ ἀναγκαῖα ὄντα γιγνώσκεσθαι. ὡς δὲ καὶ περὶ τούτων διαπορήσων λέγει. εἰπὼν δὲ ἀπορῆσαι δεῖν, ἑξῆς καθόλου κατασκευάζει τε καὶ δείκνυσιν ὅτι χρήσιμον πᾶσι τοῖς πραγματευσομένοις περί τινος πρὸς τὴν τῶν ζητουμένων εὕρεσιν τὸ πρῶτον περὶ αὐτῶν διαπορεῖν· ἡ γὰρ εὐπορία καὶ ἡ εὕρεσις αὐτῶν καὶ κατασκευὴ ἐκ τῆς εὑρέσεως τῶν ἠπορημένων ἤρτηται. εἴη δὲ ἂν καταλληλότερον, εἰ ἀντὶ τοῦ ἔστι δέ εἴη γεγραμμένον ἔστι γάρ·3 ἡ γὰρ ὕστερον εὐπορία λύσις τῶν προειρημένων ἀπόρων ἐστίν. ἴσον δέ ἐστι τοῦτο τῷ ἡ γὰρ λύσις τῶν προηπορημένων αἰτία τῆς ὕστερον γιγνομένης εὐπορίας. ἢ οὕτως· ἡ γὰρ ὕστερον εὐπορία γιγνομένη ἐκ τῆς λύσεως τῶν πρώτων ἠπορημένων γίγνεται. ἔστι δὲ αὐτῷ τῆς προκειμένης πραγματείας ἐντεῦθεν ἡ ἀρχή· περὶ γὰρ τῶν ἀναγκαίως συντεινόντων εἰς τὰ προκείμενα ἐνταῦθα λέγειν ἄρχεται· ὅσα δὲ ἐν τοῖς Α εἴρηται, προλεγόμενα ἂν εἴη αὐτῆς καὶ εἰς τὴν προκατάστασιν συντελοῦντα. διό τισιν ἔδοξε τῆς Μετὰ τὰ φυσικὰ πραγματείας τοῦτο εἶναι τὸ πρῶτον.

「探求されている知識に向けて、我々はまず検討しなければならない。」 探求されている知識、すなわち今主題として目前に置かれているものとは、知恵そのものであり、神学的な知識である。彼がこれを『自然学の後のもの[形而上学]』と題するのも、順序においてそれが我々にとって自然学の後にあるからである。また彼はこれを「第一の知恵」とも呼ぶ。なぜならそれは第一で最も尊厳あるものごとの観照だからである。そしてまさにこの同じ理由により、それは「神学的な知識」でもある。なぜなら、彼によれば完全に無物質的な実体であり、彼が「第一の神」また「知性」とも呼んでいる原因と形相について、これらの探求において議論が主として彼によってなされるからである。 そして彼は、知識そのもの、およびこの知識に従って探求される事柄の発見に向けて、最初に、まず何について難問を提起すべきかを検討し枚挙すること、次いでそれらについて難問を立てることが必要であると述べている。そして実際、彼はそのように行っている。 「まず何について難問を提起すべきか」という言われた事柄を、より普遍的なものとして解釈することも可能である。というのも、これらを通じてこそ諸知識の発見が生じるからであり、したがってもしすべての知識に対してそうであるなら、目前の知識に対してもそうだからである。 そして個々の知識においていかなる難問を立てるべきかを、彼は「そしてこれらは、ある人々がそれらについて異なって想定した事柄のすべてである」という句を通じて付け加えた。そしてこの句は、適切あるいは妥当にではなく誤って想定されたことを意味するか、あるいは別の人々が別様に想定したことを意味するであろう。なぜなら、それらについて探究を行った人々によって異なる見解があらかじめ提示されている事柄こそが、とりわけ難問をもたらすからである。あるいは、知られることが必然的であるにもかかわらず、先人たちによって見過ごされてきた事柄のすべてである。彼はこれらについても難問を徹底的に検討するかのように語っているのである。 難問を立てるべきだと述べたあと、彼は続いて、何らかの事柄について探究を行おうとするすべての人にとって、探求される事柄の発見に向けて、まずそれらについて難問を徹底的に検討することが有益であることを普遍的に論証し示す。なぜならそれらの十全な把握、発見、確立は、難問とされた事柄の解明に依存しているからである。 そして「ところで、ある(ἔστι δέ)」の代わりに「なぜなら、ある(ἔστι γάρ)」と書かれているならば、より整合的であろう。すなわち、「なぜなら後の十全な把握は、前述の難問の解決だからである」。そしてこのことは、「なぜならあらかじめ難問とされた事柄の解決こそが、後で生じる十全な把握の原因だからである」ということと同等である。あるいは次のように理解される。「なぜなら後で生じる十全な把握は、最初に難問とされた事柄の解決から生じるからである」。 そして彼にとって、目前の探究の端緒はここから始まる。なぜなら目前の主題へと必然的に連なる事柄について、ここで語り始めているからである。他方で、Aの諸巻において言われている事柄は、この探究の序論であり、予備的な準備に資するものであろう。それゆえ一部の人々には、この巻こそが『形而上学』の探究の第一巻であると思われたのである。

§3.2

"Λύειν γὰρ οὐκ ἔστιν ἀγνοοῦντας τὸν δεσμόν." Εἰ ἡ εὕρεσις καὶ κατασκευὴ τῶν ζητουμένων ἤρτηται τῆς τῶν ἀπορουμένων λύσεως, λύειν δὲ οὐχ οἷόν τε δεσμόν τινα μὴ πρότερον εἰδότας αὐτόν, τουτέστι καθὸ δέδεται (πῶς γὰρ ἂν λύσαι τις κατ’ ἐπιστήμην τὸν ἀγνοούμενον δεσμόν;) δεσμὸς δὲ ἐν τοῖς ζητουμένοις ἡ τῆς διανοίας ἀπορία (αὕτη γὰρ τὸν δεσμὸν δεικνύει τοῦ πράγματος), ἀναγκαῖον πρῶτον τὸ περὶ τῶν ζητουμένων καὶ μελλόντων δείκνυσθαι ἀπορεῖν,4 εἴ γε τὸ μὲν εὑρεῖν ἐκ τοῦ λύειν τὰ ἀπορούμενα, λύειν δὲ τὰ ἀπορούμενα οὐχ οἷόν τε μὴ εἰδότας πῶς ἠπόρηται. ἀλλ’ ἡ τῆς διανοίας ἀπορία δηλοῖ τοῦτο περὶ τοῦ πράγματος. ἴσον ἐστὶ τὸ εἰρημένον τῷ ἀλλ’ ἡ τῆς διανοίας ἀπορία δηλοῖ τὸν δεσμὸν τὸν ἐν τῷ πράγματι. εἰπὼν δὲ δεσμὸν τὴν ἀπορίαν, κατὰ τί ὅμοιόν ἐστι δεσμῷ ἐπήνεγκε· κωλυτικὸς γὰρ ὁ δεσμὸς τῆς εἰς τὸ πρόσθεν καὶ εἰς τὸ προκείμενον προόδου τε καὶ προχωρήσεως, τοῦτο δὲ καὶ ἡ ἀπορία ποιεῖ· ἡ γὰρ διάνοια εἰς τὸ πρόσθεν προϊέναι κωλύεται διὰ τὴν περὶ τοῦ πράγματος ἀπορίαν.

「結び目を知らない者は解くことができないからである。」 もし探求される事柄の発見と確立が、難問とされた事柄の解決に依存しており、他方で結び目そのものを前もって知ることなしには、すなわちそれがいかにして結ばれているかを知ることなしには誰もそれを解くことができず(実際、知られていない結び目を誰が知識に従って解くことができようか)、そして探求される事柄における結び目とは思考の行き詰まりであるとするならば(なぜならこれこそが事物の結び目を示すからである)、探求され論証されるべき事柄についてまず難問を立てることが必然的である。もしも発見することが難問とされた事柄を解くことから生じ、他方でいかにして難問となったかを知らなければ難問とされた事柄を解くことができないとするならば、確かにそうである。 「だが、思考の行き詰まりが事物についてのこのことを明らかにする。」言われていることは、「だが、思考の行き詰まりが事物の中にある結び目を明らかにする」ということと同等である。 そして彼は難問を結び目と呼んだ後で、それがいかなる点において結び目に似ているかを付け加えた。なぜなら結び目は、前方へ、すなわち目前の目標へと向かう前進と進行を妨げるものであり、まさにこのことを難問もまた行うからである。実際、思考は事物についての難問ゆえに、前方へと進むことを妨げられるのである。

構文注4 件
  1. 3.1ἐπελθεῖν ἡμᾶς πρῶτον

    対格不定詞構文で、ἀνάγκη の真主語をなす。ἐπελθεῖν はここでは探求される学問に向けて「(諸々の難問を)順を追って検討する・枚挙する」という意味で用いられており、後に続く解説(ἐπελθεῖν καὶ ἐξαριθμήσασθαι περὶ ὧν ἀπορῆσαι δεῖ)からも省略された目的語が「難問」であることが示されている。

  2. 3.1τῷ τῇ τάξει μετ’ ἐκείνην εἶναι πρὸς ἡμᾶς

    冠詞付き不定詞 τῷ... εἶναι は原因・理由を表す与格句であり、「順序においてそれが我々にとって自然学の後にあることによって(それゆえに)」を意味する。ἐκείνην は直前の τὰ φυσικά から含意される φυσική(自然学)を指す。

  3. 3.1εἴη δὲ ἂν καταλληλότερον, εἰ ἀντὶ τοῦ ἔστι δέ εἴη γεγραμμένον ἔστι γάρ

    潜在(ἄν+希求法)と条件文の希求法による構文。写本の本文(ἔστι δέ)に対して、論理的な接続関係(前文に対する理由づけ)から「ἔστι γάρ」と読まれる方がより適切(καταλληλότερον)であるというテキスト校訂・解釈上の提案を行っている。

  4. 3.2Εἰ ἡ εὕρεσις καὶ κατασκευὴ τῶν ζητουμένων ἤρτηται τῆς τῶν ἀπορουμένων λύσεως, λύειν δὲ οὐχ οἷόν τε δεσμόν τινα μὴ πρότερον εἰδότας αὐτόν, τουτέστι καθὸ δέδεται (πῶς γὰρ ἂν λύσαι τις κατ’ ἐπιστήμην τὸν ἀγνοούμενον δεσμόν;) δεσμὸς δὲ ἐν τοῖς ζητουμένοις ἡ τῆς διανοίας ἀπορία (αὕτη γὰρ τὸν δεσμὸν δεικνύει τοῦ πράγματος), ἀναγκαῖον πρῶτον τὸ περὶ τῶν ζητουμένων καὶ μελλόντων δείκνυσθαι ἀπορεῖν

    主節の核は ἀναγκαῖον πρῶτον τὸ ... ἀπορεῖν(「…難問を立てることがまず必然である」)。これに先立ち、Εἰ から始まる条件節群(Εἰ ἡ εὕρεσις... ἤρτηται, λύειν δὲ οὐχ οἷόν τε..., δεσμὸς δὲ ... ἡ ἀπορία)が三段論法的な前提(大前提・小前提・同定)を構成し、挿入句(πῶς γὰρ...、αὕτη γὰρ...)を挟みつつ主節へと導く長大な構造を持つ。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:171.3-173.4