← アフロディシアスのアレクサンドロス

アリストテレス『形而上学』注解

§162.17-164.14

原因の無限後退による学知の破壊と直接的定義

アリストテレス『形而上学』994b20–21を注解し、無際限な後退を認める立場は直接的な前提をなくして学知を不可能にすることを示し、さらに連続量の分割における可能的な無限と思考の停止を対比させつつ、原因における現実的な無限が事物の認識を不可能にすることを論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.18

" Ἔτι τὸ ἐπίστασθαι ἀναιροῦσιν οἱ οὕτω λέγοντες· οὐ γὰρ οἷόν τε εἰδέναι πρὶν εἰς τὰ ἄτομα ἐλθεῖν." Ἄτομα λέγει νῦν τὰ ἀμέσως ὑπάρχοντα·1 ἐκ γὰρ τῶν προσεχῶς καὶ ἀμέσως ὑπαρχόντων αἱ ἐπιστῆμαι, ὡς εἴρηται ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς· ὃ ἀδύνατόν ἐστιν εἶναι, εἰ τῶν ἐν τῷ ὁρισμῷ παραλαμβανομένων πάντων εἶεν ὁρισμοὶ καὶ ἐκ τούτων τῶν ὁρισμῶν ὁ ὁρισμὸς εἴη τοῦ προκειμένου συμπληρούμενος. νῦν μὲν γὰρ τὸ διὰ τὸν ὁρισμόν τινι ὑπάρχον δειχθὲν ἀμέσως ὑπάρχειν αὐτῷ δοκεῖ· ἂν δὲ ᾖ παντὸς ὁρισμοῦ ὁρισμὸς ἐπ’ ἄπειρον, ἀεί τις μέσος ὅρος ἔσται τοῦ τε αἰτίου δι’ οὗ δείκνυται ὑπάρχον τί τινι καὶ τοῦ ὑποκειμένου ᾧ ὑπάρχειν τι δείκνυται. οὐδέποτε γὰρ δυνήσεται ἀμέσως τι ὑπάρχον τινὶ ληφθῆναι, εἰ ἀεὶ τοῦ εἰλημμένου παντὸς ὁρισμὸς εἴη· οὐ γὰρ ἀμέσως τὸ ζῷον τῷ ἀνθρώπῳ ὑπάρξει, ἀλλὰ διὰ τὸ εἶναι αὐτὸν οὐσίαν ἔμψυχον αἰσθητικήν. πάλιν δὲ αὖ τὸ οὐσία ἔμψυχος αἰσθητικὴ ὑπάρξει αὐτῷ διὰ τὸν ἴδιον ὁρισμόν, πάλιν κἀκεῖνα ὁμοίως διὰ τὸν ἴδιον, καὶ τοῦτο ἐπ’ ἄπειρον· ἀεὶ γὰρ οἱ λαμβανόμενοι ὁρισμοὶ τῶν ὁρισμῶν μέσοι ὅροι ἔσονται, δι’ ὧν ὑπάρξει τὰ ὧν οἱ ὁρισμοὶ τοῖς ὁριστοῖς. ἀναιρεθήσονται ἄρα αἱ ἄτομοι καὶ ἄμεσοι προτάσεις, ὧν ἀναιρεθεισῶν ἀναιρεῖται ἐπιστήμη τε καὶ ἀπόδειξις. τινὲς δὲ ἄτομα ἤκουσαν τὰ καθ’ ἕκαστα, καί φασι τὰς μὲν ἐπιστήμας τότε τὸ ἐπιστητὸν ἔχειν, ὅταν περὶ ὧν εἰσιν, εὑρίσκωνται ταῦτα τοῖς ἀτόμοις τοῖς οἰκείοις ἐφαρμόζοντα. τότε γάρ τις ἐπιστήμην ἔχει τῶν τῷ ἀνθρώπῳ ὑπαρχόντων, ὅταν τοῖς καθ’ ἕκαστα ἀνθρώποις ἐφαρμόζῃ τὰ λεγόμενα. οὐχ οἷόν τε δὲ ἐπὶ τὰ ἄτομα ἐλθεῖν ἐπ’ ἄπειρον τῶν αἰτίων ἐπὶ τὸ κάτω τὴν πρόοδον λαμβανόντων· ἔσχατον μὲν γὰρ τὸ ἄτομον, οὐχ οἷόν τε δὲ ἐπὶ τοῦτο ἐλθεῖν ἀπείρων ὄντων τῶν μεταξὺ αἰτίων. ὡς εἶναι τὸ λεγόμενον κοινῶς περὶ πάντων τῶν αἰτίων λεγόμενον, ἀλλ’ οὐ περὶ τοῦ εἴδους τε καὶ ὁρισμοῦ μόνον.

「さらに、このように言う者たちは知ることを否定している。なぜなら、不可分なものに至るまでは知ることは不可能だからである。」 彼はここで「不可分なもの」を「無媒介に属するもの」の意味で語っている。というのも、『分析論後書』で述べられているように、知識は直接的かつ無媒介に属するものから生じるからである。しかし、もし定義において採り入れられるあらゆるものに定義があり、これらの定義から提示されたものの定義が充たされるのだとすれば、この[知識が生じるということ]は不可能である。なぜなら現在[の考え方]では、定義を通じて何かに属することが示されたものは、そのものに無媒介に属すると見なされているが、もしあらゆる定義の定義が無際限に存在するならば、何かが何かに属することを示す原因と、何かが属することを示される基体との間には、常に何らかの中項が存在することになるであろうからである。というのも、もし常に、採られたあらゆるものに対して定義が存在するならば、何かが何かに無媒介に属するものとして把握されることは決してありえないであろうからである。実際、「動物」は人間に無媒介に属するのではなく、人間が「有魂で感覚能力をもつ実体」であることによって属することになろう。そして再び「有魂で感覚能力をもつ実体」は固有の定義によって人間に属し、さらにそれらも同様に固有の定義によって属し、これが無際限に続くことになるであろう。なぜなら、定義の定義として採られるものは、それらを通じて定義の項が定義されるものに属することになる中項に常になるであろうからである。したがって、不可分で無媒介な前提は否定されることになり、それらが否定されれば知識も論証も否定されるのである。しかし、ある人々は「不可分なもの」を「個別のもの」と理解し、知識が知られるべき対象をもつのは、知識がそれらに関するものである当のものが、固有の不可分なものに適合していると見出されるときである、と主張している。なぜなら、人間に属する事柄について人が知識をもつのは、語られていることが個々の人間に適合するときだからである。しかし、原因が下へ向かって無際限に前進を受け取るならば、不可分なものに至ることは不可能である。なぜなら不可分なものは究極のものであるが、中間の原因が無際限であるなら、これに至ることは不可能だからである。その結果、語られている内容は、形相と定義についてだけではなく、すべての原因について共通に語られていることになる。

§2.19

"Καὶ τὸ γιγνώσκειν οὐκ ἔστιν." Τὸ λεγόμενον τοιοῦτόν ἐστιν. εἰπὼν τῶν ἐνεργείᾳ ἀπείρων ἀδύνατον γνῶσιν εἶναι, καὶ ὅτι οἱ οὕτως αὔξοντες ἢ τοὺς ὁρισμοὺς ἢ τὰ αἴτια (κοινὸς γὰρ ὁ περὶ πάντων λόγος) ἀναιροῦσι γνῶσιν, εἴ γε ἐκ τῆς τῶν αἰτίων γνώσεως ἡ ἐπιστημονικὴ τῶν πραγμάτων γνῶσις, εἰπὼν δὲ τὰ ἄπειρα ἄγνωστα εἶναι, ἐπεὶ δοκεῖ καὶ τὰ συνεχῆ ἄπειρά πως εἶναι διὰ τὴν ἐπ’ ἄπειρον τομὴν καὶ μὴ εἶναι ἄγνωστα (ἔστι γὰρ τούτων τῆς ἐπ’ ἄπειρον τομῆς νόησις), ὅτι μὴ ὁμοίως ἔνεστιν ἐν ἐκείνοις τε ἡ ἀπειρία καὶ ἐν τοῖς αἰτίοις ἡ ἐπ’ ἄπειρον κατ’ εὐθυωρίαν πρόοδος, δείκνυσιν ἑξῆς2 εἰπὼν τὰ γὰρ οὕτως ἄπειρα πῶς ἐνδέχεται νοεῖν; λέγων τὰ ἐνεργείᾳ. ἐπ’ ἄπειρον μὲν γὰρ ἡ γραμμὴ διαιρεῖται ὁμολογουμένως τῷ μὴ ἵστασθαι τὴν τομήν, ἀλλ’ ἡμεῖς γε οὐδέποτε νοοῦμεν αὐτὴν εἰς ἄπειρα διῃρημένην, ἀλλ’ ὅταν νοῶμεν, τὰς τομὰς ἱστῶμεν καὶ παυόμεθα τοῦ τέμνειν καὶ λαμβάνομεν πεπερασμένας. πῶς γὰρ ἐπ’ ἄπειρον ἡ τομὴ γίνεται τῆς γραμμῆς καὶ ὅλως τῶν συνεχῶν νοοῦμεν, οὐ μὴν καὶ τὰς ἀπείρους αὐτῆς ἔτι διαιρέσεις· ἀεὶ γὰρ ἃς νοοῦμεν πεπερασμένας νοοῦμεν. τοῦτο γάρ ἐστι τὸ νοῆσαι δὲ οὐκ ἔστι μὴ στήσαντα· τὰς γὰρ πεπερασμένας νοοῦμεν. διὸ οὐδὲ ὁ διεξιὼν τὴν συνεχῆ γραμμὴν τὴν ἐπ’ ἄπειρον διαιρετὴν ἀριθμῶν τὰς τομὰς καὶ ἐνεργείᾳ λαμβάνων καθ’ ὅσον οἷόν τε τμηθῆναι αὐτὰς ἦν, οὕτω δίεισιν· οὐδέποτε γὰρ ἂν διεξέλθοι ὁ οὕτως αὐτὴν διεξιών. εἶπε δὲ ὁ τὴν ἄπειρον διεξιὼν ἀντὶ τοῦ ὁ τὴν ἐπ’ ἄπειρον διαιρετήν. ἀλλὰ κατ’ ἀθρόα μόρια δίεισι διὰ τὸ μὴ εἶναι ἐν αὐτῇ ἐνεργείᾳ τὴν ἀπειρίαν ἀλλὰ δυνάμει. ἐπὶ δέ γε τῶν αἰτίων, εἰ ἐπ’ ἄπειρον εἰς τὸ κάτω ἐστὶν ἄλλο ἄλλου αἴτιον, ἀδύνατον ἔσται γνῶσιν τῶν αἰτίων γενέσθαι πάντων, ἄπειρα δὲ γίγνεται τὰ πάντα ἐνεργείᾳ. εἰ δὴ ἤρτηται μὲν ἡ τῶν ὄντων γνῶσις ἐκ τῆς τῶν αἰτίων γνώσεως, ὡς προείρηται, ἄγνωστα δὲ τὰ αἴτια δι’ ἀπειρίαν, ἄγνωστα καὶ τὰ ὧν αἴτια ταῦτα.

「そして認識することも存在しない。」 語られていることは次のようなものである。現実態において無際限であるものについての認識は不可能であると述べ、定義をあるいは原因をそのように増大させる者たち(なぜならすべての[原因]に関する議論は共通であるから)は認識を否定していると述べた後に(もし原因の認識から事物の学知的な認識が生じるのであるなら)、無際限なものは認識不可能であると述べたうえで、連続的なものも無際限な分割によってある意味で無際限であると思われ、しかも認識不可能ではないと思われるので(なぜならそれらの無際限な分割については思考が存在するから)、無際限性がそれら[連続的なもの]の中に存在することと、原因において直線的な無際限の前進が存在することとは同様ではないということを、彼は続けて「なぜなら、このように無際限であるものをどのように思考することが可能であろうか」と述べることによって示している。彼は「現実態において[無際限であるもの]」を言っているのである。というのも、線は分割が停止しないことによって無際限に分割されることは認められているが、我々自身は決してそれが無際限なものへと分割されていると思考するのではなく、思考するときには分割を停止させ、切断することをやめ、有限な[分割]を把握するからである。なぜなら、線の、そして一般に連続的なものの分割が無際限にどのように生じるかは我々は思考するが、その無際限な分割そのものをなお思考するのではないからである。なぜなら、我々が思考するものは常に有限なものとして思考するからである。事実、このことこそが「しかし停止させずには思考することは不可能である」ということであり、なぜなら我々は有限なものを思考するからである。それゆえ、無際限に分割可能な連続的な線を通り抜ける者も、分割を数え上げ、それらが切断されうるかぎりにおいて現実態として把握しながらそのように通り抜けるのではない。なぜなら、そのようにそれを通り抜ける者は決して通り抜けることができないであろうからである。そして彼は「無際限な[線]を通り抜ける者」と、「無際限に分割可能な[線]を[通り抜ける者]」の代わりに語ったのである。むしろその人は、無際限性が線の中に現実態においてではなく可能態において存在するがゆえに、一括された部分に従って通り抜けるのである。しかし原因においては、もし下へ向かって無際限に別のものが別のものの原因であるとするなら、すべての原因についての認識が生じることは不可能であろうし、すべての原因は現実態において無際限となる。それゆえ、存在者の認識が前述のように原因の認識に依存しており、原因が無際限性のゆえに認識不可能であるとするなら、これらがそれらの原因である当のものも認識不可能なのである。

構文注2 件
  1. 2.18Ἄτομα λέγει νῦν τὰ ἀμέσως ὑπάρχοντα

    Ἄτομα(不可分なもの)の語義について、アレクサンドロスはまずこれを「無媒介に属する述語/前提(τὰ ἀμέσως ὑπάρχοντα)」と解釈し、後段で別の解釈者たちによる「個物(τὰ καθ’ ἕκαστα)」という理解を紹介している。ここでは前者の論理学的な術語解釈が主たる論証の基盤として採用されている。

  2. 2.19εἰπὼν τῶν ἐνεργείᾳ ἀπείρων ἀδύνατον γνῶσιν εἶναι, καὶ ὅτι οἱ οὕτως αὔξοντες ἢ τοὺς ὁρισμοὺς ἢ τὰ αἴτια (κοινὸς γὰρ ὁ περὶ πάντων λόγος) ἀναιροῦσι γνῶσιν, εἴ γε ἐκ τῆς τῶν αἰτίων γνώσεως ἡ ἐπιστημονικὴ τῶν πραγμάτων γνῶσις, εἰπὼν δὲ τὰ ἄπειρα ἄγνωστα εἶναι, ἐπεὶ δοκεῖ καὶ τὰ συνεχῆ ἄπειρά πως εἶναι διὰ τὴν ἐπ’ ἄπειρον τομὴν καὶ μὴ εἶναι ἄγνωστα (ἔστι γὰρ τούτων τῆς ἐπ’ ἄπειρον τομῆς νόησις), ὅτι μὴ ὁμοίως ἔνεστιν ἐν ἐκείνοις τε ἡ ἀπειρία καὶ ἐν τοῖς αἰτίοις ἡ ἐπ’ ἄπειρον κατ’ εὐθυωρίαν πρόοδος, δείκνυσιν ἑξῆς

    主節の骨格は「分詞句 εἰπὼν ... εἰπὼν δὲ ... + 理由節 ἐπεὶ δοκεῖ ... + 主節 ὅτι μὴ ὁμοίως ... δείκνυσιν ἑξῆς」という重層的な構造をなす。分詞 εἰπὼν は前段の議論を要約し、理由節 ἐπεὶ は想定される反論(連続量における無限分割の可知性)を提示し、主動詞 δείκνυσιν の目的語節として ὅτι 節(連続量の無限と原因の無限の非類似性)が導かれている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:162.17-164.14