← カッパドキアのアレタイオス

慢性疾患の治療について

§2.5-2.6

腹腔病の養生法と関節炎および坐骨神経痛の治療

第7章では慢性下痢(腹腔病)の原因と絶食・収斂・催吐・生姜やヘレボルスによる温熱療法・運動を論じ、第12章では関節炎・坐骨神経痛に対するヘレボルス投与、発作時の冷却・温熱貼付薬や民間療法を述べる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.5

Κεφ. ζ. Θεραπεία Κοιλιακῶν. ἢν τῶν σιτίων ἀκρατὴς ἡ κοιλίη ἔῃ, διαρρέῃ δὲ ἡ τροφὴ ἄπεπτος, ἄθρεπτος, ὠμὴ, καὶ μηδὲν εἰς τὸν ὄγκον ἀνίῃ, κοιλιακοὺς τούσδε κικλήσκομεν. ψύχεϊ μὲν ἐμφύτου τῆς ἐς πέψιν θερμασίης, ἀτονίῃ δὲ τῆς ἐς ἀνάδοσιν δυνάμιος.1 χρὴ ὦν τὴν κοιλίην πρώτιστα μὲν πόνων ἀνιέναι ἠρεμίῃ καὶ ἀποσιτίῃ· ὧδε γὰρ παλινδρομέουσι αἱ δυνάμιες. ἢν δὲ καὶ πλήθεος τῶν ἐν τῷ στομάχῳ φαντασίη ἔῃ, νήστεσι ἐμέτοισι χρέεσθαι ἀφʼ ὕδατος, ἢ μελικρή του· τὴν κοιλίην δὲ σκέπειν καὶ τέγγειν ἐς στῦψιν, ἐρίοισι μὲν τοῖς ἐξ ὄϊος πιναροῖσι· λίπαϊ δὲ, Ῥοδίνῳ μύρῳ, ἢ τῷ διὰ τῆς οἰνάνθης, ἢ μηλίνῳ· ἄριστον, κἢν ἀπὸ τοῦ σχίνου, καὶ ὑποκιστίδι, ἢ ὀμφακίῳ· ξὺν τοῖσδε δὲ ἐπιπλάσματα, θερμὰ μὲν ἐς θίξιν, ἐς δύναμιν δὲ στρυφνά· καὶ ἤν πη τοῦ ἥπατος, ἢ τῆς κοιλίης κατὰ στόμα ἐντάσιες, ἢ φλεγμασίαι ἔωσι, σικύην προσβάλλοντα ἐντάμνειν· καὶ ἔστι οἷσι2 τόδε μοῦνον ἤρκεσε· ἐπὴν δὲ κηρωτῇσι ἐς ὠτειλὴν ἥκῃ τὰ τρώματα, ἠδὲ ἐπὶ σκληρίῃ κραίνῃ, τῇδε βδέλλας τὰ θηρία προσβάλλειν· ἔπειτα ἐπιθήματα πεπτικὰ τιθέναι, ὁκοῖον τὸ διὰ τῶν σπερμάτων, ἢν ἴσχῃ χαμαιλέοντος Ῥίζαν· ἄριστον καὶ ἔνθα οἱ τῆς δάφνης ἔασι καρποὶ, καὶ τὸ μάλαγμα ἐπίκλησιν τὸ χλωρὸν, καὶ τοὐμὸν τὸ μυστήριον. τάδε γὰρ μαλάσσειτε καὶ ἀμύσσει, καὶ θερμασίην ἐγείρει, καὶ ἄφυσα τὰ σπλάγχνα ποιέει, ὧν περ ἐς στῦψιν χρέος.3 ἀτὰρ καὶ σίνηπι, καὶ λίμνηστις, καὶ εὐφόρβιον, καὶ ὁκόσα τοιάδε πάντα τὴν μὲν ψῦξιν κωλύει, ἀνάκλησιν δὲ θέρμης ποιέεται. τοιάδε χρὴ καὶ πιπίσκειν φάρμακα ἐς στῦψιν. χρέος μὲν πρώτιστα ὁ τοῦ ἀρνογλώσσου χυλὸς ξὺν ὕδατι ἐστυμμένῳ μύρτοισι, ἢ κυδωνίοισι μήλοισι· ἄριστον καὶ γίγαρτον σταφυλῆς ὀμφακιτίδος· οἶνοι τῶν κάρτα στυφόντων. ἔπειτα δὲ τὰ ἀλθαίνοντα τὴν γαστέρα φάρμακα ποτὰ, ὁκόσα διὰ ζιγγιβέριος καὶ πεπέριος, καὶ σελίνου τοῦ καρποῦ τοῦ ἀγρίου τοῦ ἐν πέτραις, τὸ διὰ τῶν θηρίων τῶν ἐχιδνῶν πεπτικώτατον· ἢν δὲ ἐπὶ τοῖσι μηδὲν, ἢ σμικρὸν ἐνδιδῷ, τοῖσι ἀπὸ Ῥαφανίδων ἐμέτοισι χρέο· ἢν δὲ καὶ ἐγκρύψῃς ταῖσδε ἐλλεβόρου τοῦ λευκοῦ Ῥίζαν ἐς μίην νύκτα, εὐτονωτάτη ἄν σοι γένοιτο ἡ κάθαρσις, ἔς τε τὴν τῶν ὑγρῶν τῶν ψυχρῶν κάθαρσίν τε καὶ ἔκκρισιν, καὶ ἐς τὴν ἔξαψιν τοῦ θερμοῦ. ἀτὰρ καὶ ἡ δίαιτα, καὶ ὁ βίος, τοῖσδε ἔστω ξύμμετρα. οἱ ὕπνοι νύκτωρ μὲν, διʼ ἡμέρης δὲ περίπατοι, ἀναφωνήσιες, αἰώρη, ἥ τε ἐν δάφνῃσι, ἢ μυρρίναισι, ἢ θύμῳ. ἔχει γάρ τι ἡ διαπνοὴ καὶ ἡ ἀναπνοὴ τοιῶνδε φάρμακον πεπτήριον· γυμνάσια, τρίψιες, χειρονοσμίη, ἁλτήρων βολαῖσι τοῦ θώρηκος, καὶ τῆς κοιλίης κόποι· προπόσιες· σμικρότατα γὰρ εἰς τόνον εὐσταλὲς ἄρτος. ἐπὶ τῶνδε φοίνιξις, περίπατοι Ῥαθυ — Κεφ. ιβʼ. Θεραπεία Ἀρθρίτιδος καὶ Ἰσχιάδος. σιτίων καὶ Ῥαφανίδων πολλάκις. ἔπειτα ἐς τὸν ἐλλέβορον ἄγειν. δίαιτα δὲ ἡ ἐπὶ τοῖσδε ξυνὴ τοῖσι ἄλλοισι πάθεσι· καὶ ἐπὶ τῇ διαίτῃ ἄλειψις, ψυχρολουσίη θαλασσίη· μάλιστα μὲν ὦν ἅπασι ἀρθριτι κοῖσι ξυνὰ ἄκεα· καὶ γὰρ καὶ τοῖσι ποδαγρικοῖσι ἐλλέβορος τὸ μέγα ἄκος, ἀλλὰ ἐν τῇσι πρώτῃσι προσβολῇσι τοῦ πάθεος. ἢν δὲ ἐκ πολλῶν μὲν ἤδη χρόνων ἔῃ, ἀτὰρ καὶ ἐκ διαδέξιος πατέρων φανῇ, ξυναποθνήσκει ἡ νοῦσος. ἐς δὲ τοὺς παροξυσμοὺς τῶν ἄρθρων τάδε χρὴ πρήσσειν. εἰρία μὲν ἔστω ἐξ ὄϊος τὰ οἰσυπώδεα· τέγξιες δὲ διὰ Ῥοδίνου καὶ οἴνου· μετεξετέροισι δὲ καὶ σπογγίη ξὺν ὀξυκρήτῳ ὤνησεν. ἔπειτα ἐπίπλασμα, ἄρτος ξὺν τοῖσι ψύχουσι κολοκύν της, καὶ πέπονος· καὶ σικύη λιτὴ, καὶ ἀρνόγλωσσον ἡ βοτάνη, καὶ Ῥόδων τὰ φύλλα. ἀτὰρ καὶ ἡ σιδηρῖτις ἄπονος ξὺν ἄρτῳ, καὶ βρύον, καὶ συμφύτου Ῥίζα, καὶ πεντάφυλλος ἡ βοτάνη, καὶ πράσιος ἡ τοῖσι φύλλοισι λεπτή. τῆσδε μέντοι τὸ μὲν ἀφέψημα ἐξάντλημα ἄπονον· αὐτὴ δὲ, ἐπίπλασμα, ξὺν ψιξὶ, ἢ κριθῶν ἀλήτῳ· μήλων τε τῶν κιτρίων τὸ ἄβρωτον ξὺν ἀλφίτοισι ἄριστον· σῦκα ξηρὰ, καὶ θάσια ξύν τινι τῶν ἀλήτων. ἥδε μέντοι ψύξιος ἡ ὕλη· καὶ τόδε μέντοι ἄλλοτε ἄλλον ὤνησε καὶ τωὐτὸν ἄλλοτε ἄλλῳ. μετεξετέροισι δὲ τὰ ἀλεαίνοντα ξυμφέρει, καὶ τωὐτὸν ἄλλοτε ἄλλῳ ὠφελέει. λόγος δὲ καὶ τόδε κάρτα ἄπονον ἔμμεναι· αἶγα χρὴ βοτάνης τῆς ἴριδος ἐμφαγεῖν· ἐπὴν δὲ πλησθῇ, διαλείποντα ὁκόσον ἡ νομὴ ἐν τῇ γαστρὶ μαχθείη,4 καταθῦσαι τὴν αἶγα, ἠδὲ ἐντὸς τῆς γαστρὸς ἐς τὴν κόπρον ἐγκρύψαι τὼ πόδε. φάρμακα δὲ μυρία. καὶ γὰρ τοὺς νοσέοντας ἑωυτῶν φαρμακέας εὐπόρους τίθησι ἡ ξυμφορή· τῶν δὲ ἰητρῶν τὰ φάρμακα ἐν τῇσι γραφῇσι λελέξεται.

第7章腹腔病(セリアック病・慢性下痢症)の治療 もし腹が食物を保持できず、食物が未消化で、滋養とならず、生のまま流れ去り、身体の肉づきに何ももたらさないなら、我々はこうした人々を腹腔病患者と呼ぶ。これは消化をもたらす生得の温熱の冷却と、体内に分配する能力の緊張減退によるものである。 したがって、まず何よりも休息と絶食によって腹の苦労を和らげねばならない。このようにして諸能力は回復するからである。もし胃の中に内容物が過多であるような感覚があるなら、水または蜂蜜水による空腹時の催吐法を用いるべきである。そして腹を覆い、収斂のために湿布を施すべきであり、羊の汚れたままの羊毛を用いる。油としては薔薇の香油、葡萄の花の油、あるいは林檎の油を用いる。シバナの油、ヒポキスチス、未熟葡萄の果汁でも最善である。これらとともに、触れると温かく、効能としては収斂性の貼付薬を用いる。もし肝臓や胃の噴門のあたりに張りや炎症があるなら、吸角を当てて切開(乱刺)すべきである。人によってはこれだけで十分であった。もし軟膏によって傷口が瘢痕に至り、硬化に向かって進行するなら、そこにヒルの生き物を当てるべきである。その後、消化を促す貼付薬を置く。カメレオン草の根を含む種子の調合薬のようなものである。月桂樹の実が入っているもの、「緑」と呼ばれる軟膏、そして私の秘薬も最善である。これらは軟化させ、刺激し、熱を呼び起こし、内臓のガスを去らせるからであり、これら内臓には収斂が必要なのである。さらに芥子、リムネスティス、ユーフォルビア、その他これらに類するすべてのものは、冷却を防ぎ、熱の回復をもたらす。収斂のためには、このような薬を内服させることも必要である。まず必要なのは、オオバコの絞り汁を、ミルトスやマルメロで収斂させた水とともに与えることである。未熟な葡萄の種子も最善であり、極めて収斂性の強い葡萄酒もよい。次に胃を癒す内服薬としては、生姜、胡椒、岩場に生える野生のセロリの実を用いたものがあり、クサリヘビから作られる薬は最も消化を促す。もしこれらによっても何の改善もないか、僅かな改善にとどまるなら、ダイコンを用いた催吐法を用いよ。もしこれらダイコンに白バイケイソウの根を一晩埋めておくなら、冷たい体液の浄化と排出のためにも、また温熱の点火のためにも、極めて力強い浄化法となるであろう。 また養生法や生活も、これらに調和したものでなければならない。睡眠は夜間にとり、昼間は散歩、発声、月桂樹やミルトスやタイムの樹陰での揺振法を行う。というのも、このような芳香の放散と吸気には、消化を助ける薬効が備わっているからである。体操、摩擦、手振運動(カイロノミア)、鉛の重錘を投げることによる胸の運動、腹の労作、食前の少量飲酒がよい。わずかな量のパンは緊張を高めるのに極めて都合がよい。これらの後に皮膚の発赤、のんびりとした散歩――第12章関節炎および坐骨神経痛の治療 ――食物とダイコンをしばしば与え、その後にヘレボルスへと導く。これらに続く養生法は他の諸疾患と共通であり、養生法に加えて塗油、冷たい海水浴を行う。関節炎患者全体にとって共通の治療法が最も有益である。実際、痛風患者にとってもヘレボルスは大いなる治療薬であるが、それは発症の初期に限られる。もしすでに多くの年月を経ており、しかも父祖からの遺伝として現れたものであるなら、病は命が尽きるまで共にある。関節の発作に対しては、以下のように処置すべきである。羊の脂垢のついた羊毛を用いよ。湿布は薔薇油と葡萄酒によって行い、人によっては酢水を含ませた海綿も有益であった。次に貼付薬としては、パンをコロシンスやメロンの冷却性成分とともに用い、またヘチマ、オオバコの草、薔薇の花弁を用いる。さらにシデリティス草もパンとともに用いれば痛みを去り、コケ、ヒレハリソウの根、キジムシロ草、葉の薄いニガハッカもよい。このニガハッカの煎じ汁を注ぎかけるのは痛みを去り、それ自体をパン屑や大麦の粉とともに貼付薬とするのもよい。シトロンの食べられない部分を大麦粉とともに用いるのも最善であり、干し無花果やタソス産の無花果を何らかの穀粉とともに用いるのもよい。これが冷却のための材料である。そしてこれは時にある人に、時に別の人に効を奏し、同じものが時にある人に、時に別の人に役立つ。人によっては温めるものが適することもあり、同じものが時にある人に、時に別の人に利益をもたらす。また次のような処方も大いに痛みを去ると伝えられている。山羊にアイリスの草を食べさせ、腹一杯になったところで、その草が胃の中で消化・混和される時間だけ間をおいて山羊を屠殺し、その胃の中の糞の中に両足を埋めさせるのである。薬は無数にある。病難そのものが患者を機知に富んだ自らの投薬者にするからである。しかし医師たちの薬については、書物の中に記されるであろう。

構文注4 件
  1. 2.5ψύχεϊ μὲν ἐμφύτου τῆς ἐς πέψιν θερμασίης, ἀτονίῃ δὲ τῆς ἐς ἀνάδοσιν δυνάμιος

    文全体に動詞が欠落しており、前文で定義された病態(κοιλιακοὺς τούσδε κικλήσκομεν)の生理学的原因を説明する原因の与格句(ψύχεϊ および ἀτονίῃ)が対置されている。「これは〜に起因する」「〜によって生じる」といった意味の動詞(γίγνεται など)の省略を補って解釈する。

  2. 2.5ἔστι οἷσι

    古典ギリシア語の慣用構文 ἔστιν οἵ(「〜である人々がいる」、ラテン語の sunt qui に相当)の与格形(ἔστιν οἷς)のイオン方言形。主節動詞 ἤρκεσε に対する間接目的語として機能し、「ある人々にはこれで十分であった」の意をなす。

  3. 2.5ὧν περ ἐς στῦψιν χρέος

    関係代名詞 ὧν は先行詞 τὰ σπλάγχνα(内臓)を受け、χρέος ἐστί(〜が必要である)という名詞述語構文に要求される目的格的属格として機能している。「それら内臓には収斂が必要なのである」の意。

  4. 2.6διαλείποντα ὁκόσον ἡ νομὴ ἐν τῇ γαστρὶ μαχθείη

    διαλείποντα は非人称構文 χρὴ ... καταθῦσαι に呼応する意味上の主語(不定の人物)を表す対格分詞。ὁκόσον は時間を表す副詞的対格(関係詞的)。μαχθείη は不規則な動詞形(μάσσω または μίσγω の受動希求法過去)で、間接言述または一般的条件における希求法として「草が胃の中で消化・混和される時間だけ」を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0719.tlg004.humanitext-grc2:2.5-2.6